In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 33b 25)

Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι λαμβάνηται [*](6v) τῶν προτάσεων.

Ἦν μὲν ἀκόλουθον περὶ τοῦ δευτέρου καὶ τρίτου σχήματος πρῶτον εἰπεῖν, εἶθ’ οὕτως περὶ τῶν μίξεων. ἀλλ’ ἐπεὶ δι’ ἀντιστροφῶν τῶν κατὰ τοὺς ὅρους οἱ ἐν ἐκείνοις συλλογισμοί, οὐδέπω δὲ εἴρηκε περὶ τῆς κατὰ τὰς ἐνδεχομένας προτάσεις τοιαύτης ἀντιστροφῆς, πρῶτον λέγει περὶ τῶν μίξεων τῶν ἐν τῷ πρώτῳ σχήματι ἐξ ἐνδεχομένης τε καὶ ὑπαρχούσης καὶ ἐνδεχομένης καὶ ἀναγκαίας, ἐπειδὴ οὐδὲν δεῖται <τὰ> ἐν τούτῳ τῷ σχήματι δεικνύμενα ἀντιστροφῆς. ἔτι καὶ δείξει, ὅτι ἐν δευτέρῳ σχήματι ἐκ δύο ἐνδεχομένων οὐδὲν συνάγεται, ὅτι μηδὲ ἐκ δύο καταφατικῶν, ἐκ δὲ μίξεως ἐνδεχομένης τε καὶ ὑπαρχούσης συνάγεται. ἀλλὰ πρῶτον ἔδει περὶ τῶν ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἐν πρώτῳ σχήματι μίξεων εἰπεῖν· πεποίηται δὲ τὴν μῖξιν πρῶτον ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης. Θεόφραστος μὲν οὖν καὶ Εὔδημος οἱ ἑταῖροι αὐτοῦ καὶ ἐν τῇ ἐξ ἐνδεχομένης καὶ ὑπαρ- [*](1 ᾖ addidi 4 τὸ corr. ex τοῦ Β1 λαμβάνειν ante ἐν transponit a 6 ἀντιστρέφον M τοιοῦτο a 9 ὑπάρχειν a 10 καὶ (post χάριν) om. a πάλιν om. M ἀλλαχοῦ πάλιν λέγει] c. 15 p. 35a2; cf. etiam c. 11 p. 31b8 12 τῶν om. a 13 καθόλον a 14 ἀτελεῖς . . . τέσσαρας τῆς τε (16) om. a post τὸν alterum add. τε Μ; cf. vs. 13 16 τε delevi 18 ἡ om. a 19 ᾖ addidi 20 Περὶ τῶν ἐξ ἐνδεχομένων καὶ ὑπαρχουσῶν γινομένων συλλογισμῶν ἐν πρώτῳ σχήματι in mg. add. B: superscr. a: om. M ὑπάρχει a ἡ δ’] μὴ δ’ a 25 τοιαύτης om. M 26 τῷ om. a 27 τὰ a: om. BM 28 ἀντιστροφῆς] ἀντὶ evan. Β 31 ἀναγκαίας BM: ὑπαρχούσης τε a 32 μῖξιν BM: δεῖξιν a ante καὶ add. τε a)

174
χούσης μίξει φασὶν ἔσεσθαι τὸ συμπέρασμα ἐνδεχόμενον, ὁποτέρα ἄν τῶν [*](56v) προτάσεων ἐνδεχομένη ληφθῇ· χεῖρον γὰρ πάλιν τὸ ἐνδεχόμενον τοῦ ὑπάρχοντος. ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως, ἀλλὰ τῆς μείζονος ἐνδεχομένης οὔσης ὑπαρχούσης δὲ τῆς ἐλάττονος καὶ τὸ συμπέρασμά φησιν ἐνδεχόμενον ἔσεσθαι τὸ κατὰ τὸν διορισμόν, ὅ ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ εἶναι οὐδὲν ἀδύνατον ἕπεται”, καὶ τελείους τοὺς ἐν τῇ τοιαύτῃ συζυγίᾳ συλλογισμούς, τοῦτ’ ἔστιν αὐτόθεν δεικνύντας τὸ προκείμενον· διὰ γὰρ τοῦ κατὰ παντὸς ἡ δεῖξις αὐτῷ καὶ διὰ τοῦ κατὰ μηδενός· οἱ δὲ διὰ τούτων ἔχοντες γνώριμον τὸ συμπέρασμα τέλειοι. ἄν δ’ ἡ ἐλάττων ἐνδεχομένη γένηται τῆς μείζονος ὑπαρχούσης οὔσης ἀτελεῖς τέ φησιν ἔσεσθαι πάντας τοὺς τοιούτους συλλογισμοὺς καὶ προσέτι τοὺς τὸ ἀποφατικὸν συνάγοντας οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάξειν ἀλλὰ τὸ κατὰ ψιλὴν ἀπόφασιν τοῦ ἀναγκαίου λεγόμενον. ἢ γὰρ τὸ οὐδενὶ ἐξ ἀνάγκης ἢ τὸ οὐ παντὶ ἐξ ἀνάγκης συναχθήσεσθαι, καθ’ ὧν καὶ αὐτῶν ἀληθεύεται μὲν τὸ ἐνδεχόμενον, οὐ μὴν ἐκεῖνο, οὗ τὸν ὁρισμὸν ἀποδεδώκαμεν· οὐδέπω γὰρ ὑπάρχον ἐκεῖνό ἐστιν· ταῦτα γὰρ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν σημαίνει οὐκ ἀναιροῦντα τὸ ὑπάρχειν. ὃ δὲ λέγει, προιὼν φανερὸν ποιήσει. οἱ μέντοι περὶ Θεόφραστον καὶ ταύτας ἐνδεχομένας λέγοντες εἰκότως ἐνδεχόμενόν φασι τὸ συμπέρασμα καὶ ἐν ταῖς τοιαύταις γίνεσθαι συμπλοκαῖς. οὐ γίνονται δὲ τέλειοι, ἐν οἷς ἡ ἐλάτων ἐστὶν ἐνδεχομένη, ὅτι οὐχ οἷόν τέ ἐστιν ἐπὶ τούτων τῷ κατὰ παντὸς χρησαμένους δεῖξαι τὸ συμπέρασμα. εἰ γὰρ εἴη τὸ Α παντὶ τῷ Β ὑπάρχον, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδεχόμενον, ἐπεὶ τὸ Γ μηδέπω ἐστί τι τοῦ Β (τὸ γὰρ ἐνδεχόμενον οὐδέπω ὑπάρχει), οὐκ, εἰ τὸ Α κατὰ τοῦ Β καὶ μηδὲν ἔστι λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐ ῥηθήσεται, ἤδη ἔχομεν καὶ διὰ τοῦτο τὸ καὶ τῷ Γ ἐπενεγκεῖν· οὐ γάρ ἐστι τὸ Γ τὶ τοῦ Β, εἰ ἐνδέχεται αὐτῷ ὑπάρξαι τὸ Β καὶ μὴ ἤδη ὑπάρχει. διὸ δεόμενοι πω τὴν δεῖξιν ἔξωθέν τινος οὐ τέλειοι· δείκνυνται γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ταῦτα προειπὼν πρῶιον δείκνυσι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην τελείους τε ὄντας καὶ τὸ συμπέρασμα ἔχοντας τοῦ κτὰ τὸν διορισμὸν ἐνδεχομένου.

[*](p. 33b 33)

Ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχον. |

Τῷ κατὰ παντὸς προσχρώμενος καὶ τῷ τούτου ὁρισμῷ δείκνυσιν ἐνδεχόμενόν [*](57r) τε γινόμενον τὸ συμπέρασμα καὶ τέλειον τὸν συλλογισμόν. ἐπεὶ [*](1 τὸ scripsi: τε BM: τι a 2 χεῖρον . . . ὑπάρχοντος] cf. p. 124,11 —17 γὰρ aM: δὲ Β 4 φησιν om. a 5 “οὗ . . . ἕπεται” (6)] cf. p. 169,31 9 τὸ συμπέρασμα γνώριμον M 9.10 γένηται ἐνδεχομένη aM 10 οὔσης Μ: om. aB 12 συνάξει Μ: συνάγειν a 13 γὰρ om. a οὐ om. M 14 συναχθήσεται M 16. 17 ἀναιροῦνται a 17 λέγοι a προιὼν] cf. p. 34b27 —35a2 18 τὸ om. aM 19 δὲ om. M 22 ἐπεὶ . . . ἐνδεχόμενον (23) om. aM post ἐπεὶ expunxit καὶ Β 23 οὐκ BM: οὐ γοῦν a 25 καὶ (ante διὰ) om. M τὸ (post τοῦτο) om. a 26 ὑπάρξαι αὐτῷ a ὑπάρχει aB: ὑπάρξει M 28 post ταῦτα add. δὲ a 32 ὑπάρχειν Ar.)

175
γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται λαβεῖν τοῦ Β, ᾧ τὸ Α οὐκ [*](57r) ἐνδέξεται· τὶ δὲ τοῦ Β τὸ Γ ἐστίν, εἴ γε τὸ Β παντὶ τῷ Γ ὑπάρχει· καὶ τῷ Γ ἄρα παντὶ ἐνδέξεται τὸ Α. κἄν ἡ μείζων δὲ στερητικὴ ἐνδεχομένη τεθῇ ἡ δὲ ἐλάττων ὑπάρχουσα καθόλου καταφατική, ὁμοία ἡ δεῖξις τοῦ ἐνδεχόμενον ἀποφατικὸν καθόλου τὸ συμπέρασμα ἔσεσθαι· διὰ γὰρ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι μηδενί.

[*](p. 34a 2)

Ὅτι δὲ ἐναντίως ἐχοντος ἔσονται συλλογισμοί.

Δείξας τῆς μείζονος οὔσης ἐνδεχομένης ἐνδεχόμενον τὸ συμπέρασμα καὶ τελείους τοὺς συλλογισμοὺς ἐπὶ τῶν ἐκ καθόλου ἀμφοτέρων τῶν προτάσεων (ἡ γὰρ αὐτὴ δεῖξις καὶ ἐπὶ τῶν ἐπὶ μέρους τοῦ τε καταφατικοῦ τοῦ ἀποφατικοῦ συμπεράσματος) μέτεισιν ἐπὶ τὰς συζυγίας, ἐν αἷς ἡ μὲν μείζων ὑπάρχουσα εἴληπται ἡ δὲ ἐλάττων ἐνδεχομένη· τὸ γὰρ ἐναντίως ἔχειν τὴν ὑπαλλαγὴν αὐτῷ τῶν προτάσεων σημαίνει. ὅτι οὖν αἱ οὕτως ἔχουσαι συζυγίαι συλλογιστικαί εἰσι, διὰ τοῦ ἀδυνάτου, φησί, δειχθήσεται. εἰ δὲ διὰ τοῦ ἀδυνάτου, δῆλον ὡς οὐ τέλειοι. διὸ προσέθηκε τὸ ἅμα δὲ ἔσται δῆλον, ὅτι καὶ ἀτελεῖς. τέλειοι γὰρ οἱ ἐκ τῶν κειμένων καὶ μηδενὸς ἔξωθεν προσδεόμενοι· ἡ δὲ διὰ τοῦ ἀδυνάτου γινομένη δεῖξις οὐ διὰ τῶν εἰλημμένων καὶ κειμένων γίνεται προτάσεων.

[*](p. 34a 5)

Πρῶτον δὲ λεκτέον, ὅτι, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν καὶ τὸ Β ἔσται ἐξ ἀνάγκης.

ἐπεὶ μέλλει τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενος δεικνύναι συλλογιστικὴν οὖσαν συζυγίαν τὴν ἐξ ὑπαρχούσης τῆς μείζονος καὶ ἐνδεχομένης τῆς ἐλάττονος, ἐν δὲ τῇ δείξει τῇ εἰς ἀδύνατον ἐπὶ τῶν προκειμένων οὐ μόνον τὸ ἀντικείμενον τοῦ, οὗ βούλεται δεῖξαι συναγόμενον, ὑποτίθεταί τε καὶ λαμβάνει, ἀλλὰ καὶ τὴν ἐνδεχομένην πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβάνει, ὃ οὐκ ἔστιν ἀδύνατον ὃ γὰρ ἐνδέχεται γενέσθαι, οὐκ ἀδύνατον ὑποθέσθαι εἶναι, ὡς ὁ ἀποδεδομένος αὐτοῦ ὁρισμὸς δηλοῖ), ψεῦδος μέντοι, ἵνα οὖν τὸ συναγόμενον ἀδύνατον ἐκ τοῦ λαβεῖν τὸ ἀντικείμενον, οὗ βούλεται δεῖξαι ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ, καὶ ἐκ τοῦ μεταλαβεῖν τὸ ἐνδεχόμενον εἰς ὑπάρχον, ὃ ψεῦδος μέν ἐστιν, οὐ μὴν ἀδύνατον, μὴ ἡγῆταί τις συνάγεσθαι παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον, ὅ ἐστιν ἀντικείμενον, ᾧ βούλεται δεῖξαι γινομένῳ συμπεράσματι, πρῶτον δείκνυσιν, ὅτι μὴ οἷόν τε δυνατῷ τι ἀδύνατον ἀκο- [*](2 τῷ γ παντὶ τὸ β M 4 δ’ M ὁμοίως a 5 καταφατικὸν M 6 τοῦ aM: τὸ B 8 ἐνδεχομένης om. M 12 δ’ M 13 αὐτῷ post προτάσεων transponit M: om. a 14 δειχθέντας a 16 ὅτι καὶ aB (d): ὅτι M: καὶ ὅτι Ar. 17 γινομένη om. M ἔσται καὶ τὸ β a (dn): καὶ om. Ar. 25 οὗ aB: ὃ M 27 γὰρ superscr. Β 28 ὁ aM: om. Β 31 ἡγεῖται a)

176
λουθεῖν, ἀλλ’ ἀνάγκη ἀδύνατον εἶναι, ᾧ τὸ ἀδύνατον ἀκολουθεῖ, ἐπὶ πάσης [*](57r) ἀναγκαίας ἀκολουθίας. ἔστι δὲ ἀναγκαία ἀκολουθία οὐχ ἡ πρόσκαιρος, ἀλλὰ ἐν ᾗ ἀεὶ τὸ εἰλημμένον ἕπεσθαι ἔστι τῷ τὸ εἰλημμένον ὡς ἡγούμενον εἶναι. οὐ γὰρ ἀληθὲς συνημμένον τὸ ‘εἰ Ἀλέξανδρος ἔστιν, Ἀλέξανδρος διαλέγεται᾿, ἢ ‘εἰ Αλέξανδρος ἔστι, τοσῶνδε ἐτῶν ἐστι᾿, καὶ <εἰ> εἴη, ὅτε ἡ πρότασις, τοσούτων ἐτῶν. τούτου γὰρ δειχθέντος τὸ γινόμενον συμπέρασμα ἐκ τῶν κειμένων ἐπὶ τῇ ἐκτεθείσῃ συζυγίᾳ, εἰ ἀδύνατον εἴη, οὐ παρὰ τὸ τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν μετειλῆφθαι γίνεται (τοῦτο γὰρ ψεῦδος μέν, οὐ μὴν ἀδύνατον). ἀλλὰ παρὰ τὸ τὸ ἀντικείμενον ληφθῆναι τοῦ συναγομένου ὂν ἀδύνατον. ἅμ δὲ καὶ διὰ τοὐ νῦν δεικνυμένου καὶ τὴν δεῖξιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι ἐστὶν ὑγιής, κατασκευάζειν δόξει. μὴ γὰρ ὄντος ὁμολογουμένου τοῦ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεσθαι οὐδ’ ἄν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ ἰσχὺν ἔχειν φαίνοιτο τῷ μὴ πάντως ἀναιρεθήσεσθαι τὴν ὑπόθεσιν ἀδυνάτου τινὸς συναχθέντος ὡς ἀδύνατον καὶ αὐτήν. ἢ δύναταί τις μὴ τῷ ἀδυνάτῳ προσχρώμενος ἀλλὰ τῷ ψεύδει τοῦ συμπεράσματος, <ὃ> ἠκολούθησε | τῇ ὑποθέσει, ἀναιρεῖν τὴν ὑπόθεσιν ὡς [*](57v) ψευδῆ τῷ μὴ δύνασθαι ἐξ ἀληθῶν ψεῦδός τι συνάγεσθαι. ἡ οὕτως οὐ μᾶλλον παρὰ τὴν ὑπόθεσιν ἢ καὶ παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν γίνοιτ’ ἄν τοιοῦτο συμπέρασμα. ὅτι δὴ δυνατῷ δυνατὸν ἀκολουθεῖ ἀεὶ καὶ οὐχ οἷόν τε ἀδύνατον ἕπεσθαι δυνατῷ, δείκνυσιν οὕτως·

[*](p. 34a 7)

Ἔστω γὰρ οὕτως ἐχόντων τὸ μὲν ἐφ’ ᾧ τὸ Α δυνατόν, τὸ δὲ ἐφ᾿ ᾧ τὸ Β ἀδύνατον.

οὕτως ἐχόντων, ὡς προειρήκαμεν, εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι. οὔσης δὲ ταύτης <τῆς> ἀκολουθίας καὶ ἐξ ἀνάγκης ἑπομένου Β τῷ Α ὑποκείσθω τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον. τὸ δὴ Α ἐπειδὴ δυνατόν ἐστι, κἀν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι [τοῦ ἐνδέχεσθαι μή]· ὁμοίως καὶ τὸ Β, εἰ ἀδύνατον εἴη, ὅτε ἀδύνατόν ἐστι γενέσθαι, οὐκ ἄν γένοιτο. εἰ δὴ ἅμα εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, ὅτε τὸ Α ἐστί, τὸ Β, καθ’ ὃ μέν ἐστιν ἀδύνατον, οὐκ ἄν εἴη, καθ’ ὃ δὲ ἀνάγκη τοῦ Α ὄντος εἶναι αὐτό, εἴη ἄν. ἅμα τε οὖν εἴη ἄν καὶ οὐκ εἴη τὸ Β, ὅπερ ἀδύνατον. δυνατοῦ ἄρα ὄντος τοῦ ἡγουμένου δυνατὸν ἔσται καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης αὐτῷ· τοῦτο δὲ ἦν τὸ Β.

[*](1 ᾦ a: οἶς BM ἀκολουθεῖ om. M 4 συνημμένον aM: συνελημμένον B, γρ. καὶ συνημμένον superscr. Β2 5 εἰ a: om. BM εἴη post τοσούτων (6) transponit a 7 ἐκ τῶν κειμένων om. M 8 μεταληφθῆναι a 10 καὶ (ante διὰ) om. aM 11 τὴν διὰ om. a ἀπαγωγῆς om. M 12 τοῦ τὸ BM: τοῦτο a 16 ὃ a: om. BM 18 καὶ παρὰ om. a 19 γέννοιτ᾿ (sic) a τοιοῦτο τὸ M: τὸ τοιοῦτο a δὴ om. a δυνατὸν δυνατῷ M 20 οὕτω M 21 ἐφ’ οὐ Β 23 εἰ] ὅτι a 24 τῆς a: om. BM 25 μὲν om. a 26. 27 τοῦ ἐνδέχεσθαι μὴ add. BM: om. a 27 δυνατόν (post ὅτε) M 28 ὅτε . . . ἀδύνατον (29) bis, semel expunctum, Β 29 ἀναγκαίου a 30 ἄν εἴη aM 31 ὄντος ἄρα a)
177
[*](57v)
[*](p. 34a 10)

Ἅμα δ δ᾿ εἰ τὸ Α δυνατὸν καὶ τὸ Β ἀδύνατον, ἐνδέχοιτ᾿ ἄν γενέσθαι τὸ Α ἄνευ τοῦ Β.

Ὑποθέμενος τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον κειμένου τούτῳ τὸ Α ἕπεσθαι λαβὼν καθόλου, ὅτι τὸ μὲν [Α] δυνατόν, δυνατόν, γένοιτ’ ἄν, τὸ δὲ [Β] ἀδύνατον, ὅτε ἀδύνατον, οὐκ γένοιτο, προσάγει τῇ τοῦ Α καὶ Β ἀκολουθίᾳ καὶ δείκνυσι τὸ ἄτοπον· εἰ γάρ, ὅτε τὸ Α δυνατόν, τότε τὸ Β ἀδύνατον· τοῦτο γὰρ σημαίνει τὸ ἅμα δὲ ἐνδέχοιτ’ ἄν γενέσθαι τὸ Α ἄνευ τοῦ Β. τὸ γὰρ δυνατὸν γενέσθαι κἂν γένοιτ’ ἄν ποτε, τὸ δὲ ἀδύνατον οὐκ ἄν γένοιτο, ὅπερ ἦν τὸ Β· ὥστε τοῦ Α ὄντος (εἰ γὰρ γέγονε, καὶ ἔστιν) οὐκ ἔσται τὸ Β· ἔκειτο δὲ τοῦ Α ὄντος εἶναι τὸ Β. δεικνύοιτο δ’ ἄν, ὅτι μὴ οἷόν τε δυνατῷ ὄντι τῷ Α ἀδύνατον ἕπεσθαι τὸ Β, καὶ ἐκ τοῦ ὁρισμοῦ τοῦ δυνατοῦ. εἰ γὰρ δυνατόν ἐστιν, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβαίνει διὰ τοῦτο. ὑποτεθέντος δὲ τοῦ Α εἶναι συμβαίνει διὰ τὴν ὑπόθεσιν ἀδύνατον τὸ τὸ Β εἶναί τε καὶ μὴ εἶναι, εἶναι μέν, ἐπεὶ ἔκειτο ἕπεσθαι αὐτὸ τῷ Α, μὴ εἶναι δὲ τῷ ἀδύνατον αὐτὸ εἶναι, οὐκοῦν, εἰ εἴη δυνατόν τι, ᾧ ἀδύνατον ἕπεται, ἢ οὐ δυνατὸν ἢ οὐ καλῶς ἐλήφθη τῷ Α ἀκολουθεῖν δυνατῷ ὄντι αὐτῷ 30 ἀδύνατον τὸ Β.

Ἀριστοτέλης μὲν οὖν, ὅτι μὴ οἷόν τέ ἐστι δυνατῷ ἀδύνατον ἕπεσθαι, δείκνυσι διὰ τοῦ δεῖν μὲν ἐν τῷ ἀληθεῖ συνημμένῳ ἐξ ἀνάγκης ἕπεσθαι τὸ λῆγον τῷ ἡγουμένῳ· τὸ δὲ ἐξ ἀνάγκης τινὶ ἑπόμενον ἀεὶ αὐτῷ ἕπεται· καὶ τὸ ἀδύνατον δὴ ἀεὶ ἀκολουθήσει τῷ ἡγουμένῳ αὐτοῦ, ὥστε, εἰ δυναατόν ἐστι γενέσθαι, καὶ γενομένῳ αὐτῷ ἀκολουθήσει· ἀκολουθοῦν δὲ αὐτῷ τότε καὶ ἔσται· ἔσται ἄρα τὸ ἀδύνατον γενέσθαι· τοῦτο δὲ ἀδύνατον. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑπ’ Ἀριστοτέλους εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον. φησὶ γὰρ ἐν τῷ συνημμένῳ τῷ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος᾿ δεικνυμένου τοῦ Δίωνος ἀληθεῖ ὄντι τὸ μὲν ἡγούμενον <τὸ> ‘τέθνηκε Δίων’ δυνατὸν εἶναι τῷ δύνασθαί ποτε ἀληθὲς γενέσθαι τὸ τεθνηκέναι Δίωνα, τὸ δὲ τέθνηκεν οὗτος’ ἀδύνατον· ἀποθανόντος γὰρ Δίωνος φθείρεσθαι τὸ ἀξίωμα τὸ ‘οὗτος τέθνηκε’ μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου· ἐπὶ γὰρ ζῶντος καὶ κατὰ ζῶντος ἡ δεῖξις. εἰ οὖν μή〈τε〉 τεθνεῶτος αὐτοῦ ἔτι τὸ ‘οὗτος’ οἷόν τε, μήτε πάλιν ἢ] ὑφίσταται ὁ Δίων ὡς δύνασθαι ἐπ’ αὐτοῦ [*](2 τὸ ἁ δύνασθαι omisso ἄνευ τοῦ β a 3 μὲν τὸ M 4 τούτω τὸ Β: τοῦ τῷ aM post ἕπεσθαι add. τὸ β aM post ὅτι add. εἰ ex Arist. a; of. p. 182,30 δυνατόν aild. Β2 4 et 5 ᾱ et β (librarii errore orta ad vs. 3 aberrantis) delovi 5 τὸ δὲ ἀδύνατον bis exhiltent aM, alterum superscr. Β2 9 κἄν BM: καὶ a δ’ M γένοιτο aB: γένοιτ’ ἄν ποτε Μ 14 δὲ om. M 15 αὐτὸ τῷ corr. ex αὑτῷ Β 16 δυνατόν Β corr.: ἀδύνατόν aM et, ut videtiir, Β pr. 21 δ’ M 22 δυνατὸν a δὴ Β: δὲ aM 20 ὑπὸ M 29 τὸ alterum add. a: om. BM 31 οὗτος evan. Β (sed et τ restant) 33 μήτε scripsi: μὴ libri τεθνηκότος a 34 μήτε snperscr. B1 ἢ delevi ὡς scripsi: ᾦ libri ὑπ’ M αὐτῷ a)

178
ῥηθῆναι τὸ ‘τέθνηκεν οὗτος’, ἀδύνατον τὸ ‘τέθνηκεν οὗτος’ . ἦν γὰρ ἄν [*](57v) οὐκ ἀδύνατον, εἰ ὕστερόν ποτε ἐδύνατο μετὰ τὸν θάνατον τὸν Δίωνος, ἐφ’ οὗ τὸ πρότερον ἐν τῷ συν|ημμένῳ, ὅτε ἔζη ὁ Δίων, κατηγορεῖτο τὸ ‘τέθνηκεν [*](58r) οὗτος’, κατηγορηθῆναι πάλιν τὸ ‘οὗτος᾿. ἐπεὶ δὲ μὴ οἷόν τε τοῦτο, ἀδύνατον ἄν εἴη τὸ ‘τέθνηκεν οὗτος᾿ [κατηγορηθῆναι πάλιν τὸ οὗτος. ἐπεὶ]. τούτῳ παρατίθεται καὶ τὸ ‘εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα᾿ δεικνυμένης τῆς ἡμέρας· καὶ γὰρ ἐν τούτῳ τῷ συνημμένῳ ἀληθεῖ ὄντι, ὡς οἴεται, δυνατῷ ὄντι τῷ ἡγουμένῳ ἀδύνατον τὸ ἑπόμενον. ὅτι δὲ μὴ ὑγιὲς τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἡ τῶν συνημμένων δείκνυσι διαβολή. οὐ γάρ ἐστιν ἀληθὲς συνημμένον τὸ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’. εἰ γὰρ ἐπὶ πλέον τὸ ‘τέθνηκε Δίων’ τοῦ ‘τέθνηκεν οὗτος’ λέγεται καὶ ἔστιν, ἐφ’ οὗ τὸ μὲν Δίων λέγεται, τὸ δὲ ‘οὗτος᾿ οὐ λέγεται, οὐκ ἄν ἕποιτο τῷ ἡγουμένῳ τῷ ‘εἰ τέθνηκε Δίων’ τὸ ‘τέθνηκεν οὗτος’. οὐ γὰρ ὑγιὴς ἀκολουθία, ἐν ᾗ δύναται τὸ ἡγούμενον εἶναί ποτε μὴ ὄντος τοῦ ἑπομένου. ὡς γὰρ εἰ ἦν ὁμώνυμος ὁ Δίων, οὐκ ἂν ἦν ἀληθὲς τὸ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος᾿ τῷ δύνασθαι καὶ ἐπ’ ἄλλου τινὸς τὸ ‘τέθνηκε Δίων’ λέγεσθαι καὶ μὴ ἐπὶ τοῦ δεικνυμένου, οὕτως καὶ εἰ τοῦ δεικνυμένου Δίωνος τὸ ὄνομα ἐπὶ πλεῖον εἴη τῆς δείξεως καὶ μὴ οἷόν τε ἐπὶ πάντων, ἐφ’ ὧν τὸ ὄνομα, καὶ τὴν δεῖξιν, οὐκ ἀληθὲς ἔσται τὸ ‘εἰ τέθνηκεν Δίων, τέθνηκεν οὗτος’· δυνήσεται γὰρ τὸ ‘τέθνηκε Δίων’ ἐπὶ τούτου λέγεσθαι, ἐφ’ οὗ οὐκέτι καὶ τὸ ‘τέθνηκεν οὗτος’. ἐπὶ πλέον δέ γε τὸ Δίων, εἴ γε καὶ καὶ κατὰ θανόντος λέγεται, τὸ δὲ ‘οὗτος᾿ ἐπὶ ζῶντος μόνον. οὐ γὰρ ὑγιής, ὡς εἶπον, ἀκολουθία, ἐν ᾗ τὸ ἡγούμενον δύναταί ποτε εἶναι ἄνευ τοῦ ἕπεσθαι αὐτῷ λαμβανομένου. τὸ μὲν γὰρ ἑπόμενον εἶναι μὴ ὄντος τοῦ ἡγουμένου ἐν ἀληθεῖ συνημμένῳ οὐδὲν ἄτοπον· οὐ γὰρ ἕπεσθαι δεῖ τῇ τοῦ ἑπομένου θέσει τὸ ἡγούμενον· διὸ εἶναι δύναται τὸ ἑπόμενον μὴ ὄντος τοῦ ἡγουμένου. τὸ δὲ ἡγούμενον ἀδύνατόν ἐστιν εἶναι μὴ ὄντος τοῦ ἑπομένου ἐν ἀληθεῖ συνημμένῳ. οὐ γὰρ εἰ διὰ τὸ ἐφθάρθαι μὴ ἀκολουθεῖ τῷ ἡγουμένῳ τὸ λῆγον, διὰ τοῦτο ὑγιὲς γίνεται τὸ συνημμένον· διότι γὰρ οὐκ ἀκολουθεῖ, ψεῦδος, ἀλλ’ οὐ διὰ τὸν τοῦ μὴ ἀκολουθεῖν τρόπον. ἔτι δὲ καὶ τοῦ φθείρεσθαι αὐτὸ οὐκ ἄλλο αἴτιον ἢ τὸ ἡγούμενον γενόμενον. ὃ δὲ φθείρεται τῷ τὸ ἡγεῖσθαι αὐτοῦ ὑποτεθὲν γεγονέναι, πῶς ἄν ἕποιτο ἐκείνῳ; οὐ γὰρ οὕτως ἐπὶ πλέον ἦν ὁ Δίων τοῦ ‘οὗτος᾿. ὁ μὲν γὰρ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας πᾶν τρίγωνον λαβὼν εἴληφε καὶ τὸ σκαληνόν· ἀδύνατον γὰρ πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας. εἰ μὴ καὶ τὸ σκαληνὸν [*](1 ἄν om. a 2 τὸν Δίωνος Β: τοῦ Δίωνος aM 5 κατηγορηθῆναι πάλιν τὸ (τοῦ οὗτος. ἐπεὶ (ἔτι a), quae verba errore librarii ad vs. 4 aberrantis orta sunt, delevi 6 post αὕτη add. ἡ Β: om. aM; at cf. p. 180,9,21 —25, p. 181,35 sq. 9 (sic) a 10 τὸ συνημμένον ἀληθὲς τὸ M 11 ἔσται M 16 Δίων aB: οὗτος M 17 εἰ corr. ex ὁ (?) Β: ἐπὶ aM post ὄνομα add. εἰ a πλέον a 18 πάντων aB: πλεῖον M 20 οὐκ ἔστι M 24 ἐν 0111. M 25 ἡγουμένου . . . ἑπομένον a 26 εἶναι aB: οὐ M 28 ἀκολουθῇ Β 31 ante αἴτιον add. τὸ M post δὲ add. τότε aM, eras. Β 33 ὁ Δίων ἦν aM τοῦ οὗτος aB: τοιοῦτος M 34 πᾶν τρίγωνον aB: τοῦ τριγώνου M)
179
ἔχοι. ὁ δὲ ἀδύνατον λέγων εἶναι τὸ ‘τέθνηκεν οὗτος᾿ δυνατοῦ ὄντος τοῦ [*](58r) ‘τέθνηκε Δίων’ οὐ καθόλου ποιεῖ τὸν Δίωνα τοῦ ‘οὗτος᾿· οὐ γὰρ <ἂν> ἦν ἔτι δυνατὸν τὸ ‘τέθνηκε Δίων’ περιλαμβάνον καὶ τὸ ‘τέθνηκεν οὗτος’ ἀδύνατον ὂν καθόλου τοῦ ‘οὗτος᾿, εἰ ἦν ἀδύνατον τὸ ‘τέθνηκεν οὗτος᾿. ἔτι δὲ πῶς ἄν εἴη τὸ ἑπόμενον τῷ τὸ ἡγούμενον εἶναι, ᾧ κρίνεται τὸ ἀληθὲς συνημμένον, εἰ τοῦ ἡγουμένου ὄντος φθείροιτο τὸ ἕπεσθαι αὐτῷ λαμβανόμενον; εἰ μὲν οὖν ἐπὶ πλέον εἴη τὸ ‘τέθνηκε Δίων’ τοῦ ‘τέθνηκεν οὗτος’ καὶ μὴ ἀεὶ αὐτῷ ἕπεται, οὐκ ἀληθὲς τὸ συνημμένον, ὡς δέδεικται. εἰ δ’ ἐφ’ ὧν τὸ Δίων, καὶ τὸ ‘οὗτος᾿, ἀληθὲς μὲν ἔσται τὸ συνημμένον, οὐ μὴν ἔτι δυνατῷ ἀδύνατον ἀκολουθήσει, ἀλλ’ ἔσται ὁμοίως τῷ ἑπομένῳ καὶ τὸ ἡγούμενον καὶ δυνατὸν καὶ ἀδύνατον. εἰ γὰρ τὸ Δίων ὄνομά ἐστι τοῦ ἰδίως ποιοῦ, ὁ δ’ ἰδίως ποιὸς ζῶν ἐστιν, ὁ Δίωνα λέγων τὸν ζῶντα ἄν λέγοι, εἰ δεῖ περὶ τὰ ὀνόματα ἀκριβολογεῖσθαι· ὡς γὰρ τὸ ‘οὗτος᾿, οὕτως καὶ τὸ ὄνομα δείκνυσι τὸν ὠνομασμένον. εἰ δὲ τοῦτο, καὶ ἐν τῷ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος’ <τὸ ‘τέθνηκεν οὗτος’> εἴη ἄν περιεχόμενον δυνάμει ‘εἰ τέθνηκε Δίων’, εἴ γε τὸ Δίων ὄνομα καὶ σημεῖον ζῶντός ἐστιν. οὕτως δὲ ἀληθὲς μὲν ἔσται τὸ συνημμένον, οὐ μὴν ἔτι τὸ ἡγούμενον δυνατόν· τὸ γὰρ τεθνάναι τὸν ζῶντα ὁμοίως τῷ τεθνάναι τοῦτον ἀδύνατον.

Εἰ δὲ λέγοιεν τὸ ‘τέθνηκε Δίων’ ἀληθὲς εἶναι δύνασθαι, διότι πρὸς ἀναφορὰν λέγεται τοῦ ζῶντος (οὐ γὰρ <ὅτι> ἔτι ζῶν Δίων ὁ λέγων δυνατὸν εἶναι | τὸ ‘τέθνηκε Δίων’, ἀλλ’ ὅτι ὃς ἦν Δίων), οὕτως [*](58v) ἔσται καὶ τὸ ‘τέθνηκεν οὗτος’ δυνατόν· οὐ γὰρ ὅτι, ὃς ἔστιν οὗτος, τέθνηκε, σημαίνει, ἀλλ’ ὅτι, ὃς ἦν οὗτος. πλήρης δὲ καὶ ἡ συνήθεια τῆς πρὸς ἀναφορὰν χρήσεως τοῦ ‘οὗτος᾿· δεικνύντες γὰρ τὸν νεκρὸν λέγομεν ‘τέθνηκεν οὗτος᾿, καὶ λέγει τις νεκρὸν βλέπων ‘οὗτος ἐστιν ὁ πατὴρ τοῦδε ἢ ἀδελφός᾿. οὐ μόνον δὲ κατὰ τὴν ἐπὶ παρεληλυθότα ἀναφορὰν τῇ δείξει χρώμεθα, ἀλλὰ καὶ κατὰ τὴν ἐπὶ τὰ μέλλοντα· ἐπὶ γοῦν τῆς οἰκοδομουμένης ἔτι οἰκίας ἢ ὑφαινομένης χλαμύδος λέγομεν ‘αὕτη τούτου ἐστί᾿ κτὰ τὴν ἐπὶ τὴν ἐσομένην οἰκίαν ἢ χλαμύδα ἀναφοράν. ἀλλὰ καὶ ἐπὶ νοσοῦντός τινος ἐπιθανάτως λέγομεν ‘οὗτος ἀποθνήσκει᾿· εἰ δέ, ὃς ἦν ἀποθνήσκων, οὗτος ἀπέθανεν, οὗτος δὲ ἦν ἀποθνήσκων, οὗτος ἄν καὶ τεθνηκὼς εἴη. καθόλου δὲ εἰ μὲν ἀπλῶς ἀληθὲς ἀξίωμα λέγοιεν καὶ ἀδιορίστως τὸ ‘εἰ τέθνηκε Δίων, τέθνηκεν οὗτος᾿, οὐκ ἀληθὲς ἔσται· ἀπλῶς γὰρ ἂν ἕποιτο τῷ ἡγουμένῳ τὸ λῆγον, εἰ δὲ ἁπλῶς, ἐξ ἀνάγκης καὶ ἀεί. τοιοῦτον γὰρ τὸ ἁπλῶς [*](1 ἔχει a: evan. Β (sed restat) 2 ἄν a: om. BM 3 περιλαμβάνων aM 4 ὃν superscr. Β2: om. aM οὗτος (post τοῦ) aB: ?M ante εἰ superscr. ὢν Β2 8 δὲ M 11 καὶ δυνατὸν καὶ in ras. Β ἐστι BM: ἔτι a 12 δὲ M 14 τὸν BM: τὸ a 15 τὸ τέθνηκεν οὗτος addidi 16 εἴ γε τὸ scripsi: τὸ εἰ γε BM: εἰ τὸ a καὶ om. a: ?M, in quo σημ periit 17 έσται] αι corr. Β 18 τῷ M: τὸ aB 20 ὅτι addidi; cf. p. 183,26 21 Δίων (ante ἀλλ’) om. M ὅς aB: ὡς M 22 [οὐ γὰ]ρ] unc. incl. periit in M ὅτι aM: τι Β: τὸ superscr. B2 24 γὰρ om. a 27 ἐπὶ γοῦν a: ἐπὶ οὖν M: ἐπεὶ οὖν Β 28 χλανίδος aM 29 χλανίδα aM 30 ἐπιθανατίως aM 31 εἴη ante καὶ transponunt aM)

180
ἀναγκαῖον. εἰ δὲ μὴ ἁπλῶς ἀλλὰ μετὰ διορισμοῦ τοῦ ‘ὅτε ζῇ ὁ ζῶν᾿, [*](58v) ἔσται μὲν ἀληθὲς τὸ ἀξίωμα, ὁμοίως μέντοι τῷ ἑπομένῳ καὶ τὸ ἡγούμενον ἀδύνατον· τὸ γὰρ τεθνάναι Δίωνα, ὅτε ζῇ, ἀδύνατον. καθόλου δὲ εἰ διὰ τοῦτο ὑποτιθεμένῳ τινὶ εἶναι ἕπεταί τι, διότι ὄντι αὐτῷ ἕπεται· τῷ γὰρ ἡμέρας οὔσης φῶς εἶναι καὶ ὑποτιθεμένῳ ἡμέραν εἶναι ἕπεται τὸ φῶς εἶναι· ᾧ δ’ ὄντι μὴ ἕπεταί τι, τούτῳ δῆλον ὅτι οὐδ’ ὑποτιθεμένῳ εἶναι ἀκολουθήσει τοῦτο· τεθνεῶτι δὲ Δίωνι οὐχ ἕπεται τὸ ‘τέθνηκεν οὗτος’· οὐδ’ ὑποτιθεμένῳ ἄρα τῷ τεθνάναι ἀκολουθήσει. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ‘εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα’. ἡ δ’ ἐπιχείρησις αὕτη ἐστίν, ᾗ καὶ Ἀριστοτέλης κέχρηται· δείξας γάρ, ὅτι ὑπάρχοντι τῷ Α οὐχ ἕπεται τὸ Β, ἔδειξεν, ὅτι μηδὲ ὑποτιθεμένῳ αὐτῷ ὑπάρχειν ἀκολουθήσει.

Λογικώτερον δέ ἐστιν ἐπιχειροῦντα δεῖξαι μηδὲ ἀδύνατον ὂν τὸ ‘οὗτος τέθνηκεν᾿. εἰ γὰρ τὸ ἀδύνατον ἀξίωμα ἀεὶ ψεῦδος, ὥσπερ καὶ τὸ ἀναγκαῖον ἀεὶ ἀληθές, ὃ μὴ ἀεί ἐστι ψεῦδος, τοῦτο οὐκ ἀδύνατον· οὐκ ἔστι δὲ ἀεὶ ψεῦδος τὸ ‘οὗτος τέθνηκεν᾿᾿, ἀλλὰ μόνον, ὅτε ζῇ Δίων· ἀποθανόντος γὰρ αὐτοῦ οὐδὲ ἔστιν ἔτι εἰ δὲ μὴ ἔστιν, οὐδ’ ἄν ψεῦδος εἴη· οὐκ ἄν εἴη ἀδύνατον τὸ ‘οὗτος τέθνηκεν᾿. ἔτι τὸ ‘τέθνηκεν οὗτος’ εἰ μὲν ὡς σημαῖνον λαμβάνουσι τὸ ‘οὐκ ἔστιν οὗτος’, ὅ ἐστιν ἴσον τῷ ‘οὐκ ἔστιν ὁ ὤν᾿, ἀδύνατον μὲν ἄν εἴη τὸ ‘τέθνηκεν οὗτος’, οὐ μὴν ἕποιτ’ ἂν τῷ ἱεῖ τέθνηκε Δίων’. οὐ γὰρ ἕπεται τῷ τεθνηκέναι Δίωνα τὸ μὴ εἶναι τὸν ὄντα, ὥσπερ οὐδὲ τῷ ‘εἰ νύξ ἐστι’ τὸ μὴ εἶναι ταύτην ἡμέραν· τὸ γὰρ μὴ εἶναι ταύτην ἡμέραν ἴσον ἐστὶ τῷ μὴ εἶναι ἡμέραν τὴν οὖσαν ἡμέραν, ὃ οὐχ ἕπεται τῷ νύκτα εἶναι. ἀλλὰ τῷ μὲν ‘εἰ νύξ ἐστιν᾿ ἕπεται τὸ ‘οὐκ ἔστιν ἡμέρα᾿, τὸ δὲ ‘οὐκ ἔστιν αὕτη ἡμέρα᾿ ἕποιτο ἄν τῷ ‘εἰ νύξ ἐστιν οὔσης ταύτης τῆς ἡμέρας᾿, ὃ οὐδὲν ἔλαττον τοῦ ἑπομένου ἐστὶν ἀδύνατον. ὁμοίως δὴ [εἰ] καὶ τὸ ‘τέθνηκεν οὗτος’ ἕποιτο ἄν τῷ ‘εἰ τέθνηκεν ὁ ζῶν Δίων’, ὃ καὶ αὐτὸ ὁμοίως ἐστὶν ἀδύνατον τῷ ‘τέθνηκεν οὗτος’· ἀδύνατον γὰρ τὸ τεθνάναι Δίωνα τὸν ζῶντα. εἰ δὲ τὸ ‘τέθνηκεν οὗτος᾿ λαμβάνουσιν ἀντὶ τοῦ ‘κεχώρισται τούτου ἡ ψυχὴ καὶ τὸ σῶμα’, κατ’ αὐτοὺς οὐκ ἀδύνατον ἄν εἴη τὸ ‘τέθνηκεν οὗτος’· ὃ γὰρ δύναταί ποτε ἀληθὲς γενέσθαι κατηγόρημα, τοῦτο οὐκ ἔστιν ἀδύνατον. ἀληθὲς δὲ δύναταί ποτε γενέσθαι κατ’ αὐτοὺς μετὰ τὸν θάνατον τὸν Δίωνος τὸ ‘τούτου κεχώρισται ἡ ψυχὴ καὶ τὸ σῶμα᾿ δεικνυμένου Δίωνος· ἀρέσκει γὰρ αὐτοῖς τὸ μετὰ τὴν ἐκπύρωσιν πάλιν πάντα ταὐτὰ ἐν τῷ κόσμῳ γίνεσθαι κατ’ ἀριθμόν, ὡς καὶ τὸν ἰδίως ποιὸν πάλιν τὸν αὐτὸν τῷ πρόσθεν εἶναί τε καὶ γίνεσθαι ἐν ἐκείνῳ τῷ κόσμῳ, ὡς ἐν τοῖς Περὶ κόσμου Χρύσιππος λέγει. εἰ δὲ τοῦτο, καὶ ὁ Δίων πάλιν [*](1 ὅτι Μ 4 εἶναι om. M 7 οὐδὲ Μ 8 τῶ a: τὸ BM 9 εἰ om. οὐκ ἔστιν om. M 10 οὐκ a 11 ὑποτιθεμένου a 12 ἐπιχείρημα a οὗτος corr. ex οὕτως Β 19 ἕποιτο M 21 τὸ prius om. M 24 ἡμέρα αὕτη M 25 τῆς om. aM δὲ a εἰ ΒΜ: om. a 27 αὐτὸ om. a 29 αὐτοὺς a: αὐτοῦ BM ἄν om. a 32 τὸν Δίωνος Β: τοῦ Δίωνος aM 33. 34 πάντα πάλιν M 34 γίνεσθαι BM (γίνεσθαι sive γενήσεσθαι iam coniecerat Zeller III3a 155): γενέσθαι a 35 ἐν om. a 36 τοῖς BM: τῷ a καὶ ὁ Δίων πάλιν aB2M: πάλιν καὶ ὁ Δίων Β pr.)

181
εἴη ἄν ποτε, ὥστε ἀληθὲς ἄν γένοιτο ἐπ’ αὐτοῦ τότε τὸ ‘οὗτος τέθνηκεν᾿· [*](58v) ἐχωρίσθη γὰρ τούτου ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ πάλιν συνετέθη. εἰ δὲ τοῦτο, οὐκ ἀδύνατον κατ’ αὐτοὺς τὸ ‘οὗτος τέθνη|κεν᾿. ὡς γὰρ οὐκ ἀδύνατόν [*](59r) φασιν εἶναι ἀξίωμα ἐπὶ τῶν συγκειμένων δακτύλων καὶ δεικνυμένων τὸ ἐφθάρθαι τοῦτο καίτοι ψευδὲς ὂν τότε, ὅτι διαστάντων τῶν δακτύλων δύναται, ὅπερ ἦν τῆς συνθέσεως φθορά, καὶ πάλιν συντεθέντων τὸ ἐφθάρθαι τοῦτο δεικνυμένων ἀληθὲς εἶναι (ἐφθάρη γὰρ πρότερον, ὅτε διέστησαν οἱ δάκτυλοι), οὕτως ἀληθὲς ἔσται καὶ ἐπὶ τοῦ πάλιν γενομένου Δίωνος τὸ ‘τέθνηκεν οὗτος’, διότι πρότερον αὐτοῦ ἐχωρίσθη ἡ ψυχὴ καὶ τὸ σῶμα, ὡς ἔχει ἡ τῶν δακτύλων σύνθεσις. ὡς γὰρ ἐπὶ τῶν δακτύλων τὸ κατ’ ἀριθμὸν ἐνήλλακται μόνον καὶ ἄλλο τῷ ἀριθμῷ μόνον τὸ ὕστερον δεικνύμενον τοῦ πρότερον δεικνυμένου, οὕτως καὶ ἐπὶ τοῦ Δίωνος, εἴ γε ὁ αὐτὸς <ὁ> ὕστερος τῷ πρόσθεν. εἰ δὲ λέγοιεν ἐπὶ μὲν τῶν δακτύλων τοὺς αὐτοὺς κατ’ ἀριθμὸν εἶναι τοὺς διισταμένους τε καὶ πάλιν συντιθεμένους, ἐπὶ δὲ τοὐ Δίωνος μηκέτι τὴν αὐτὴν ψυχήν τε καὶ σῶμα κατ’ ἀριθμὸν εἶναι τὰ συντιθέμενα, οὐδὲν τοῦτο πρὸς τὸν λόγον ἐστίν, ἔστ’ ἄν ᾖ κείμενον τὸν ἰδίως ποιὸν τὸν αὐτὸν εἶναι τὸν ὕστερον τῷ πρόσθεν (τοῖς γὰρ λέγουσι τὸν αὐτὸν γίγνεσθαι τὸν ἰδίως ποιὸν ἴσως ἄπορον τὸ πῶς μὴ τῶν αὐτῶν κατ’ ἀριθμὸν συνιόντων ψυχῆς τε καὶ σώματος τὸν αὐτὸν οἷόν τε γίνεσθαι). ὁ γὰρ αὐτὸς καὶ τὴν αὐτὴν ταύτην δεῖξιν ἀναδέχεται· οὐ γὰρ ὁ αὐτὸς μὲν <ὁ> ὕστερος τῷ πρόσθεν Δίωνι, οὐκ ἐπὶ ταὐτοῦ δὲ τὸ ‘οὗτος’ ἀλλ’ εἰ τοῦτο, ἀληθὲς ἔσται ἐπ’ αὐτοῦ τὸ ‘τέθνηκεν οὗτος’ καὶ τὸ ‘τούτου κεχώρισται ἡ ψυχὴ καὶ τὸ σῶμα᾿. εἰ δὲ δύναταί ποτε ἀληθὲς γενέσθαι τὸ ‘τέθνηκεν οὗτος’, οὐκ ἀδύνατον· διὰ τοῦτο γὰρ δυνατόν φασιν εἶναι καὶ τὸ ‘τέθνηκε Δίων’, ὅτι ποτέ ἐστιν ἀληθές. καὶ λέγουσι δὲ καὶ τοῖς ἰδίως ποιοῖς τοῖς ὕστερον γινομένοις πρὸς τοὺς πρόσθεν παραλλαγὰς μόνον γίνεσθαι κατά τινα τῶν ἔξωθεν συμβεβηκότων, οἷαι παραλλαγαὶ καὶ ἐπὶ τοῦ αὐτοῦ μένοντός τε καὶ ζῶντος Δίωνος οὐκ ἀλλάσσουσιν αὐτόν. οὐ γὰρ ἄλλος γίνεται, εἰ πρότερον ἔχων ἐπὶ τῆς ὄψεως φακοὺς ὕστερον μηκέτ’ ἔχοι· τοιαύτας δέ φασι τὰς ἐν τοῖς ἰδίως ποιοῖς τοῖς ἐν ἄλλῳ κόσμῳ παρὰ τοὺς ἐν ἄλλῳ γίνεσθαι. ἀλλ’ εἰ μὴ ἀδύνατον τὸ ‘οὗτος τέθνηκεν᾿ μηδὲ φθαρτὸν ἀξίωμα, ὁμολογοῖτ’ ἄν καὶ ὑπ’ αὐτῶν τὸ μὴ εἶναι συνημμένον ἀληθὲς τὸ ‘εἰ τέθνηκεν ὁ Δίων, τέθνηκεν οὗτος’· οὐ γάρ, ὅτε τὸ ‘τέθνηκε Δίων’ ἀληθές, τότε καὶ τὸ ‘τέθνηκεν οὗτος’ καίτοι μὴ ἐφθαρμένον. ὅμοιον τούτῳ καὶ τὸ ‘εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα’· δυνατὸν [*](1 ἄν εἴη M 2 ἐχωρίσθη corr. Β2 (fuisse videtur ἐχώρισε) 5 τὸ BM: τῷ a ψεῦδος aM διὰ πάντων M 7 δεικνυμένων a: δεικνύμενον BM post ὅτε add. δὴ πρῶτοι M 8 γινομένου M 10 γὰρ om. M 12 προτέρου M 13 ὁ addidi ὕστερον Β pr. μὲν om. a 14 συντεθειμένους B pr. 16 ἐστ’ M 18 γίνεσθαι Μ: γενέσθαι a μὴ, quod ante λέγουσι (17) habent libri, huc transposui 19 γενέσθαι M 20 post γὰρ alterum add. δὴ aM μὲν om. a 21 ὁ addidi Δίωνι Β: ἰδίω M: ἰδίων a 24. 25 φασι δυνατὸν εἶναι a 26 ἰδίοις M ἔμπροσθεν a παραλλαγὰς aM: παραλλαγὲν B 27 συμβαινόντων a 29 μηκέτι 31 παρὰ corr. Β2 ἐν om. M 32 μηδὲ aB2, in quo ἑ in ras. —3 lit.: μηδὲν M ὑπ᾿ BM: παρ’ a)
182
ἐπὶ τούτων ὥσπερ τὸ νύκτα εἶναι καὶ τὸ μὴ εἶναι ταύτην [τὴν] ἡμέραν [*](59r) μεταβάλλουσα γὰρ οὐκ ἔσται. εἰ μὲν γὰρ ὁ λέγων ‘οὐκ ἔστιν αὕτη ἡμέρα᾿ τοῦτο λέγει, ὅτι ἡ οὖσα ἡμέρα, ὅτε ἐστίν, οὐκ ἔστιν, οὐκ ἀληθὲς τὸ συνημμένον· οὐ γὰρ ἕπεται τῷ νύκτα εἶναι τὸ μὴ εἶναι τὴν οὖσαν ἡμέραν, ὅτε ἐστίν, ἀλλὰ τὸ μὴ εἶναι ἡμέραν. εἰ δὲ λέγει, ὅτι ἡ νῦν οὖσα καὶ δεικνυμένη οὐκ ἔστι, τότε τὸ συνημμένον ἀληθές, καὶ ὁμοίως τῷ ἡγουμένῳ τὸ ἑπόμενον δυνατόν. καὶ τἆλλα δέ, ὅσα προείρηται, καὶ ἐπὶ ταύτης ἄν τῆς δείξεως λέγοιτο.

Εἰδέναι δὲ δεῖ τὰς ἀκολουθίας, ὅτι δυνατοῦ μὲν ὄντος τοῦ ἡγουμένου ἐν τῇ ἀναγκαίᾳ ἀκολουθίᾳ δεῖ καὶ τὸ ἑπόμενον αὐτῷ δυνατὸν εἶναι, ὡς δέδεικται, ἀδυνάτου δὲ ὄντος πάλιν τοῦ ἑπομένου ἀδύνατον δεῖ καὶ τὸ ἡγούμενον εἶναι. οὐκέτι δὲ οὔτ’ εἰ δυνατὸν τὸ ἑπόμενον, ἀνάγκη καὶ τὸ ἡγούμενον εἶναι δυνατόν (οὐ γὰρ τῇ θέσει τοῦ ἑπομένου κατασκευάζεται τὸ ἡγούμενον, ἀλλ’ ἀνάπαλιν), οὔτ’ εἰ ἀδύνατον τὸ ἡγούμενον, ἀνάγκη καὶ τὸ ἑπόμενον ἀδύνατον εἶναι τῷ μὴ συναναιρεῖσθαι τῇ τοῦ ἡγουμένου ἀναιρέσει τὸ ἑπόμενον, ἀλλὰ τοὐναντίον. διὰ τοῦτο καὶ αὐτὸς εἶπε καὶ δυνατοῦ ὄντος τοῦ Α δυνατὸν ἔσται καὶ τὸ Β· τὸ γὰρ ‘εἰ ὄρνεον εἶ, ζῷον εἶ’ ἀληθὲς συνημμένον τοῦ μὲν ἡγουμένου ἀδυνάτου ὄντος δυνατοῦ δὲ τοῦ ἑπομένου.

[*](p. 34a 12)

Δεῖ δὲ λαμβάνειν μὴ μόνον ἐν τῇ γενέσει τὸ δυνατὸν καὶ ἀδύνατον, ἀλλὰ καὶ ἐν τῷ ἀληθεύεσθαι καὶ ἐν τῷ ὑπάρχειν.

Εἰπὼν καὶ δείξας ἐν ταῖς ἀκολουθίαις, ὅτι δυνατοῦ ὄντος τοῦ ἡγουμένου [*](59v) δυνατόν ἐστι καὶ τὸ ἑπόμενον, προστίθησιν, ὅτι, κἂν ὑπάρχον ᾖ τὸ ἡγούμενον, ὑπάρχον ἔσται καὶ τὸ ἑπόμενον, κἂν ἀναγκαῖον, ἀναγκαῖον ὁμοίως. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ εἰπεῖν δεῖν λαμβάνειν τὰ εἰρημένα μὴ ὡς μόνον εἰρημένα ἐπὶ τοῦ δυνατοῦ τοῦ ἐν γενέσει. ἔστι δὲ τὸ ἐν γενέσει δυνατὸν καὶ ἐνδεχόμενον, ὃ μήπω μὲν ἔστι, οἷόν τε δὲ γενέσθαι, οὗ τὸν ὅρον ἀποδέδωκεν. ἐφ’ οὗ αὐτῷ καὶ ἡ δεῖξις ἡ κατὰ τὴν ἀκολουθίαν γέγονε· λαβὼν γὰρ τὸ μὲν Α δυνατὸν τὸ δὲ Β ἀδύνατον εἶπεν “εἰ οὖν τὸ μὲν δυνατόν, ὅτε δυνατὸν εἶναι, γένοιτ’ ἄν’’· διὰ γὰρ τοῦ ‘‘γένοιτ’ ἂν” τὸ ἐν γενέσει δυνατὸν ἐδήλωσεν. οὐ μόνον οὖν τῷ ἐν γενέσει δυνατῷ, τοῦτ’ ἔστι τῷ γενέσθαι δυνατῷ, τὸ γενέσθαι δυνατὸν ἕπεται (οὐ γὰρ ἕπεται τῷ δυνατῷ τὸ γενέσθαι ἀδύνατον), ἀλλὰ καὶ εἰ τὸ δυνατὸν ὡς ὑπάρχον λαμβάνοιτο ἐπὶ τοῦ ἡγουμένου, ἐπεὶ καὶ κατὰ τούτου τὸ δυνατόν, οὐκ ἔσται [*](1 τὸ (post ὥσπερ) aB: τὴν M ante καὶ add. οὕτως aM τὴν BM: om. a; at cf. p. 178,6 2 μεταβαλοῦσα aM post αὕτη eras. ἡ, ut videtur, Β 3 ὅτι om. a 4 τὸ μὴ εἶναι om. M 7 τὸ τὸ aB δυνατόν BM: ἀληθές a τὰ ἄλλα M 12 τὸ alterum om. M 14 ἀλλὰ M οὔτ’ a, superscr. Β2: om. M 16 ante τὸ add. καὶ a 20.21 τὸ ἀδύνατον καὶ δυνατόν Ar. 27 τοῦ ἐν BM: a 28 καὶ BM: τὸ a οἷόν τε BM: δυνατὸν a δὴ, ut videtur, M 31 εἶναι om. a τοῦ aB: τοῦτο M)

183
ἑπόμενον αὐτῷ τὸ ἀδύνατον ὑπάρχειν ἀλλὰ τὸ δυνατὸν ὑπάρχειν τὸ ὡς [*](59v) ὑπάρχον. ἀλλὰ κἄν κατὰ τὸ ἀληθεύεσθαι λαμβάνηται τὸ ἡγούμενον δυνατόν, δεῖ καὶ τὸ ἑπόμενον ἀληθὲς εἶναι· ἀληθεῖ γὰρ ἀληθὲς ἕπεται. εἴη δ’ ἄν τὸ ἐν τῷ ἀληθεύεσθαι δυνατὸν καὶ τὸ ἀναγκαῖον λεγόμενον, ἐπεὶ τὸ ἀναγκαῖον ἀεὶ ὁ λέγων εἶναι ἀληθεύει. καὶ τῷ οὕτως δὴ δυνατῷ φησι τὸ ἑπόμενον ἔσεσθαι ἀναγκαῖον καὶ ἀεὶ ἀληθὲς καὶ ὁμοίως τῷ ἡγουμένῳ δυνατόν. τὸ δὲ ἀδύνατον δύναται μὲν καὶ ἐπὶ τῆς ἀπὸ τοὐ ἑπομένου πάλιν ἀκολουθίας εἰρῆσθαι. εἰ γὰρ ἀδύνατον τὸ ἑπόμενον, ἀδύνατον καὶ τὸ ἡγούμενον, καθ’ ὃν ἂν τρόπον ληφθῇ τὸ ἀδύνατον, ὡσαύτως γινομένου καὶ τοῦ ἡγουμένου ἀδυνάτου· εἴτε γὰρ γενέσθαι ἀδύνατον εἴη τοῦτο, καὶ τὸ ἡγούμενον, εἴτε ὑπάρχειν ἀδύνατον, ὁμοίως δὲ καὶ τὸ ἡγούμενον, εἴτε ἀδύνατον ἀληθεύεσθαί ποτε, ὁμοίως καὶ τὸ ἡγούμενον. ἔμπαλιν γάρ, ὡς προειρήκαμεν, ἡ ἀκολουθία ἔχει· τὸ μὲν γὰρ δυνατὸν ἀπὸ τοῦ ἡγουμένου τὴν ἀκολουθίαν ἔχει κατὰ πάντα τὰ τοῦ δυνατοῦ σημαινόμενα, τὸ δὲ ἀδύνατον ἀπὸ τοῦ ἑπομένου. ἀδυνάτου μὲν γὰρ ὄντος τοῦ ἡγομένου οὐ κεκώλυται τὸ ἑπόμενον δυνατὸν εἶναι, ὡς ἐν τῷ ‘εἰ ἱπποκένταυρος εἶ, ζῷον εἶ’· εἰ δὲ ἀδύνατον τὸ ἑπόμενον, δεῖ καὶ τὸ ἡγούμενον ἀδύνατον εἶναι, καθ’ ὃ ἂν σημαινόμενον τὸ ἀδύνατον ληφθῇ. λέγεται γὰρ τὸ ἀδύνατον καὶ ἐπὶ τοῦ ψεύδους· διὸ καὶ εἰ ψεῦδος τὸ ἑπόμενον, ψεῦδος καὶ τὸ ἡγούμενον. οὐ μὴν εἰ τὸ ἡγούμενον ψεῦδος, καὶ τὸ ἑπόμενον· ὡς γὰρ δυνατὸν τὸ ἀληθές, οὕτω δὴ καὶ τὸ ψεῦδος <ἀδύνατον>. δύναται τὸ τῷ δυνατῷ προστεθεικέναι ὑπὲρ τοῦ δεῖξαι, ὅτι, καθ’ ὃ ἄν σημαινόμενον τοῦ δυνατοῦ τὸ ἡγούμενον δυνατὸν ληφθῇ, κατὰ τοῦτο τῷ δυνατῷ ἀντικείμενον τὸ ἀδύνατον οὐχ οἷόν τε τὸ τῷ δυνατῷ ἑπόμενον εἶναι, ὡς προειρήκαμεν. παράδειγμα τοῦ μὲν ἐν γενέσει δυνατοῦ ‘εἰ τέθνηκε Δίων, τό<τε> ἄνθρωπος᾿, ἐπὶ ζῶντος ἔτι Δίωνος εἰ λέγοιτο, τοῦ δὲ κτὰ τὸ ὑπάρχειν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν’, εἰ λέγοιτο οὔσης ἡμέρας· ὁμοίως γὰρ τῷ ἡγουμένῳ καὶ τὸ ἑπόμενον ὑπάρχον· τοῦ δ’ ἀναγκαίου ‘εἰ θεοί εἰσι, κόσμος ἐστίν’.

Τὸ δὲ καὶ ὁσαχῶς ἄλλως λέγεται τὸ δυνατόν· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει δύναται μὲν λέγεσθαι καὶ ἐπὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοὐ ἀορίστου καὶ τοῦ ἐπ’ ἔλαττον, ὃ ἦν ὑπὸ τὸ ἐν γενέσει δυνατόν, ἢ καὶ ἐπὶ τοῦ ἀναγκαίου, εἰ εἴη πρότερον τὸ δυνατὸν τὸ ὡς ἀληθές εἰληφώς· ἢ εἰ τότε τὸ ἀναγκαῖον ἔλαβε, νῦν ἂν τὸ ἀληθὲς λέγοι· καὶ γὰρ τοῦτο δυνατόν. δύναται λέγειν καὶ περὶ τῶν Δυνατῶν, τοῦ τε, ὃ Διοδώρειον λέγεται, [*](2 ἀλλ’ ἐὰν Μ 5 δὲ aM 7 ἀπὸ om. M 8 ἀκολουθίας] ἁ expunxit Β2 9 τὸ om. M ληφθῇ post ἀδύνατον transponunt aM 15. 16 οὐκ ἐκώλυται a: οὐ κωλύεται M 16 εἰ om. aM 21 οὕτω δὴ καὶ corr. Β: οὕτως καὶ Β pr.: οὕτω δὲ καὶ aM ἀδύνατον. δύναται scripsi: δυνατὸν corr. B: δύναται Β pr., aM 22 προστεθεικέναι Β pr., aM: προστέθεικεν corr. B 24 τὸ (post τε) a, superscr. Β: om. M τῷ om. a ἑπόμενον scripsi: ἀντικείμενον M: ἀντικείμενον ἀδύνατον aB 25 δυνατοῦ BM: δύναται a ante εἰ add. τὸ a τότε scripsi (cf. p. 177,33): τὸ BM: om. a 26 ante Δίωνος add. τοῦ M 28 καὶ om. M 30 τὸ corr. ex τοῦ Β 32 τὸ alterum om. aM ἀληθῶς M 34 Διοδώρειον M: Διοδώριον Β: Διοδώρῳ a (cf. Prantl I p. 39, 35 —p. 40,37))

184
ὃ ἢ ἔστιν ἢ ἔσται· τὸ γὰρ ἢ ὂν ἢ ἐσόμενον πάντως δυνατὸν μόνον [*](59v) ἐκεῖνος ἐτίθετο. τὸ γὰρ ἐμὲ ἐν Κορίνθῳ γενέσθαι δυνατὸν κατ’ αὐτόν, εἰ εἴην ἐν Κορίνθῳ, ἢ εἰ πάντως μέλλοιμι ἔσεσθαι· εἰ δὲ μὴ γενοίμην, οὐδὲ δυνατὸν ἦν· καὶ τὸ τὸ παιδίον γενέσθαι γραμματικὸν δυνατόν, εἰ πάντως ἔσοιτο. οὗ εἰς κατασκευὴν καὶ ὁ Κυριεύων ἠρώτηται λόγος [ὁ] ὑπὸ τοῦ Διοδώρου. ὁμοίως καὶ περὶ τοῦ κατὰ Φωνὰ· ἦν δὲ τοῦτο τὸ [*](60r) κατὰ ψιλὴν λεγόμενον τὴν ἐπιτηδειότητα τοῦ ὑποκειμένου, κἄν ὑπό τινος ἔξωθεν ἀναγκαίου ᾖ γενέσθαι κεκωλυμένον. οὕτως τὸ ἄχυρον τὸ ἐν τῇ ἀτόμῳ ἢ τὸ ἐν τῷ βυθῷ δυνατὸν ἔλεγε καυθῆναι ὂν ἐκεῖ, καίτοι κωλυόμενον ὑπὸ τῶν περιεχόντων αὐτὸ ἐξ ἀνάγκης. ὧν ἐστι μεταξὺ τὸ ὑπ’ Ἀριστοτέλους λεγόμενον· δυνατὸν γὰρ καὶ τὸ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν, κἄν μὴ γένηται. τὸ γὰρ ἄχυρον τὸ μὲν μὴ ὂν ἐν τῇ ἀτόμῳ μηδ’ ὅλως ὑπό τινος κωλυόμενον δυνατὸν καυθῆναι, κἄν μηδέποτε καυθῇ, ὅτι μὴ κεκώλυται, τὸ δὲ ὂν ἐν τῇ ἀτόμῳ καυθῆναι οὐκέτι δυνατὸν τῷ ὑπό τινος κωλύεσθαι τὴν καῦσιν αὐτοῦ. διὸ ἐκείνῳ μὲν ὑποτεθέντι καίεσθαι οὐδὲν ἀδύνατον ἕπεται· εἰ δὲ τὸ ἐν τῇ ἀτόμῳ ὂν ὑποθοῖτό τις καίεσθαι, ἀδύνατον ἀκολουθήσει αὐτῷ τὸ πάσχειν τὸ ἀπαθές, εἴ γε ἡ ἄτομος ἀπαθὴς εἶναι ὑπόκειται.

[*](p. 34a 16)

Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τὸ Β ἔσται δεῖ ὑπολαβεῖν· οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλὰ δυοῖν ἐλαχίστοιν.

Δείξας πᾶσαν ἀκολουθίαν ἀναγκαίαν οὕτως ἔχουσαν ὡς τῷ τρόπῳ τῆς κατὰ τὸ δυνατὸν ὑπάρξεως τῷ ἡγουμένῳ ἀκολουθεῖν καὶ τὴν τοῦ ἑπομένου αὐτοῦ ὕπαρξιν ὁμοίαν μεταφέρει τὸ καθόλου δεδειγμένον ἐπὶ τὴν συλλογιστικὴν ἀκολουθίαν, οὗ χάριν καὶ τὴν δεῖξιν ἐποιήσατο. καὶ εἴη ἄν δυνάμει τὸ λεγόμενον τοιοῦτο· δεῖ μὴ μόνον ὡς ἐπὶ τῶν ἁπλῶν ἀκολουθήσεων εἰρημένον λαμβάνειν τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ συλλογισμὸν γινομένων· καὶ γὰρ ἐν τούτοις ἀκολουθεῖ τὸ συμπέρασμα ταῖς προτάσεσιν· εἰ γὰρ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, ὥστε καὶ δυνατῶν οὐσῶν καὶ (??) δυνατὸν ἔσται, καθ’ ὃ ἄν σημαινόμενον τοῦ δυνατοῦ λαμβάνωνται. ἂν δὴ ἀντὶ μὲν τῶν προτάσεων ληφθῇ τὸ Α ἀντὶ δὲ τοῦ συμπεράσματος τὸ Β, [*](1 ὃ ἢ transposui (cf. Plut. de Stoic, rep. 46 δυνατόν, ὅπερ ἢ ἔστιν ἀληθὲς ἢ ἔσται κατὰ Διόδωρον): ἢ ὃ BM: ἤγουν ὃ a ante ἔστι repetit ὃ M 3 εἰ (post ἢ) om. a 4 τὸ alterum om. aM 5 πάντως om. a Κυριεύων] cf. Zeller Rel. Acad. Berol. 1882 p. 151 sqq. Ueber den Κυριεύων des Diodorus ὁ (post λόγος) BM: om. a 6 τοῦ (ante Διοδ.) om. aM Φίλονα a 7 τινων a 8 ἀναγκαίου scripsi: ἀναγκαῖον libri ἀναγκαῖον ἔξωθεν ἦν M 9 ἀτόμῳ] ἀρούρᾳ temptabat Prantl I 464, 163; at cf. vs. 17 τὸ ἐν om. M 9. 10 κολυόμενοι a 13 δύναται M 14 post κεκώλυται add. ὅ a τὸ δὲ ὃν ἐν τῇ ἀτόμῳ μὴ add. a) καυθῆναι,, quae verba post τὴν καῦσιν αὐτοῦ (15) collocant libri, huc transposui οὐκέτι aB: οὐκ ἔστι δὲ M 15 post διὸ add. καὶ Μ 19 τὸ (ante ὄντος) a et Ar.: om. B 22 οὕτως ἔχουσαν om. a 23 καὶ τὴν . . . ἀκολουθίαν (25) om. aM 24 ὕπαρξιν scripsi: ὑπάρξειν Β 26 τοιοῦτον aM 27 συλλογισμῶν a 29 καὶ (post οὐσῶν) om. aM 30 λαμβάνωνται M: λαμβάνονται aB)

185
εἴη ἄν ἡ προειρημένη δεῖξις ἁρμόζουσα καὶ ταῖς τοιαύταις ἀκολουθίαις. [*](60r) τὸ δὲ οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος δεῖ καὶ αὐτὸ ἀκοῦσαι, ὅτι συλλογιστικῶς· οὕτως γὰρ οὐκ ἔστιν ἐξ ἀνάγκης. τὸ δὲ ὥσπερ οὖν εἴ τις θείη τὸ μὲν Α τὰς προτάσεις τὸ δὲ Β τὸ συμπέρασμα ἴσον ἐστὶ τῷ ‘καὶ εἴ τις τὸ μὲν Α ἀντὶ τῶν προτάσεων λάβοι τὸ δὲ Β συμπέρασμα᾿.

[*](p. 34a 25)

Τούτου δὲ δειχθέντος φανερόν, ὅτι ψεύδους ὑποτεθέντος καὶ μὴ ἀδυνάτου καὶ τὸ συμβαῖνον διὰ τὴν ὑπόθεσιν ψεῦδος ἔσται καὶ οὐκ ἀδύνατον.

Ἔτι τὸ οὗ χάριν ἔδειξε τῷ δυνατῷ τὸ δυνατὸν ἀκολουθεῖν, τοῦτο φανερὸν ποιεῖ. ἐπεὶ γὰρ ὁποῖον ἄν ᾖ τὸ ἡγούμενον πρὸς ὕπαρξιν, τοιοῦτον ἐδείχθη καὶ τὸ ἑπόμενον ἐν ταῖς ἀναγκαίαις ἀκολουθίαις, δῆλον ὅτι μὴ ταὐτόν ἐστι τὸ ψεῦδός τε καὶ τὸ ἀδύνατον, ἀλλ’ ἔστιν αὐτῶν διαφορά. οὐ γάρ, εἴ τι ψεῦδός ἐστι, τοῦτο ἤδη καὶ ἀδύνατον· ἔστι γὰρ ψεῦ.δος δυνατόν· ὁ γὰρ τὸ ἐνδεχόμενον εἶναι μηδέπω δὲ ὂν ὑποθέμενος εἶναι ψεῦδος μὲν τίθησιν, οὐ μὴν ἀδύνατον. ψεύδους δ’ ὄντος τοῦ ἡγουμένου δυνατοῦ δὲ ψεῦδος ἔσται ὅλως καὶ τὸ ἑπόμενον, οὐ μὴν ἀδύνατον. ἐγχωρεῖ μὲν γὰρ καὶ ἀληθὲς εἶναι τὸ συμπέρασμα ψευδῶν οὐσῶν τῶν προτάσεων, ὡς τῷ δευτέρῳ δείξει. ἀλλ’ εἰ καὶ ψεῦδος εἴη, οὕτως ἔστι ψεῦδος, ὡς μὴ ἀδύνατον εἶναι· εἰ γὰρ εἴη ἀδύνατον ἐπὶ προτάσεσιν ἢ προτάσει ψευδεῖ μὲν μὴ ἀδυνάτῳ δέ, ἕποιτο ἄν πάλιν δυνατῷ ἀδύνατον. εἰ δὲ ἐν συλλογισμῷ τινι ὑποτεθείσης μιᾶς προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ἀδύνατον τὸ ἑπόμενον εἴη, οὐ παρὰ τὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον εἴη ἄν τοῦτο τὸ ἀκολουθῆσαν ἀδύνατον, ἀλλὰ παρὰ τὸ θάτερον τῶν, οἷς ἠκολούθησεν, ἀδύνατον εἶναι καὶ αὐτό· οὐ γὰρ ἑνί τινι κειμένω ἐν ταῖς συλλογιστικαῖς ἀκολουθίαις ἕπεταί τι ἐξ ἀνάγκης, ὡς εἶπε. τὸ δὲ εἰ γὰρ ἀδύνατον, ἅμ τὸ αὐτὸ ἔσται δυνατὸν καὶ ἀδύνατον εἶπε διὰ τὸ ἄν ᾖ τοὐ ἡγουμένου δυνατοῦ ὄντος τὸ ἑπόμενον ἀδύνατον, γίνεσθαι αὐτό, καθ’ ὅσον μὲν ἕπεται τῷ ἡγουμένῳ δυνατῷ ὄντι καί, ὅτε ἐκεῖνό ἐστι, καὶ αὐτὸ εἶναι ὀφείλει, δυνατόν, καθ’ ὅσον δὲ ὑπόκειται ἀδύνατον εἶναι, ἀδύνατον· τὸ γὰρ ἁπλῶς ἀδύνατον καὶ τότε ἐστὶν ἀδύνατον, ὅτε αὐτοῦ τὸ ἡγούμενον δυνατόν ἐστιν. |

[*](p. 34a 34)

Διωρισμένων δὲ τούτων ὑπαρχέτω τὸ Α παντὶ τῷ B. [*](60v) εἰπὼν καὶ προδιομολογησάμενος περὶ τῆς ἀκολουθίας τοῦ συμπερά- [*](1 ἡ periit in M 2 οὐδὲν a et Ar.: οὐδὲν ἢ ΒΜ (at cf. p. 184,20) 3 ἀκούειν M 4 οὖν periit in M 10 τὸ ἀδύνατον M 13 τὸ utrumque om. a 15 εἶναι (post ὑποθ.) aB: γενέσθαι M 17 ante ὅλως add. ἢ Β 18 προτ[άσεων, ὡς] unc. incl. pericrunt in M 10. 20 ἀδύνατον BM: δυνάμενον a 25 ἑνί a: ἐπί M 27 τὸ (ante αὐτὸ) aM ct Ar.: om. B δυνατὸν έσται τὸ αὐτὸ Ar. ᾖ aM: om. Β 28 αὐτῷ a 29 καὶ pruis om. a ἐκεῖνο a: ἐκεῖνος BM αὑτὸ a 30 ἀδύνατον (post εἶναι) a: δυνατόν BM 31 τότε BM: πότε a 32 δὴ Ar.)

186
σματος πρὸς τὰς προτάσεις, ᾗ προσχρῆσθαι μέλλει, ἐπανῆλθεν ἐπὶ τὰ [*](60v) προκείμενα, καὶ λέγει περὶ τῶν συζυγιῶν τῶν μικτῶν ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης ἐν πρώτῳ σχήματι τῆς μείζονος οὔσης ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης. ἡ δὲ δεῖξις αὐτῷ τοῦ συλλογιστικὰς εἶναι τὰς τοιαύτας συζυγίας, ἐν αἷς ἡ μείζων ἐστὶν ὑπάρχουσα, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γίνεται· διὸ καὶ εἶπε μὴ εἶναι τοὺς ἐν ταῖς τοιαύταις μίξεσι γινομένους συλλογισμοὺς τελείους. λαμβάνει δὲ τὸ μὲν Α τῷ Β παντὶ ὑπάρχειν, τὸ δὲ Β τῷ Γ ἐνδέχεσθαι παντί, καί φησι τὸ Α τῷ Γ παντὶ ἐνδέχεσθαι. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον· ἀντίκειται δὲ τῷ ‘ἐνδέχεται παντί᾿ τὸ ‘οὐκ ἐνδέχεται παντί᾿, ὃ ἴσον ἐστὶ τῷ ‘ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρχει᾿. θεὶς δὲ τοῦτο μεταλαμβάνει τὴν ΒΓ τὴν ἐνδεχομένην καθόλου καταφατικὴν εἰς ὑπάρχουσαν καθόλου καταφατικήν, ὃ ψεῦδος μέν ἐστιν, οὐ μὴν ἀδύνατον τῷ κεῖσθαι τὸ Β τῷ Γ ἐνδέχεσθαι παντὶ τὸ δὲ ἐνδεχόμενον ὑπάρχειν τινὶ μὴ εἶναι ἀδύνατον καὶ ὑπάρχειν λαβεῖν. ἐκ δὴ τῶν ‘τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρχει᾿ καὶ ‘τὸ Β τῷ Γ παντὶ ὑπάρχει᾿ συνάγεται ἐν τρίτῳ σχήματι τὸ Α μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τῷ Β, ὅ ἐστιν ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν. εἶπε δὲ τὸ εἰ οὖν τὸ μὲν Α μὴ ἐνδέχεται τῷ Γ ἐνδεέστερον· λείπει γὰρ τὸ ‘παντί· τοῦτο γὰρ τὸ ἀντικείμενον τῷ ἐνδέχεσθαι παντί. τὸ δὲ Α οὐ παντὶ τῷ Β ἐνδέχεται εἶπεν ὡς ἴσον τῷ οὐ παντὶ ὑπάρχειν· τοῦτο γὰρ ἐδείχθη συναγόμενον ἐν τρίτῳ σχήματι ἐν ταῖς μίξεσι ταῖς ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης, ἐν αἷς ἦν ἡ μὲν ἐλάττων καθόλου καταφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία· ἐπὶ μέρους γὰρ ἀποφατικὸν ὑπάρχον τὸ συμπέρασμα. ἀλλὰ καὶ τὸ ἀλλ’ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν εἶπεν ἀντὶ τοῦ ‘ὑπέκειτο παντὶ ὑπάρχειν᾿· ὑπάρχουσα γὰρ ἡ καθόλου καταφατικὴ ἡ Α Β. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐπὶ τοῦ συμπεράσματος τὸ <A> οὐ παντὶ τῷ Β εἶπεν ὡς ἴσον τῷ οὐ παντὶ ὑπάρχειν τὸ Α τῷ Β. οὕτως δὲ γίνεται καὶ τὸ συναγόμενον ἀδύνατον, εἰ κειμένου τοῦ Α παντὶ τῷ Β ὑπάρχειν συνάγοιτο τινὶ μὴ ἡπάρχειν· ἀδύνατον γὰρ τὸ παντὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν. οὐκέτι δὲ ἀδύνατον, ὃ αὐτὸς δοκεῖ διὰ τῶν λέξεων λαμβάνειν· οὐ γὰρ ἀδύνατον κειμένου τοῦ Α τῷ Β ἐνδέχεσθαι παντί, ὃ εἶπε, καὶ τὸ ἐνδέχεσθαι καὶ μὴ παντί, ὃ καὶ αὐτὸ εἰρηκέναι δοκεῖ, ἐπεὶ τὸ αὐτὸ οἷόν τε καὶ παντὶ ἐνδέχεσθαι καὶ μηδενί. ἀλλ᾿, ὥσπερ εἶπον, τῷ ἐνδέχεσθαι ἐπ’ ἀμφοτέρων ἀντὶ τοῦ ὑπάρχειν ἐχρήσατο, ἐπεὶ καὶ κατὰ τούτου κατηγορεῖται. ἀδύνατον δὴ τὸ συναγόμενον εὑρὼν καὶ δείξας ἐπὶ ταῖς προκειμέναις προτάσεσι, [*](1 πρὸς BM: παρὰ a μέλλει προσχρῆσθαι aM 3 δ’ M 4 post ἐλάττονος add. οὔσης a 5 ἐστὶν om. M 6 εἶπε] p. 34a4 8 δὲ aM: om. B 9 τῷ corr. ex τὸ Β ἐνδέχεσθαι M 10 οὐχ ὑπάρχει superscr. expuncto οὐ B: μὴ aM δὲ Β corn: δὴ B pr., aM 12 ὅ aB: καὶ M 14 ἀδύνατον εἶναι a 15 ὑπάρχειν (ante καὶ) M ὑπάρχει (ante συνάγεται) scripsi: ὑπάρχειν libri 16 ἐστιν om. a 17 ὑπάρχειν] εἰν Β2 corr. ἐνδέχεσθαι a 18 παντί; quod Alex, requirit, ante τῷ γ add. n 19 post ἐνδέχεσθαι add. τῷ M 21 ἦν superscr. M 22.23 ἀποφατικὴ ἀναγκαία ἐπὶ μέρους a 26 ᾱ ex Arist. addidi; cf. vs. 19 28 εἰ κειμένου aB: ἐκκειμένου M 31 ante ἁ add. τὸ a 32 καὶ (ante μὴ) om. a αὐτό correxi: αὐτὸς libri 34 ὑπάρχειν M: ὑπάρχοντος aB 35 προτάσεσι om. M)
187
τῇ τε ύποθέσει τῆς ἀντικειένης τῷ συμπεράσματι καὶ τῇ μεταληφθείση [*](60r) εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, τοῖς δεδειγμένοις προσχρῆται καί φησι τὸ ἀδύνατον ἠκολουθηκέναι μὴ τῇ ψευδεῖ· αὕτη γὰρ ἦν ψευδὴς μὲν δυνατὴ δέ, δυνατῷ δὲ τὸ ἀκολουθοῦν δυνατὸν ἀλλ’ οὐκ ἀδύνατον, ὡς ἐδείχθη· τῇ ἑτέρᾳ ἄμ, τῇ ὑποθέσει. ἀδύνατος ἄρα ἐκείνη, ἐπεὶ δεῖ τι τῶν κειμένων ἀδύνατον εἶναι, οὐκ ἔστι δὲ ἡ ἑτέρα ἀδύνατος. τὸ ἀντικείμενον ἄρα τῆς ὑποθέσεως ἀληθές· ἔστι δὲ τοῦτο τὸ Α τῷ Γ ἐνδέχεσθαι παντί· τῷ γὰρ οὐκ ἐνδέχεσθαι παντὶ ἀντιφατικῶς ἀντίκειται τὸ ‘ἐνδέχεται παντί ’ .

[*](p. 34b 2)

Ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος ποιήσαιτό ἀδύνατον θέντα τῷ Γ τὸ Β ὑπάρχειν.

Ο λέγει καὶ δείκνυσι τοιοῦτόν ἐστιν· ὅτι ἀδύνατον τὸ ὑποτεθὲν ἐπὶ ταῖς κειμέναις προτάσεσι ταῖς ‘τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ Β τῷ Γ παντὶ ἐνδέχεται᾿, <τὸ> ‘τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ’ (τοῦτο γὰρ ὑπετέθη συμπέρασμα), ὅτι οὖν τοῦτο ἀδύνατον, ἔστι, φησί, | καὶ διὰ τοῦ πρώτου [*](61r) σχήματος δεῖξαι· νῦν γὰρ ἐδείχθη διὰ τοὐ τρίτου. δείκνυσι δὴ τοῦτο λαβὼν ἀμφοτέρας τὰς προτάσεις ἀνάπαλιν, τὴν μὲν ὑπάρχουσαν ἐνδεχομένην τὴν δὲ ἐνδεχομένην ὑπάρχουσαν· λαμβάνει γὰρ τὸ μὲν Α τῷ Β ἐνδέχεσθαι παντί ἦν δὲ ὑπάρχουσα αὕτη καθόλου καταφατική), τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχειν· ἦν δὲ ἐνδεχόμενον παντί. οὕτως δὴ ληφθεισῶν τῶν προτάσεων οὐδὲν μὲν ἀδύνατον ἔσται κείμενον· οὔτε γὰρ τὸ ὑπάρχον ἐνδέχεσθαι ὑπάρχειν ἀδύνατον, οὔτε τὸ ἐνδεχόμενον ὑπάρχειν. τὸ μέντοι συμπέρασμα ἀδύνατον τὸ ὑποτεθὲν ἐπὶ τούτοις κειμένοις, ὅπερ ἔξωθεν εἴασε, τὸ τὸ Α μὴ παντὶ ἐνδέχεσθαι τῷ Γ. συνάγεται γὰρ ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐκ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος καθόλου καταφατικὸν ἐνδεχόμενον συμπέρασμα, ὡς ἐδείχθη πρὸ ὀλίγου· τῆς γὰρ μείζονος οὔσης ἐνδεχομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἐνδεχόμενον ἐδείχθη γινόμενον συμπέρασμα. ἀδύνατον δέ, ὃ ἐνδέχεται παντί, τοῦτο μὴ ἐνδέχεσθαι παντί· ἀντίφασις γάρ. τὸ ἄρα ἀντικείμενον τοῦ ὑποτεθέντος ἔσται συμπέρασμα, ὅ [οὐ παντὶ] ἐστι τὸ ἐνδέχεσθαι τὸ Α παντὶ τῷ Γ. μετέλαβε δὲ τὴν μείζονα ὑπάρχουσαν οὖσαν εἰς τὴν ἐνδεχομένην οὐχ ὡς μὴ γινομένου τοῦ συμπεράσματος ἀδυνάτου, εἰ καὶ ὑπάρχουσαι ἦσαν ἄμφω (παντὶ μὲν γὰρ ὑπάρχειν συνήγετο τὸ Α τῷ Γ ἀμφοτέρων οὐσῶν ὑπαρχουσῶν, οὗ ὄντος ἀληθοῦς <ἀδύνατον> ἐδείκνυτο ὑποτεθὲν συμπέρασμα τὸ τὸ Α μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ), ἀλλὰ βουλη- [*](1 τὴν ἀντικειμένην Β: τῇ ἀντικειμένῃ a 3 αὐτὴ a ἦν om. M 5 ἄρα (ante τῇ) om. M δεῖ a: δ’ εἴ BM 6 ἔστι BM: ἔτι a 6. 7 τῇ ὑποθέσει aM ἐνδέχεσθαι Β: ἐνδέχεται aM θέντας Ar. τῷ τὸ β Ar.: τὸ γ τῷ β aB 11 ἐστιν ὑπάρχει M 12 τῷ β ante παντὶ transponit a ὑπάρχει scripsi: ὑπάρκειν libri 13 τὸ addidi; cf. vs. 22 15 post ἐδείχθη expunxit καὶ Β 17 δὲ om. M 18 αὐτὴ aM 20 ὑπάρχον corr. ex ὑπάρχειν Β 23 ἐνδέχεσθαι παντὶ a κειμένῃ M ojarjaM: οὕσης Β 26 πρὸ ὀλίγου] p. 33b25 sq. 27 ante συμπέρασμα add. τὸ M 29 οὐ παντὶ BM: om. a 33 ἀδύνατον a: om. BM)

188
θεὶς ἀντίφασιν δεῖξαι ποιοῦν τὸ ὑποκείμενον τῷ συναγομένῳ, ὅπερ πρίδηλόν [*](61r) ἐστι καὶ ἀναμφιλέκτως ἀδύνατον. ἔτι τε τοῦτ’ ἔστι καὶ τὸ ὀφειλόμενον δειχθῆναι τῇ τοῦ ὑποτεθέντος ὡς ἀδυνάτου ὑποθέσει. τὸ γὰρ ‘ἐνδέχεται παντί᾿ τῷ ‘μὴ ἐνδέχεται παντί᾿ ἀντιφατικῶς ἀντίκειται· συνάγεται δὲ τὸ ἐνδέχεσθαι παντὶ τῆς μείζονος τῆς ΑΒ ἐνδεχομένης καταφατικῆς τεθείσης. δύναται δὲ τῷ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν κεχρῆσθαι πάλιν ἐπὶ τῆς ΑΒ προτάσεως καὶ ἐπὶ τοῦ συμπεράσματος, ὡς καὶ πρὸ ὀλίγου. οὐ μὴν τοιαύτη ἡ δεῖξις κατὰ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν γέγονεν· οὐ γὰρ τῷ ὑποτεθέντι, ὃ ἢν ἀντικείμενον τῷ δειχθῆναι προκειμένῳ, προσελήφθη πρότασίς τις τῶν κειμένων καὶ συνήγαγεν ἀδύνατον, οὗ τῇ ἀναιρέσει ἀναιρούμενον τὸ ὑποτεθὲν κατεσκεύαζε τὸ ἀντικείμενον αὐτοῦ, ἀλλὰ δύο προτάσεις ληφθεῖσαι, ἡ μὲν μία ἀληθὴς καὶ κειμένη ἡ δὲ μεταληφθεῖσα εἰς ψεῦδος μὲν οὐ μὴν ἀδύνατον ὂν ἐπὶ ταύταις ταῖς προτάσεσιν. οὐ μὴν εἰ ἀδύνατον τοῦτο, διὰ τοῦτο τὸ ἀντικείμενον τοῦ ὑποτεθέντος εἰσάγεται· ἀδύνατον γὰρ τοῦτο. ὥστε ἄλλο τι ἐκ τῶν ληφθέντων συνάγεται καὶ τῷ μὴ πάντως γίνεσθαι ἐν τοῖς οὕτως λαμβανομένοις τὸ ἀδύνατον παρὰ τὴν ὑπόθεσιν, ὡς ἐν ἄλλοις ἐζητήκαμεν ἐπὶ πλέον.

[*](p. 34b 7)

Δεῖ δὲ λαμβάνειν τὸ παντὶ ὑπάρχειν μὴ κτὰ χρόνον ὁρίσαντας, οἷον νῦν ἢ ἐν τῷδε τῷ χρόνῳ, ἀλλ’ ἁπλῶς.

Δεῖ, φησίν, ἐν τῇ προκειμένῃ μίξει τὸ παντὶ ὑπάρχειν τὸν πρῶτον ἄκρον τῷ μέσῳ λαμβάνειν μὴ πρὸς χρόνον ὡρισμένον ὑπάρχον. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· αὗται τῶν ὑπαρχουσῶν προτάσεων καθόλου κατὰ χρόνον ὁρίζονται, ὅσαι μὴ ἀεὶ δύνανται λαμβάνεσθαι ὑπάρχουσαι καθόλου ἀλλὰ πρὸς καιρόν, ὡς ἡ τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν τιθεῖσα ἢ τὸν ἄνθρωπον παντὶ κινουμένῳ. τὸ δ’ αἴτιον, ὅτι ἐπὶ πλέον ὑποκείμενος ὁ μέσος ἐν ταῖς τοιαύταις ὑπαρχούσαις ἐν τῷ δύνασθαι καὶ ἄλλοις ὑπάρχειν, οἷς ὁ κατηγορούμενος αὐτοῦ καθόλου μὴ δύναται ὑπάρχειν, πρὸς χρόνον ὁρίζει τὴν ὑπάρχουσαν. ὅταν γάρ, ᾧ ἐνδέχεται ὑπάρχειν αὐτὸν ἄλλῳ ὄντι καὶ μὴ ὑπὸ τὸν μείζονά τε καὶ κατηγορούμενον αὐτοῦ, ληφθῇ ὑπάρχειν, οὐκέτι δύναται ἡ καθόλου ὑπάρχουσα ἀληθὴς εἶναι, ἥτις ἦν ἡ μείζων πρότασις. ἄν γὰρ τὸ ζῷον ὑποθώμεθα παντὶ κινουμένῳ, τῷ τὸ κινούμενον δύνασθαι καὶ μὴ ζῴοις ὑπάρχειν, ὅταν ὑπάρχῃ κἀκείνων τινί, οὐκ ἔσται τότε ἔτι ἀληθὴς ὑπάρχουσα καθόλου ἡ τὸ ζῷον | παντὶ κινοῦ· [*](61v) [*](1 ἀντικείμενον M 2 ἀμφίλεκτον M 3 ἐνδέχεται] τᾶι in ras. B 5 ἐνδέχεσθαι Β: ἐνδέχεται aM 6 τῷ ex τὸ corr. Β ἀντὶ τοῦ ὑπάρχειν post προτάσεως (7) transponit a 7 πρὸ ὀλίγου] cf. p. 186,19 —27 7.8 ἡ τοιαύτη aM 8 γεγονέναι M οὐ in ras. Β 9 ὑποκείμενον a τις Μ: τῆς aB 10 post ἀδύνατον add. τι M 11 κατασκευάζει M: κατασκευάζεται a 12. 13 οὐ μὴν ἀδύνατον ὃν aB: οὐκ ἀδύνατον δὲ M 13 εἰ aB: εἰς M 14 τὸ aM: om. B 15 ἀλλ᾿ ὅτι B pr. 16 οὕτω aM ante παρὰ superscr. ἀλλὰ Β2 ὡς periit in M 18 τῷ a ὑπάρχειν aB (n): ὑπάρχον Ar. 19 ἀλλ’ ἀπλῶς om. a 20 προκειμένῃ aB: παρούσῃ M 21 πρὸς ΒΜ: κατὰ a 25 δ’ om. M 26. 27 ὑπάρχειν om. a 28 αὐτὸ M 32 κἀκείνῳ a 33 ὑπάρχουσα periit in M)

189
μένω ὑπάρχειν λέγουσα. γίνεται οὖν πρὸς χρόνον ὡρισμένον ὑπάρχουσα· [*](61v) ἔστ’ ἂν γὰρ μηδενὶ ἄλλῳ ὑπάρχῃ τὸ κινεῖσθαι, δυνατὸν ἔσται τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν ὑποτίθεσθαι. ἀλλὰ μὴν ἐν ᾗ συμπλοκῇ τοιαύτη πρότασις ἡ μείζων ἐστίν, ἀδύνατον ἐκείνην εἶναι συλλογιστικήν , ἐπειδήπερ δεῖ τὴν ἐλάττονα καταφατικὴν εἶναι ἢ ἐνδεχομένην ἢ ὑπάρχουσαν ἢ ἀναγ- καίαν, καὶ ᾧ ἂν τούτων, οἷς οὐχ οἷόν τε τὸν μείζονα ἄκρον ὑπάρχειν, ὁ μέσος ἐνδέχεσθαι ὑπάρχειν ληφθῇ, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία τῷ, ὅτε ὑπάρχει τούτῳ ὁ μέσος, ᾧ ἐνδέχεσθαι ὑπάρχειν εαηπται, μηκέτι τη- τηρεῖσθαι καθόλου ὑπάρχουσαν τὴν μείζονα. ἀληθεῖς μὲν οὖν ἀμφοτέρας ἐνδέχεται ἅμα εἶναι, καὶ τὴν ὑπάρχουσαν καὶ τὴν ἐνδεχομένην, οὐ μὴν καὶ συλλογιστικὴν αὐτῶν τὴν συμπλοκήν. οὐδὲ γὰρ ἄλλως δείκνυται συλλογιστικὴ ἡ ἐκ τοιούτων προτάσεων συμπλοκὴ ἢ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπα- γωγῆς, ἐν ᾗ μεταλαμβάνεται τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον· οὐκέτι δὲ οὐδὲ ἀληθεῖς οἷόν τε ἅμα εἶναι, ἂν ὁ μέσος τῷ ἐσχάτῳ τῷ ἐκτὸς πίπτοντι τοὐ μείζονος ἄκρου ὑπάρχειν παντὶ ληφθῇ· οὐ γὰρ ἔτι οἷόν τε τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν εἶναι, ἀλλ’ ἐπὶ μέρους γίνεσθαι. ὥστ’ οὐ χρήσιμος πρὸς συλλογισμὸν ἡ τοιαύτη καθόλου ὑπάρχουσα, ἧς ἡ μετὰ ταύτην ἐνὸ-̓-lοuι ἔνη λαμβανομένη ὁρίζει τὸ ἀληθές· ἕως γὰρ ἄν ἐκείνη ἐν- δεχομένη μένῃ, μέχρι τότε αὕτη ἀληθής, γινομένης δὲ ἐκείνης ὑπαρχούσης οὐκέθ’ αὕτη ἀληθής. ὅταν γὰρ τὸ κινεῖσθαι πἐνδεχ̣όαι ἐνὸν ὑπάρχειν λίθῳ καὶ ὑπάρχῃ, τότε οὐκέτι τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν δύναται λαμ- βάνεσθι, ἀλλὰ γίνεται ἡ ἀπόφασις ἀληθὴς τότε ἡ ’xo ζῷον οὐ παντὶ κι- ω- νουμένῳ’, ἥτις ἐστὶν ἐπὶ μέρους ἀποφατική. διὸ οὔτε ὑπάρχειν δύναται ληφθῆναι τὸ ζῷον τῷ λίθῳ οὔτε ἐνδέχεσθαι ὑπάρχειν· ἐξ ἀνάγκης γὰρ αὐτῶ οὐδενὶ ὑπάρχει. οὐ γὰρ οἷόν τε ἐπὶ μέρους οὔσης τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι συλλογισμὸν γίνεσθαι, ὃ γίνεται περὶ αὐτὴν τότε. δεῖ οὖν, φησί, τὴν ὑπάρχουσαν τοιαύτην λαμβάνεσθαι, ἧς οὐχ ὥρισται τὸ ἀληθὲς ὑπὸ τῆς προrιθαμάνη αὐτῇ ἐνδεχομένης, ἀλλὰ τοιαύτην εἶναι ὡς μένειν καθόλου καταφατικὴν ὑπάρχουσαν καὶ τῆς ἐνδεχομένης καθόλου μεταλαμβανομά-νης εἰς τὴν ὑπάρχουσαν. οὐδὲν γὰρ διαφέρει ἢ προσθεῖναί τινα διορισμὸν τῇ ὑπαρχούσῃ ὡς κτὰ χρόνον ὁρίζειν αὐτὴν ἢ ἐνδεχομένην τοιαύτην αὐτῇ συντάξαι, ἥτις ἀναιρεῖ αὐτὴν εἰς τὸ ὑπάρχειν μεταβάλλουσα. οὐ γὰρ τὴν ἀεὶ ὑπάρχουσαν λέγει (αὕτη γὰρ ἀναγκαία ἤδη), ἀλλὰ τὴν μένειν δυναμένην ὑπάρχουσαν καθόλου καταφατικὴν ἀληθῆ , καὶ ὅτε ἡ ἐν. δεχομένη καταφατικὴ καθόλου εἰλημμένη μετὰ ταύτης εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνεται. οὕτως γὰρ καὶ ἡ δι’ ἀδυνάτου δεῖξις σώζεται ἐπὶ τῆς [*](1 λέγουσα ὑπάρχειν M 5 δεῖ aB: δὴ M 6 ἄν a: μίαν BM 8 τούτῳ] τῳ in spat. vac. add. Β2 10 ἄμα ἐνδέχεται a 12 ἡ expunxit Β συμπλοκῇ Β pr. 13 τὸ alterum om. a 14 ἄμα ante οἷόν τε transponit a: om. M ἐκτὸς πίπτοντι Β : ἐκπίπτοντι aM 15 ὑπάρχειν om. a 18 ἄν om. aM 19 μένει aM 20 ὑπάρχῃ aM 21 post παντὶ add. τῷ M 27 τοιαύτην aM: τοιαύτην τὴν Β 28 προτιθεμένης aM. 30 ἡ om. a 32 αὐτῇ συντάξαι τοιαύτην M ὑπάρ- χον a 33 ἀεὶ τὴν M αὐτὴ a 36 μεταβάλλεται a)
190
συζυγίας, ᾗ χρώμενος δείκνυσιν αὐτὴν συλλογιστικήν. λέγοι δ᾿ ἄν ἤτοι [*](61v) μὴ δεῖν τῆν ὑπάρχουσαν καθόλου τοιαυτην λαμβάνεσθαι ὡς δύνασθαι αὐτῆς κατὰ χρόνον τὸ ἀληθὲς ὁρίζεσθαι ὑπὸ τῆς προστιθεμένης ἐνδεχομένης προτάσεως, ἢ μᾶλλον, ὅτι μὴ δεῖ τὴν προστιθεμένην αὐτῇ ἐνδεχομένην τοιαύτην εἶναι ὡς ὁρίζειν τῆς ὑπαρχούσης τῆς πρὸ αὐτῆς εἰλημμένης τὸ ἀληθὲς κατὰ χρόνον.

Ὁ δὲ λέγων μὴ δεῖν κατὰ χρόνον ὡρίσθαι τῆς ὑπαρχούσης τὸ ἀληθὲς οὐ παρὰ τὴν ὕλην δόξαι ἄν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἄν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον. κατὰ χρόνον γὰρ ὁρισθεῖσα μεταπίπτουσα ποιεῖ ἐν πρώτῳ σχήματι τὴν μείζονα ἐπὶ μέρους ἀποφατικήν· τούτου δὲ γινομένου ἀσυλλόγιστος ἡ συμπλοκή. τοῦ γὰρ ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον φέρει τὸ τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχήματι ὡς εἶναι τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην ἐν χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνεσθαι ὁμοίως ἀληθῶν οὐσῶν | ἀμφοτέρων τῶν προτάσεων. [*](62r) δείκνυσι γάρ, ὅτι ἀσυλλόγιστοι αἱ οὕτως ἔχουσαι, τῇ τῶν ὅρων παραθέσει καὶ μηδενὶ ἐξ ἀνάγκης δείξας καὶ παντὶ ἐξ ἀνάγκης. τοῦ μὲν μηδενὶ ‘ἄνθρωπος παντὶ κινουμένῳ, τὸ κινεῖσθαι ἐνδέχεται παντὶ ἵππῳ᾿, καὶ ‘ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ᾿· τὸ γὰρ κινεῖσθαι τῷ ἐπὶ πλέον εἶναι τοῦ ἀνθρώπου, εἰ ληφθείη ἐνδέχεσθαι παντὶ ἵππῳ, ὁρίζει κατὰ χρόνον τὴν ὑπάρχουσαν· ὅτε γὰρ τὸ κινεῖσθαι παντὶ ἵππῳ ὑπάρχει, τότε οὐχ οἷόν τε εντι παντὶ κινουμένῳ τὸν ἄνθρωπον ὑπάρχειν. τοῦ δὲ παντὶ ‘ζῷον παντὶ κινουμένῳ, τὸ κινεῖσθαι παντὶ ἐνδέχεται ἀνθρώπῳ’, καὶ ‘ζῷον παντὶ ἀνάγκης ἀνθρώπῳ᾿. ἔστι δὲ τὸ δεικνύον καὶ ποιοῦν ἀσυλλόγιστον τὴν συζυγίαν οὐ τὸ παντὶ ἐξ ἀνάγκης δείκνυσθαί τι ἐν αὐτῇ προηγουμένως ἀληθὴς γὰρ ἡ ‘ἐνδέχεται παντί᾿ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης παντί’, εἰ καὶ μὴ εἴη τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου), ἀλλὰ <τὸ> τοῦ ἐξ ἀνάγκης ὅρους εὑρίσκεσθαι ἐν αὐτῇ, ὃ γίνεται τῷ ὑπερτείνοντος τοῦ μέσου τὸν κατηγορούμενον τὴν προστιθεμένην ἐνδεχομένην τοιαύτην λαμβάνεσθαι ὡς κατὰ χρόνον αὐτῆς τὸ ἀληθὲς ὁρίζειν. μὴ γὰρ ὑπερτείνοντος τοῦ μέσου μηδὲ τοιαύτης λαμβανομένης τῆς ἐνδεχομένης τοῦ μηδενὶ οὐχ οἷόν τε λαβεῖν ὅρους· οἷον τὸ περιπατεῖν παντὶ γραμματικῳ υπαρχετω, τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται· οὐ γὰρ γίνεται κατὰ χρόνον ὁριζομένη ἡ τὸ περιπατεῖν παντὶ γραμματικῷ τιθεῖσα· οὐ γὰρ ἀναιρεῖται ὑπὸ τῆς συντασσο- [*](3 ὁρίζεσθαι τἀληθὲς M προστιθεμένης M: προτιθεμένης aB; at cf. p. 189,28 4 δεῖν a προτιθεμένην a 11 ἀποφατικὴν ἐπὶ μέρους aM 12 μείζονος M 14 μείζονα om. a 16 τὸ om. a ante μηδενὶ expunxit τοῦ B 17 τῶν προτάσεων om. a 19 δείξας post παραθέσει (18) transponit a 20 ἐνδέχεσθαι a ἴππῳ παντὶ aM καὶ om. a 21 μηδενὶ a 23 ὑπάρχει παντὶ ἵππῳ aM 24 ἔτι Β: ἐστὶ aM 25 ζῴῳ a 26 δεικνύμενον aM 29 τὸ a: καὶ M: om. B 33 λαβεῖν οὐχ οἷόν τε M 34 ὑπαρχέτω γραμματικῷ a γραμματικὸν BM: περιπατεῖν a)

191
μένης αὐτῇ καθόλου καταφατικῆς ἐνδεχομένης, εἰ ἀληθὴς λαμβάνοιτο. καὶ [*](62r) ἐπὶ τῶν ὅρων δέ, ἐφ’ ὧν τὸ ἐξ ἀνάγκης παντὶ συνάγεται, οὐ διότι ὑπερτείνει ὁ μέσος τὸν μείζονα, διὰ τοῦτο τὸ ἐξ ἀνάγκης συνάγεται (οὐ γὰρ ἐλήφθη τοιαύτη ἡ ἐνδεχομένη ὡς ὁρίζειν κατὰ χρόνον τὸ ἀληθὲς τῆς ὑπαρχούσης· οὐ γάρ τι τῶν μὴ ζῴων ἐλήφθη ὥστε ἐπὶ μέρους ποιεῖν τὴν μείζονα καὶ ὁρίζειν κατὰ χρόνον αὐτήν), ἀλλ’ ὅτι ἐλήφθη ὁ ἔσχατος ὅρος περιεχόμενος ὑπὸ τοῦ πρώτου καὶ ἐν ἐκείνῳ ὤν. οὕτως γὰρ ἔχει ὁ ἄνθρωπος πρὸς τὸ ζῷον· τοιαύτης γὰρ πάλιν λαμβανομένης τῆς ἐνδεχομένης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, ἀλλ’ οὐ κτὰ τὸν διορισμὸν ἐνδεχόμενον. ἂν μέντοι μήτε κατὰ τὸν χρόνον ὁρίζηται ὑπὸ τῆς ἐνδεχομένης ἡ ὑπάρχουσα μήτε τοιοῦτος ὁ ἔσχατος ὅρος λαμβάνηται ὡς εἶναι ὑπὸ τὸν πρῶτον, ἐνδεχόμενον δόξει γίνεσθαι τὸ συμπέρασμα· ἔστω γὰρ τὸ κοιμᾶσθαι παντὶ ζῴῳ ὑπάρχον, ζῷον ἐνδεχέσθω παντὶ κινουμένῳ, καὶ τὸ κοιμᾶσθαι ἐνδέξεται παντὶ κινουμένῳ. ἐπισκεπτέον δέ, μήποτε μᾶλλον ἡ τῶν ὅρων παράθεσις καὶ δεῖξις ἐπὶ ἀληθέσι ταῖς προτάσεσι καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸν πρῶτον ὅρον τῷ ἐσχάτῳ ὑπάρχειν μᾶλλον τοῦ ἀσυλλόγιστον εἷναι τὴν συζυγίαν ἐστὶ δεικτική, ὡς καὶ ἐν ἄλλοις εἴρηται μοι.

[*](p. 34b 17)

Φανερὸν οὖν, ὅτι τὸ καθόλου ληπτέον ἀπλῶς καὶ οὐ χρόνῳ διορίζοντας.

Τὸ καθόλου καταφατικὸν ὑπάρχον· περὶ γὰρ τούτου τὸν λόγον πεποίηται· ἔδειξε γάρ, εἰ μὴ εἴη αὕτη ἁπλῶς λαμβανομένη ἀληθὴς ἀλλ’ ὁριζομένη χρόνῳ, ἀσυλλόγιστον τὴν συζυγίαν τῷ καὶ μηδενὶ ἐξ ἀνάγκης καὶ παντὶ ἐξ ἀνάγκης δύνασθαί τινα συναχθῆναι ἐπ’ αὐτῆς. ἐλέγετο οὖν τινα ὑπό τινων πρὸς τὴν δι’ ἀδυνάτου δεῖξιν καὶ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ὅτι οὐδὲ τὸ συμπέρασμα ἀδύνατον γίνεται, ἀλλὰ καὶ αὐτὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, ὥστ’, εἰ τοιοῦτον καὶ τὸ συμπέρασμα, παρὰ τὴν μετάληψιν γινόμενον ἄν εἴη τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, ἀλλ’ οὐ παρὰ τὴν ὑπόθεσιν τὴν ἐξ ἀνάγκης τινὶ τὸ Α τῷ Γ λέγουσαν μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον ἦν τοιοῦτον· ἦν μὲν ἡ κειμένη πρότασις τὸ Α τῷ Β παντὶ ὑπάρχειν· συνήγετο δὲ ἐν τῷ τρίτῳ σχήματι, δι’ οὗ <ἡ> εἰς ἀδύνατον ἀπαγωγή, τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν. ὅτι δὴ τοῦτο ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, οὕτως ἐδείκνυτο· εἰ ἡ ὑπάρχουσα πρότασις ἄλλη τῆς ἀναγκαίας, τὸ Α τῷ Β παντὶ ὑπάρχει ὡς ἐνδέχεσθαι αὐτῷ καὶ μὴ ὑπάρχειν τινί· ἀληθὲς ἄρα ἐστίν ὅτε τὸ Α τῷ Β παντὶ ὑπάρχει, τὸ ἐν- [*](2 οὐδ’ ὅτι M: οὐχ ὅτι a 3 ante διὰ add. οὐ aM 4 τῆς superser. B2 6 ἀλλὰ M 7 post ὅρος add. ὁ a 9 γίνεται correxi: γίνεσθαι libri 10 τὸν om. aM 22 αὐτὴ aM 28 γινόμενον om. a 30 τοιοῦτο a 31 συνήγετο . . . ὑπάρχειν (32) om. M δι’ οὗ ἡ ἡ om. Β) . . . ἀπαγωγὴ (32) a, Β pr.: διὰ τῆς . . . ἀπαγωγῆς corr. Β2 32 δὲ M 34 ante ὑπάρχει add. οὕτως Μ ὑπάρχει in ὑπάρχειν corr. Β2 ὑπάρχει . . . παντὶ (35) om. a 35 ὅταν M ὑπάρχειν (post παντὶ) M)

192
δέχεσθαι τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν· ἀλλ’ εἰ ἀληθὲς τὸ ἐνδεχόμενον εἰς [*](62r) τὸ ὑπάρχον μεταλαμβάνειν, ψεῦδος μὲν οὐ μὴν ἀδύνατον ἔστι τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν, ἀλλ’ ὅτι μὲν τὸ ὑπάρχον παντὶ | λαμβάνεται τινὶ μὴ [*](62v) ὑπάρχειν ψεῦδος, ὅτι δὲ ἐνδεχόμενον μὴ ὑπάρχειν, οὐκ ἀδύνατον. πρὸς ὃ λέγομεν, ὅτι καὶ πᾶν τὸ ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν μεταλαμβάνειν εἰς τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον οὐκ ἀδύνατον καὶ τὸ παντὶ ὑπάρχον ἐνδέχεσθαι τινὶ αὐτῷ μὴ ὑπάρχειν ἀληθές. ἀλλ’ ὅτε γε παντὶ ὑπάρχει, τότε ἀδύνατος ἡ μετάληψις· κειμένου γὰρ τοῦ τὸ Α τῷ Β παντὶ ὑπάρχειν ἀδύνατος ἡ μετάληψις. δεῖ δὲ αὐτῷ μένειν τοιοῦτον, εἴ γε δι’ αὐτοῦ ὁ συλλογισμός. κεῖται γὰρ τοιοῦτον εἶναι ὡς μὴ κτὰ χρόνον ὁρίζεσθαι τὸ τοιοῦτον μηδὲ ἐν τῇ τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν μεταλήψει ἀναιρεῖσθαι· ἀδύνατον δέ ἐστι τὸ ὑπάρχειν παντὶ μένειν μεταληφθέντος τοῦ ἐνδεχομένου ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ὑπάρχον. πρὸς τοῦτο ἐλέγετο πάλιν, ὅτι καὶ ἡ τοῦ ‘τὸ B τῷ Γ ἐνδέχεται παντί’ μετάληψις εἰς τὸ παντὶ ὑπάρχειν τὸ B τῷ Γ μηδενὶ ὑπάρχοντος ἀδύνατος. καὶ γὰρ ὅτε τὸ Β μηδενὶ ὑπάρχει τῷ Γ, τότε αὐτῷ ἐνδέχεται ὑπάρχειν· εἰ γὰρ ἤδη ὑπῆρχεν αὐτῷ, οὐκέτ’ ἄν ἢν ἡ πρότασις ἐνδεχομένη· ὅτε δὲ ἐνδέχεται ὑπάρχειν αὐτῷ παντί, τότε μετείληπται εἰς τὴν ὑπάρχουσαν. ὅτε <δὴ> μηδενὶ αὐτῷ, τότε ἄν εἴη λαμβανόμενον παντὶ ὑπάρχειν αὐτῷ· ὃ εἰ ἀδύνατον, ἀδύνατος ἄν εἴη καὶ ἡ τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψις. λύοιτο δ’ ἄν τοῦτο τῷ ὅτι ὁ τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνων οὐ τηρῶν ἐκείνην, ἧς οὔσης ὑπαρχούσης ἀποφατικῆς ἐνδεχομένη ἦν αὕτη, τὴν μετάληψιν αὐτῆς ποιεῖται εἰς τὴν ὑπάρχουσαν· ἀδύνατος γὰρ ἡ τοιαύτη μετάληψις. εἰ γὰρ τὸ Β τῷ Γ ἐνδέχεται παντί, ὅτι οὐδενὶ αὐτῷ ὑπάρχει, ὁ μεταλαμβάνων τὸ ‘ἐνδέχεται πντί’ εἰς τὸ παντὶ ὑπάρχειν οὐ τηρῶν αὐτὸ μηδενὶ ὑπάρχειν ἅμα αὐτὸ καὶ εἰς τὸ παντὶ ὑπάρχειν μεταλαμβάνει· τοῦτο γὰρ ἀδύνατον τὸ μηδενὶ ὑπάρχον, ὅτε μηδενὶ ὑπάρχει, παντὶ ὑπάρχειν λαβεῖν. ὡς γὰρ δύναται ὑπάρχουσα ἀληθὴς ἡ ἐνδεχομένη γενέσθαι, οὕτως αὐτὴν ὑποτίθεται προλαμβάνων τὸ μέλλον αὐτῆς. οὐ δύναται δὲ μενούσης τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης ἡ ‘ἐνδεχεται παντί᾿ εἰς τὸ παντὶ ὑπάρχειν μεταπεσεῖν ποτε, ἀλλ’ ἔστιν ἡ ταύτης εἰς τὸ ὑπάρχειν μετάληψις ἀναίρεσις τῆς ἀντικειμένης ὑπαρχούσης ἀποφάσεως. οὐ γὰρ διὰ τοῦτο ψευδὴς ἡ ὑπόθεσις λέγεται, ὅτι, ὅτε μηδενὶ ὑπάρχει, τότε ὑποτίθεται παντὶ ὑπάρχειν. ἀλλ’ ἐπεὶ τὸ μηδενὶ ὑπάρχειν τοιοῦτόν ἐστιν ὡς ἐνδεχομένως μὴ ὑπάρχειν, τούτου δηλωτικόν ἐστι τὸ παντὶ ἐνδέχεσθαι [μὴ] ὑπάρχειν, [*](1 εἰ BM: ἡ a post τὸ alterum superscr. δὲ Β2 2. 3 τινὶ τῷ β M 3 τὸ superscr. Β 7 μὴ ὑπάρχειν αὐτῷ a 8 κειμένου . . . μετάληψις (9) om. M 11 μετάληψιν Β pr. 12 post ὑπάρχειν superscr. τῆς μείζονος Β2 14 ἐνδέχεσθαι aM 18 δὴ addidi: μὴ add. a: om. BM 20 λύοιτο aB: λέγοιτο M 22 ἐνδεχομένη] ἐν corr. Β αὐτὴ aM 24 ἐνδέχεσθαι a 27 ὑπάρχει aM: ὑπάρχῃ B 28 ἡ ante ὑπάρχουσα transponit M γίνεσθαι M 29 προσλαμβάνων M 30 ἡ] in ras. Β2 τὸ corr. ex τι Β 31 τὸ ὑπάρχον a 35 post τούτου add. γὰρ aM, superscr. Β2 μὴ delevi)
193
ὃ μηδενὶ ὑπάρχει. ὅτι δὲ μεταπέσοι ἂν τὸ μηδενὶ ὑπάρχειν εἰς τὸ παντὶ [*](62v) ὑπάρχειν, ἤδη αὐτὸ μεταπεπτωκέναι ὑποτίθεται, οἷον, ὃ αὔριον ἔσται, τοῦτο σήμερον εἶναι, τοῦτ’ ἔστι σήμερον αὐτὸ πεπαῦσθαι τοῦ μηδενὶ ὑπάρχειν, ὃ τῷ προλαμβάνεσθαι ψεῦδος γίνεται, οὐκ ὂν ἀδύνατον· τὸ γὰρ μέλλον ὑπάρχειν ἤδη ὑπάρχον λαμβάνεται. οὐ γὰρ ἅμα καὶ ἐνδεχομένην αὐτὴν τηρεῖ καὶ ὑπάρχουσαν αὐτὴν λαμβάνει· οὕτως δ’ ἂν ἦν, <εἰ>, ὅτε τὸ μηδενὶ τῷ Γ ὑπάρχει, τότε παντὶ ὑπάρχειν λαμβανόμενόν ἐστι. καὶ σχεδὸν τὸ γινόμενόν ἐστι τοῦ μὴ ὑπάρχοντος μετάληψις εἰς τὸ ὑπάρχειν διὰ μέσου τοῦ ἐνδέχεσθαι. τὸ δὲ μεταλαμβανόμενον πῶς ἄν ἔτι ταὐτὸ φυλάσσοιτο, καὶ ὅτι μὲν ἡ μετάληψις οὐκ ἀδύνατον, δῆλον. τοιαύτης δὴ τῆς μεταλήψεως καὶ τῆς ὑποθέσεως γινομένης τὸ συναγόμενον τὸ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν παντὶ ὑπάρχοντος ἀδύνατον. οὐ γὰρ ἐν τῇ μεταλήψει τῆς ἐνδεχομένης προτάσεως τῆς Β Γ εἰς τὴν ὑπάρχουσαν καὶ τὸ Α γίνεται τῷ Β παντὶ ὑπάρχον· οὕτως γὰρ ἄν ὅμοιον ἐγίνετο. νῦν δὲ κεῖται οὕτως τὸ Α τῷ Β παντὶ ὑπάρχον ὡς μὴ κατὰ χρόνον ὡρισμένως ὑπάρχειν μηδὲ μεταπίπτειν, ὥστε τῇ μεταπτώσει καὶ διὰ τὴν μετάπτωσιν δοκεῖν τὸ ἀδύνατον πεφηνέναι ἐν τῇ τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μεταβολῇ· ὥστε, καὶ ὅταν ἀληθῶς μεταπέσῃ καὶ ὑπάρχον τὸ ἐνδεχόμενον γένηται, καὶ τότε ἔσται τὸ μὲν Α τῷ Β παντὶ ὑπάρχον, συναγόμενον δὲ τινὶ μὴ ὑπάρχειν. εἰ οὖν τότε ἀδύνατόν ἐστι, δῆλον ὅτι καὶ νῦν· ὅμοιον γὰρ καὶ ταὐτόν. ἐπισκεπτέον δὲ περὶ τούτων βέλτιον.

[*](p. 34b 19)

Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ A B.

[*](63r)

Δείκνυσι καὶ τὴν ἐξ ὑπαρχούσης καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος συζυγίαν ἐν πρώτῳ σχήματι συλλογιστικὴν διὰ τῆς εἰς ἀδύνατον πάλιν ἀπαγωγῆς. εἰ γὰρ τὸ Α τῷ Β μηδενὶ ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται, τὸ Α τῷ Γ ἐνδέχεται μηδενί. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐκ ἐνδέξεται μηδενὶ τὸ Α τῷ Γ, ὃ μεταλαμβάνει εἰς τὸ ἐξ ἀνάγκης τινί· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ μὴ γὰρ ἐνδεχέσθω. ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω· μετειλήφθω γὰρ πάλιν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον· ἐν τρίτῳ σχήματι πάλιν γίνενεται καὶ τὸ Α ὑπάρχον τινὶ τῷ Β. ἐν γὰρ τρίτῳ σχήματι ἐξ ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἐδείχθη συνάγεσθαι. ἀλλὰ μὴν ἀδύνατον τὸ τὸ Α τῷ Β τινὶ ὑπάρχειν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. [*](1 ὑπάρχει a: ὑπάρχειν BM 2 μεταπέπτωκεν a 5 ὑπάρχον BM: ὑπάρχειν a 6 τ[ηρεῖ καὶ ὑ]πάρχουσαν] unc. incl. perierunt in M λαμβάνει αὐτὴν aM εἰ a: om. BM τὸ bis a 8 ὑπάρχειν BM: ὑπάρχον a 10. 11 τῆς ὑποθέσεως καὶ τῆς μεταλήψεως a 14 ὑπάρχον scripsi: ὑπάρχειν libri 15 παντὶ periit in M ὡρισμένον a ὑπάρχειν aB: ὑπάρχον M 21 περὶ τούτων om. M 22 ἡ a et Ar.: τῇ Β 25 πάλιν om. M 26 παντὶ τῷ γ M 27 ἐνδέχεται M 29 τῷ γ παντὶ aM 31 τινὶ τῷ β ὑπάρχον aM ante τρίτῳ add. τῷ M ἀνάγκη Β pr., M 31.32 ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας a 34 τινὶ τῷ β a)

194
τὸ δὴ ἀδύνατον τοῦτο πάλιν οὐ παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς τὴν καθόλου [*](63r) ἐνδεχομένην καταφατικὴν εἰς τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν συνήχθη· τοῦτο γάρ, εἰ καὶ ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δ’ ἀδύνατον ἀδυνάτῳ ἐδείχθη ἑπόμενον· παρὰ ὑπόθεσιν ἄρα. τὸ ἄρα ἀντικείμενον ταύτῃ τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ συναχθήσεται· τοῦτο δέ ἐστι τὸ ἐνδέχεσθαι μηδενὶ.

[*](p. 34b 27)

οὗτος οὖν ὁ συλλογισμὸς οὐκ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ἀλλὰ τοῦ μηδενὶ ἐξανάγκης.

Ὁ λέγει τοιοῦτόν ἐστιν· οὔ φησι τὸ συμπέρασμα τὸ ἐπὶ τῆς συζυγίας τῆς ἐξ ἀποφατικῆς ὑπαρχούσης καθόλου τῆς μείζονος καὶ καταφατικῆς ἐνδεχομένης καθόλου τὸ μικρῷ πρόσθεν δειχθὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῷ Γ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεσθαι, ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρχειν. οὐκ ἔστι δὲ ἴσον τὸ ἐξ ἀνάγκης μηδενὶ τῷ μηδενὶ ἐξ ἀνάγκης, ὅ φησι συνάγεσθαι· ἄλλο γὰρ τούτου τὸ μηδενὶ ἐξ ἀνάγκης, οἷον οὐδενὶ ζῴῳ τὸ περιπατεῖν ἐξ ἀνάγκης· οὐ γὰρ ταὐτὸν τοῦτο τῷ ἐξ ἀνάγκης οὐδὲν ζῷον περιπατεῖν· τινὰ γὰρ περιπατεῖ καὶ ἐνδεχομένως περιπατεῖ, τινὰ δὲ καὶ ἐξ ἀνάγκης οὐ περιπατεῖ, ἐφ’ ὧν πάντων ἀληθὲς τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει τὸ περιπατεῖν᾿ αἴτιον δὲ τοῦ τοῦτο συνάγεσθαί φησιν εἶναι, ὅτι ἦν μὲν ὑποκείμενον τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν, ἐπεὶ εἰς τοῦτο μετελήφθη τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ᾿, ἔστι δὲ ἀντικείμενον τῷ ἐξ ἀνάγκης τινὶ τὸ Α τῷ Γ τὸ οὐδενὶ ἐξ ἀνάγκης ἴσον ὂν καὶ ταὐτὸν τῷ οὐκ ἐξ ἀνάγκης τινί· ὥστε διὰ τὸ τὸ ἀντικείμενον ἐν τῖς εἰς τὸ ἀδύνατον ἀπαγωγαῖς συνάγεσθαι τοῦ φανέντος ἀδυνάτου τοῦτ’ ἄν εἴη συναγόμενον τὸ οὐδενὶ ἐξ ἀνάγκης, ὃ οὐκ ἔστιν ἴσον τῷ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῷ Γ, ὅτι μηδὲ τὸ ἐξ ἀνάγκης τινὶ ἴσον ἐστὶ τῷ ‘οὐκ ἐνδέχεται μηδενί᾿, ἐξ οὗ μετελήφθη. τὸ μὲν γὰρ ‘οὐκ ἐνδέχεται μηδενί᾿ ἀληθὲς καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μή· ἀληθὲς γὰρ τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ ζῴῳ τὸ περιπατεῖν᾿, οὐχ ὅτι ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχει, ἀλλ’ ὅτι τινὶ οὐχ ὑπάρχει ἐξ ἀνάγκης. ὅτι γὰρ τοῦτο ἀληθές. δῆλον ἐκ τοῦ μὴ εἶναι ἀληθὲς τὸ ‘ἐνδέχεται μηδὲν ζῷον περιπατεῖν᾿. οὐκέτι δὲ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μὴ ἀληθὲς τὸ ἐξ ἀνάγκης τινί. καὶ τῆς ‘οὐδενὶ ἐξ ἀνάγκης᾿ οὖν πρὸς τὴν ‘ἐνδέχεται μηδενί᾿ ἔστι τις διαφορά. ὁ μὲν γὰρ λέγων ‘τὸ Α τῷ Γ ἐνδέχεται μηδενί᾿ ἀναιρεῖ πάσας τὰς ἀναγκαίας τάς τε καταφατικὰς καὶ ἀποφατικάς, εἴ γε ἀντιστρέφει [*](1 λαμβάνειν M 4 ἄρα (post τὸ) scripsi: γὰρ BM: γοῦν a 5 συναχθήσεται συναχθῆναι BM ἐνδέχεται a 8 post ἀλλὰ expunxit καὶ Β 10 καθόλου τῆς μείζονος om. M 11 δειχθὲν BM: ῥηθὲν a 13 μηδενὸς Β pr. τὸ ᾱ τῷ γ ἐξ ἀνάγκης a 14 τὸ corr. Β2. τῷ aM, et, ut videtur, Β1 τῷ Β2 corr.: τὸ aM 15 τούτου τὸ μηδενὶ Β1, ut videtur, corr.: τοῦτο τοῦ οὐδενὶ M et Β pr., ut videtur: τοῦτο τοῦ μηδενὶ a 16 περιπατεῖ aM 17 γὰρ . . . περιπατεῖ, τινὰ om. M 23 τὸ alterum a, superscr. Β2: om. M ἐν ταῖς superscr. Β1 τὸ (post εἰς) om. aM 25 ἐνδέχεται a 29 ἐξ ἀνάγκης οὐχ ὑπάρχει collocat M 32 οὖν ἐξ ἀνάγκης M ἐνδεχομένην a)

195
ἡ ‘ἐνδέχεται μηδενί᾿ τῇ ‘ἐνδέχεται παντί. ἡ δὲ ‘μηδενὶ ἐξ ἀνάγκης᾿ τῶν [*](63r) μὲν καταφατικῶν ἀναγκαίων ἐστὶν ἀναιρετική, οὐκέτι δὲ καὶ τῶν ἀποφατικῶν. ἡ γὰρ ‘οὐδενὶ ἐξ ἀνάγκης’ ἀληθὴς εἶναι δύναται οὔσης ἀληθοῦς τῆς ‘τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει’, ὡς ἡ ‘οὐδὲν ζῷον ἐξ ἀνάγκης περιπατεῖ᾿ | καὶ ‘ἔστι τι ζῷον ἐξ ἀνάγκης οὐ περιπατοῦν᾿. ὁμοίως δὲ καὶ [*](63v) ‘οὐδὲν ζῷον ἐξ ἀνάγκης γελᾶ, ἢ λαλεῖ᾿ ἤ τι τῶν τοιούτων. αὐτὸς δὲ ἐδήλωσε διὰ τῆς λέξεως, ὅτι δεῖ τὴν ‘οὐκ ἐνδέχεται μηδενί’ ἐπὶ τῆς συζυγίας ταύτης εἰς τὴν ἐπὶ μέρους καταφατικὴν ἀναγκαίαν μεταλαμβάνειν· ἀληθὴς μὲν γάρ ἐστι καὶ ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ἀναγκαίας οὐδὲν ἧττον, ἀλλ’ ἡ δεῖξις ἐπὶ ταύτης προχωρεῖ. τῆς οὗν, εἰς ἣν μεταλαμβανομένη δείκνυσι τὴν συζυγίαν συλλογιστικήν, ταύτης τὸ ἀντικείμενον κατασκευάζεται, ὅπερ ἐστὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ἐπεὶ καὶ ἡ μετάληψις τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ αὐτῆς οὐκ εἰς ἴσην τε καὶ τὴν αὐτὴν ἀλλ’ εἴς τι τοιοῦτον, ὡς εἰ τὴν ἀρχὴν τῷ ‘ἐνδέχεται μηδενί᾿ μὴ προσεχρήσατο, ἀλλ’ ἔλαβε συνάγεσθαι ἐκ τῆς προκειμένης συζυγίας τὸ οὐδενὶ ἐξ ἀνάγκης. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον αὐτῷ τινὶ ἐξ ἀνάγκης· ἀλλ’ ὑποτεθέντι τούτῳ ἀδύνατον ἕπεται· οὐκ ἄρα τοῦτο· τὸ ἀντικείμενον ἄρα αὐτῷ.

Ἀσαφὲς δὲ τὸ λεγόμενον ἡ τῶν ὅρων παράθεσις ποιεῖ. δι’ ὧν γὰρ παρατίθεται ὅρων οὐ τὸ οὐδενὶ ἐξ ἀνάγκης τὸ Α τῷ Γ δείκνυσιν ἀλλὰ τὸ ἐξ ἀνάγκης οὐδενί, ὃ οὐδαμῶς ἀντίφασιν ποιεῖ πρὸς τὴν ‘ἐξ ἀνάγκης τινί’· ἀμφότεραι γάρ εἰσιν ἀναγκαῖαι καταφατικαί δεῖ δὲ τὴν ἀντιφατικῶς ἀντικειμένην τῇ ‘ἐξ ἀνάγκης τινί’ ἀποφάσκειν τὸ ἀναγκαῖον. οἱ δὲ ὅροι, οὓς παρατίθεται, εἰσὶ κόραξ μὲν ἐπὶ τοῦ Α, διανοούμενον δὲ ἐπὶ τοῦ Β, ἄνθρωπος δὲ ἐπὶ τοῦ Γ· ἐπὶ γὰρ τούτων τῶν ὅρων κόραξ μὲν οὐδενὶ διανοουμένῳ, τὸ. δὲ διανοούμενον παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κόραξ ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐχὶ οὐδενὶ ἐξ ἀνάγκης, ὃ ἐβούλετο δεῖξαι συναγόμενον. ἀπήντησε δὲ τοῦτο παρὰ τὸ λαβεῖν τὴν μείζονα οὐχ ὑπάρχουσαν ἀποφατικὴν ἀλλ’ ἀναγκαίαν τὴν Α Β· κόραξ γὰρ ἐξ ἀνάγκης οὐδενὶ διανοουμένῳ. οὗ καὶ αὐτὸς αἰσθανόμενος πάλιν ἄλλους ὅρους παρέθετο, δι’ ὧν οὐκέτ’ ἀναγκαῖον ἀποφατικόν φησι γίνεσθαι τὸ συμπέρασμα. ἔστι δέ, ἃ παρέθετο, κινούμενον ἐπὶ τοῦ Α, ἐπιστήμη ἐπὶ τοῦ Β, ἄνθρωπος ἐπὶ τοῦ Γ· τὸ μὲν γὰρ κινούμενον οὐδεμιᾷ ἐπιστήμῃ ὑπάρχει, ἐπιστήμη δὲ παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ τὸ κινεῖσθαι ἐνδέχεται μηδενὶ ἀνθρώπῳ, τοῦτ’ ἔστιν οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει ἀνθρώπῳ τὸ κινεῖσθαι, εἰ καὶ [*](1 παντὶ ἐνδέχεται aM τῶν bis a 3 δύναται εἶναι ἀληθὴς a 7 ante διὰ add. καὶ a δεῖ post μηδενί transponit a 9 ἀληθὲς a τὴν om. a 12 ἐστὶ M, superscr. B3: om. a ἐπεὶ καὶ scripsi: καὶ ἐπεὶ BM: καὶ ἐπειδὴ a: intercidisse videtur verbum velut ἐγένετο 13 οὐδενὶ M εἴς τι correxi: ἔστι libri post εἰ add. καὶ aM 14 ἐνδέχεσθαι a ἀλλὰ M 16 ὑποτιθέντι M τοῦτο Β pr. post ἀδύνατον add. τι M 23. 24 ἄνθρωπος δὲ ἐπὶ in vestigiis manus primae evanidae Β3: καὶ (om. M) ἄνθρωπος ἐπὶ aM 24 ἐπὶ alterum in ras. Β2 27 post δὲ add. καὶ a 28 ἀποφατικὴν] sequentia alia manu neglegentius scripta sunt in M 29 ὅρους ἄλλους a ἄλλους . . . δι’ ὧν (30) periit in M 30 τὸ om. M 31 ἐπὶ τοῦ . . . ἐπὶ periit in M 33 παντὶ ἀνθρώπῳ ἐνδέχεται periit in M 34 (κινεῖ)σθαι, εἰ καὶ periit in M)

196
ὑπάρχει. ὄτι δὲ μήτε ὲπὶ τῶν πρώτων μήτε ἐφ᾿ ὦν δεύτερον [*](63v) παρέθετο ὑπάρχουσαν ἔλαβεν ἀποφατικὴν ἀλλ᾿ ἀναγκαίαν, αἰσθσνόμενος ἐπεῖπε ληπτέον δὲ βέλτιον τοὺς ὅρους. εἰλήφθωσαν οὖν ὅροι ὀργίζεσθαι, γελᾶν. ἄνθρωπος· τὸ ὀργίζεσθαι μηδενὶ γελῶντι ὑπαρχέτω, τὸ γελᾶν παντὶ ἀνθρώπῳ ἐνδέχεται, τὸ ὀργίζεσθαι ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, οὐ τῷ μὴ ὑπάρχειν ἐνδέχεσθαι δὲ ὑπάρχειν (ὑπάρχει γὰρ πολλοῖς· ἐπεὶ ἦν ἄν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου), ἀλλὰ τῷ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν. ἔτι δὲ φανερώτερον, ἄν τὸ περιπατεῖν ληφθῇ μηδενὶ ἠρεμοῦντι, τὸ δὲ ἠρεμεῖν ἐνδεχόμενον παντὶ ζῴῳ· τὸ γὰρ περιπατεῖν οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ. καίτοι τισὶν ἐξ ἀνάγκης οὐχ ὑπάρχει· ὥστ’ οὐκ ἀληθὲς τὸ ‘ἐνδέχεται μηδενί᾿, ὅτι μὴ καὶ παντί.

Ζητήσειε δ’ ἄν τις, πῶς ὑγιὲς τὸ λεγόμενον ὑπ’ αὐτοῦ τὸ μὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεσθαι τὸ συμπέρασμα· ὑπέθετο γὰρ τὸ ἀντικείμενον τοῦ ἐνδέχεσθαι μηδενί, ὅ ἐστιν ‘οὐκ ἐνδέχεται μηδενί᾿, ὃ μετέλαβεν εἰς τὸ ‘ἀνάγκη τινί᾿ ὡς ἴσον ἐκείνῳ δυνάμενον. εἰ δὲ ἀντίφασις μὲν ἦν τοῦ ‘ἐνδέχεται μηδενί᾿ τὸ ‘οὐκ ἐνδέχεται μηδενί᾿, τοῦτο δ’ ἴσον τῷ ἐξ ἀνάγκης τινί, ἀδύνατον δὲ ἐπηκολούθησε τοῦ ἐξ ἀνάγκης τινὶ ὑποτεθέντος, δῆλον ὡς τὸ ἀντικείμενον τούτω ἀληθές· ἴσον δὲ ἦν τοῦτο τῷ ‘οὐκ ἐνδέχεται μηδενί᾿, ᾧ ἀντίκειται τὸ ἐνδέχεσθαι μηδενί. πῶς οὖν οὐ γίνεται τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα; ἢ γὰρ οὐχ ὑγιῶς μετέλαβε τὸ ‘οὐκ ἐνδέχεται μηδενί᾿ εἰς τὸ ‘ἀνάγκη τινί’, καὶ ὅλη ἡ δεῖξις ψευδής· οὐκέτι | γὰρ γίνεται τὸ ἀντικείμενον τοῦ ἐνδεχομένου λαμβανόμενον, [*](64r) ὃ ἔδει ὑποτίθεσθαι ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· ἢ εἰ τοῦτ’ ἔστι τὸ ὑποτεθέν, ὃ τὸ ἀντικείμενον, ἀδύνατον δὲ τοῦτο, πῶς οὐχὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα; πῶς δὲ καὶ ἀντίφασίς ἐστι τὸ οὐδενὶ ἐξ ἀνάγκης τοῦ ἐξ ἀνάγκης τινὶ ὑπάρχειν, ὃ μετελήφθη ἐκ τῆς ἀποφάσεως τῆς ‘οὐκ ἐνδέχεται μηδενί᾿ ὡς ἴσον αὐτῇ δυνάμενον, ἰδεῖν ἄξιον· ἡ γὰρ λέγουσα οὐδενὶ ἐξ ἀνάγκης ἤτοι ὡς ἐξ ἀνάγκης ἀναιροῦσα τὸ κείμενον λαμβάνεται ἢ ὡς τὸ ἀναγκαῖον ἀναιροῦσα. ἡ μὲν οὖν ἐξ ἀνάγκης ἀναιροῦσα τὸ κείμενον οὐκ ἀπόφασις ἀλλ’ ἀναγκαία κατάφασις; ἥτις οὐκ ἄν εἴη ἀντικειμένη τῇ ‘ἐξ ἀνάγκης τινί᾿ οὔσῃ καὶ αὐτῇ καταφάσει. ἡ δὲ τὸ ἀναγκαῖον ἀναιροῦσα ἀπόφασις μέν ἐστι καὶ ἀντικειμένη τῇ ἐξ ἀνάγκης τινὶ λεγούσῃ καταφάσει· πῶς δὲ ἔτι ἡ τοῦτο λέγουσα οὐ γίνεται ἐνδεχομένη; ἡ γὰρ τοῦ ἀναγκαίου ἀπόφασις ἐνδεχομένη. ἢ διὰ τοῦτο οὐκ ἔστιν ἐνδεχομένη ἡ οὐδενὶ ἐξ ἀνάγκης λέγουσα ὡς ἀναιροῦσα τὸ καταφατικὸν ἀναγκαῖον, [*](3 εἶπε a ληπτέον . . . ὅρους] cf. p. 173, 10 post οὖν add. οἱ M 6 οὐ τῷ correxi: οὕτω libri 7 διωρισμὸν M, ut semper 9 post ἀνάγκης add. ὑπάρχει a 11 μηδενὶ] μὴ in ras. Β5 12 τοῦ μὴ omisso τὸ M 14 τοῦ ΒΜ: τῷ a οὐδενί BM: μηδενί a 16 ἐνδέχεσθαι (post τοῦ et post οὐκ) a μηδὲν (ante τὸ) M post τὸ 2 —3 lit. evan. Β 23 post εἰ add. δὲ M 24 ὃ superscr. B3: om. aM τοῦ om. M 26 ἐξ ἀνάγκης οὐδενὶ a τοῦ corr. ex τῆς Β2: τῷ aM 27 post δυνάμενον expunxit τὸ οὐδὲν ἐξ ἀνάγκης Β 28 ἤ σοι a 32 ἐστι καὶ evan. M τῇ ἐξ ἀνάγκης snperscr. Β 33 καταφάσει evan. M ἔτι om. a 34 ἐνδεχομένη. ἢ evan. M 35 ante ὡς add. ἡ a)

197
ἐπεί, κἄν παντὶ ὑπάρχῃ, μὴ ἀναγκαίως δέ, ἀληθής, κἄν τινὶ ἐξ ἀνάγκης [*](64r) μὴ ὑπάρχῃ· τὸν γὰρ τρόπον τῆς ὑπάρξεως οὐ τὴν ὕπαρξιν ἀναιρεῖν ἐπαγγέλλεται. ἡ δὲ κατὰ τὸν διορισμὸν ἐνδεχομένη ἡ ‘ἐνδέχεται μηδενί᾿ οὐκ ἐν τῷ ἤδη ὑπάρχειν ἐτίθετο, ἀλλ’ οὐδ’ ἀληθὴς εἶναι δύναται, ἐφ’ ὧν ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀναγκαία ἀληθής, τῷ ἀντιστρέφειν τῇ ‘ἐνδέχεται παντί᾿· ὡς γὰρ ἔφην, ἡ καθόλου ἐνδεχομένη πάσας τὰς ἀναγκαίας ἀναιρεῖ. ἀλλὰ καὶ ἡ μετάληψις τῆς ‘οὐκ ἐνδέχεται μηδενί᾿ εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’ ἐγένετο ὡς εἰς συναληθευομένην μὲν οὐ μὴν ἄντικρυς ἴσον δυναμένην· τὸ γὰρ ‘οὐκ ἐνδέχεται μηδενί᾿, ὥσπερ ἀληθές ἐστι κατὰ τῆς ἐξ ἀνάγκης τινὶ ὑπάρχειν λεγούσης, οὕτως ἀληθές ἐστι καὶ κατὰ τῆς ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν λεγούσης, ὡς μετ’ ὀλίγον δείξει καὶ αὐτός· εἰ γὰρ ἐξ ἀνάγκης τινὶ μή, οὐκ ἐνδέχεται οὔτε παντὶ οὔτε οὐδενί. ἀληθοῦς οὖν οὔσης τῆς ‘οὐκ ἐνδέχεται μηδενί καὶ κατὰ τῆς ‘ἐξ ἀνάγκης τινὶ μή᾿ μετέλαβεν αὐτήν, ὡς εἶπον ἤδη, εἰς τὴν ‘ἐξ ἀνάγκης τινί’, οὐχ ὡς εἰς τὴν αὐτὴν καὶ ἴσην, ἀλλ’ ὅτι ἐπὶ ταύτης ἐδείκνυτο τὸ ἀδύνατον, τῆς δὲ ἀποφατικῆς ληφθείσης οὐκέτι. τοῦ γὰρ τὸ Α ἐξ ἀνάγκης τινὶ μὴ τῷ Γ ληφθέντος καὶ προσληφθέντος τοῦ Β παντὶ τῷ Γ ὑπάρχειν ἐγίνετο τὸ συμπέρασμα ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, ὃ οὐδὲν ἀδύνατον ἦν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. ἐπεὶ τοίνυν τούτου μὲν ληφθέντος οὐδὲν ἐδείκνυτο, τοῦ δὲ ἀναγκαίου καταφατικοῦ ἐπὶ μέρους λαμβανομένου εἵπετό τι ἀδύνατον, εἰς τοῦτο τῆς ‘οὐκ ἐνδέχεται μηδενί᾿ τὴν μετάληψιν ποιησάμενος οὐδὲν ἔλαττον οὔσης ἀληθοῦς καὶ κατὰ τούτου, εὑρών τι ἀδύνατον τῇ εἰς τοῦτο τῆς ‘οὐκ ἐνδέχεται μηδενί᾿ μεταλήψει ἀκολουθῆσαν, εἰκότως τὸ ἰδίως τούτῳ ἀντικείμενον, εἰς ὃ ἡ μετάληψις ἐγίνετο, φησὶ συναχθήσεσθαι, ἀλλ’ οὐ τοῦτο, ἐξ οὗ ἡ εἰς τοῦτο μετάληψις. τῷ δὲ ἐξ ἀνάγκης τινὶ ἀντίκειται ἰδίως τὸ οὐδενὶ ἐξ ἀνάγκης ἴσον ὂν τῷ οὐκ ἐξ ἀνάγκης τινί· τοῦτο ἄρα διὰ τοῦ λόγου κατεσκεύασται, οὐ τὸ ‘ἐνδέχεται μηδενί᾿, ἐπεὶ τὸ τούτῳ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενί οὐδὲν μᾶλλον ἦν ἀληθὲς κατὰ τοῦ ‘ἀνάγκη τινί’ ἢ κατὰ τοὐ ‘ἀνάγκη τινὶ μή᾿, ὧν τοῦ ἑτέρου ληφθέντος οὐδὲν 30 ἀδύνατον συνήγετο. διὸ καὶ τὸ ‘ἐνδέχεται μηδενί᾿ ἀμφοτέρων ἐστὶν ἀναιρετικόν, τοῦ τ’ ἐξ ἀνάγκης τινὶ καὶ τοῦ ἐξ ἀνάγκης τινὶ οὔ, καθ’ ὧν ἐστιν ἀληθὴς ἡ ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται μηδενί᾿. τοῦ δὲ μὴ ὡς <εἰς> δυναμένην μετειλῆφθαι τὴν ‘οὐκ ἐνδέχεται μηδενί᾿ εἰς τὴν ‘ἐξ ἀνάγκης [*](1 ἐπεὶ κἂν παντὶ evan. M ὑπάρχει M 2 οὐ τὴν ὕπαρξιν ἀναιρεῖν evan. M 4 ἐτίθετο, ἀλλ’ οὐδ’ ἀληθὴς evan. M 5 ἀληθὲς a ἐνδέχεται periit in M 6 ἔφην] p. 194,33 7 τῆς aB: τοῦ M εἰς τὴν . . . ἐγένετο (8) evan. M 9 μηδενὶ ὥσπερ ἀληθές evan. 31 ἐξ ἀνάγκης Β et in ras. M: ἀναγκαίας a 10 οὕτως . . . λεγούσης (11) om. M 11 μετ’ ὀλίγον δείξει] c. 17 p. 37a14 sqq. ἐξ . . . μὴ (12) evan. M 13 καὶ om. M ἐξ ἀνάγ]κης] unc. incl. perierunt in M μετέλαβον M 15 post ὅτι add. καὶ M: eras. Β 16 τὸ aB: τοῦ M ληφθέντος BM: ληφθέντι a 17 post τοῦ add. τὸ a β παντὶ τῷ γ aB: γ παντὶ M 19 post ὑπάρχειν add. ἔσται δὲ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς M 22 οὔσης a: ὄντος BM τούτου correxi: τοῦθ’ libri; cf. vs. 9, 10 10, 13, 23. 24 τὸ ἰδίως τούτῳ om. M 24 τούτῳ a: τοῦτο Β 25 τούτω (post οὐ) M 28 ante οὐδὲν add. καὶ Μ 31 οὔ τινι Μ: τινὶ μή εἰς a: om. BM)
198
τινί’ σημεῖον τὸ μὴ τῇ αὐτῆς ἀναιρέσει τὴν ἀντικειμένην τῇ, ἐξ ἧς μετελήφθη, [*](64r) τίθεσθαι λέγειν αὐτὸν ἀλλὰ τὴν ἀντικειμένην ταύτῃ ὡς ἄλλην οὖσαν τῆς τῇ ‘οὐκ ἐνδέχεται μηδενί᾿ ἀντικειμένης, ἥτις ἦν ἡ ‘ἐνδέχεται μηδενί᾿.

Ἢ τούτοις χρώμενον οἷόν τέ ἐστιν λέγειν μηδὲ ἐπὶ τῆς προειρημένης συζυγίας τῆς | ἐκ καταφατικῶν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ [*](64v) συμπέρασμα γίνεσθαι. καὶ γὰρ ἐπ’ ἐκείνης ἡ μετάληψις τῆς ‘οὐκ ἐνδέχεται παντί’ εἰς τὴν ‘ἐξ ἀνάγκης τινὶ οὔ’ ἐγένετο· τῇ γὰρ εἰς ταύτην μεταλήψει τὸ ἀδύνατον δείκνυται. ἄν γὰρ εἰς τὴν ‘ἐξ ἀνάγκης τινί᾿ μεταληφθῇ ἡ ‘οὐκ ἐνδέχεται παντί᾿, οὐδὲν ἀδύνατον συμβαίνει, ὥσπερ οὐδ’ ἐπὶ ταύτης, ἂν εἰς τὸ ‘ἀνάγκη τινὶ μή’ . εἰ δὲ τοῦτο, τὸ ἰδίως ἀντικείμενον τῷ ἐξ ἀνάγκης τινὶ μὴ ὑπάρχειν εἴη ἂν κατασκευαζόμενον, ὃ εἴη ἂν τὸ οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν ἴσον ὂν τῷ ‘οὐκ ἐξ ἀνάγκης τινὶ οὐχ ὑπάρχει᾿. ὃ εἰ μὲν μόνον τῇ φωνῇ διαφέρει τοῦ ‘ἐνδέχεται παντί᾿, εἴη ἄν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα. εἰ δὲ δύναται εὑρεθῆναι ἐπί τινος ὕλης ἐξ ἀνάγκης μὲν τινὶ ὑπάρχον, μὴ ἐξ ἀνάγκης δὲ τινὶ οὐχ ὑπάρχον, εἴη ἄν ἐπ’ ἐκείνου τὸ μὲν ‘οὐδενὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει᾿ ἀληθές, τὸ δὲ ‘ἐνδέχεται παντί’ οὐκέτι, εἴ γε, ὃ ἐνδέχεται παντί, ἐνδέχεται καὶ μηδενί, τὸ δὲ ἐξ ἀνάγκης τινὶ ὑπάρχον ἐνδέχεσθαι μηδενὶ λέγειν ψεῦδος. οὕτως τε οὐδὲ ἐπ’ ἐκείνης ἂν τῆς συμπλοκῆς τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγοιτο. ἡ μὲν οὖν λέγουσα πρότασις ‘οὐδὲν ζῷον ἐξ ἀνάγκης οὐκ ἔστιν ἀναπνευστικόν᾿ οὐκ ἂν εἴη τοιαύτη· ἀληθὴς γὰρ αὕτη τῷ τὶ μὲν ἐξ ἀνάγκης ζῷον ἀναπνευστικὸν εἶναι τὶ δὲ ἐξ ἀνάγκης μὴ εἶναι ἀναπνευστικόν, καὶ εἴη ἄν αὕτη ἡ κυρίως ἀντικειμένη τῇ ‘ἐνδέχεται μηδενί᾿. τοιαύτη δὲ ἡ ‘οὐκ ἐνδέχεται μηδενί᾿· καὶ γὰρ ἀεὶ κατὰ τῆς ‘τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει᾿ καὶ κατὰ τῆς ‘τινὶ ἐξ ἀνάγκης ὑπάρχει᾿ ὁμοίως ἡ τοιαύτη ἀληθὴς ἡ ‘οὐκ ἐνδέχεται μηδενὶ ζῴῳ τὸ ἀναπνευστικόν᾿. εἴη δ’ ἄν καὶ ἡ τῆς ‘ἐνδέχεται παντί’ ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται παντί᾿ ἐπὶ τῆς κειμένης ὕλης ἀληθὴς ὁλοκλήρως· ἀληθὲς γὰρ ὁμοίως καὶ τὸ ‘οὐκ ἐνδέχεται μηδενί᾿. ἑκατέρα γὰρ αὐτῶν ἀληθεύεται κατ’ ἀμφοτέρων· καὶ γὰρ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης τινὶ μή. ἐπισκεπτέον δέ, μὴ δύναται εἶναι τοιαύτη ἡ λέγουσα ‘οὐδὲν λογικὸν ἐξ ἀνάγκης οὐ νοεῖ᾿ ἢ ‘οὐδὲν νοῦν ἔχον ἐξ ἀνάγκης οὐ νοεῖ)· εἰ γὰρ παρεδέξατό τις καὶ τὸ θεῖον λογικὸν εἶναι, τούτῳ μὲν ἐξ ἀνάγκης ὑπάρχει τὸ νοεῖν, οὐδενὶ δὲ ἐξ ἀνάγκης λο- [*](1 αὐτῇ M ἑξῆς libri 3 τῇ BM: τοῦ a 6. 7 γίνεσθαι τὸ συμπέρασμα a 8 τινὶ corr. Β2 μεταλήψει] εἰ in ras. Β2 10 παντὶ aB: μηδενὶ (superscripto παντὶ) M 11 τοῦτο τὸ evan. M 12 ὑπάρχειν a: ὑπάρχον BM ἐξ ἀνάγκης οὐδενὶ M 13 οὐχ BM: μὴ a ὑπάρχειν ἴσον evan. M οὐχ alterum om. a 14 ἐνδέχεσθαι a 14. 15 τοῦ κατὰ τὸν διορισμὸν evan. M 17 ἀν)άγκης . . . δὲ ἐνδέχεται (18) evan. M 18 ὃ scripsi: τὸ libri 19 ante ὑπάρχον add. οὐχ a: expunxit B: om. M (ἐν)δέχεσθαι . . . ψεῦδος evan. M 20 οὕτω M 21 λέγουσα . . . ζῷον evan. M 24 αὕτη ἄν a 26 οὐχ om. a ὑπάρχει prius corr. ex ὑπάρχειν Β2 post ἀνάγκης add. οὐχ a: ras. in Β: om. M ὑπάρχει (post ἀνάγκης) Β corr., M: ὑπάρξει Β pr.: ὑπάρχειν a 29 ὁμοίου M καὶ τὸ aB: τὶ M 30 αὐτῶν om. M 33 οὐ νοεῖ ἐξ ἀνάγκης M 34 μὲν M: μὴ aB)

199
γικῷ τὸ μὴ νοεῖν. δόξει τοιαύτη εἶναι καὶ ἡ ‘οὐδὲν σῶμα φυσικὸν ἐξ [*](64v) ἀνάγκης οὐ κινεῖται κατὰ φοράν’· εἰ γὰρ καὶ ἡ κυκλοφορία φορά, τῷ μὲν κυκλοφορητικῷ ἐξ ἀνάγκης ὑπάρξει ἡ φορά, οὐδὲν δὲ ἔσται σῶμα, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει ἡ φορά. εἰ δὲ ἀληθῆ ταῦτα, καὶ ἐν ἐκείνῃ τῇ συμπλοκῇ ἄν εἴη οὐχ ἡ κατὰ τὸν διορισμὸν ἐνδεχομένη συναγομένη ἀλλ’ ἡ προειρημένη ἀντικειμένη τῇ ‘ἐξ ἀνάγκης τινὶ μή᾿, εἰς ἣν μετελήφθη ἡ ἀπόφασις τῆς ἐνδεχομένης. εἰ γάρ τις καὶ ταύτας ἐνδεχομένας τὰς κατὰ τὸν διορισμὸν λέγοι, ὥσπερ οἱ περὶ Θεόφραστον λέγουσιν, οὐκέτ’ <ἂν> ἀληθὲς εἴη τὸ τὰς ἐνδεχομένας καταφατικάς τε καὶ ἀποφατικὰς ἀντιστρέφειν ἀλλήλαις. ἔστι οὖν καί, ἐν ᾗ ἡ μείζων καταφατικὴ ὑπάρχουσα, ὁμοίως τῇ, ἐν ᾗ ἡ μείζων ἀποφατική, ἔχουσα συμπέρασμα οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἥτις γὰρ ἄν ᾖ τῇ, εἰς ἣν ἡ μετάληψις γέγονεν. ἰδίως καὶ οἰκείως ἀντικειμένη, αὕτη συναγομένη δείκνυται τῷ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν μηδὲν ἄλλο τιθέναι ἢ τὸ ἀντικείμενον τοῦ ὑποτεθέντος, ᾧ τὸ ἀδύνατον ἠκολούθησεν.

[*](p. 34b 39)

Τὸ μὲν οὖν Α οὐδενὶ τῷ Β ὑπάρξει, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται[, καὶ οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον]· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλ’ οὐκ ἀνάγκη τινά.

Βουληθεὶς δεῖξαι ἐπὶ τῶν ὅρων. ὅτι ἐπὶ τῆς ἐκκειμένης συζυγίας συμπέρασμα γίνεται οὐ τὸ ἐξ ἀνάγκης οὐδενὶ ἀλλὰ τὸ οὐδενὶ ἐξ ἀνάγκης, ἐπεὶ ἐπὶ τῶν πρώτων, ὧν παρέθετο, ὅρων ἦν συναγόμενον τὸ ἐξ ἀνάγκης οὐδενί καὶ γὰρ ἡ μείζων πρότασις ἀντὶ ὑπαρχούσης ἦν ἀναγκαία ἀποφατικὴ ἀλλ’ οὐχ ὑπάρχουσα), ἄλλους πάλιν ὅρους παραθέμενος δεικνύναι πειρᾶται, ὃ 65r προέθετο. οἱ δὲ ὅροι κινούμενον, ἐπιστήμη, ἄνθρωπος· τὸ κινεῖσθαι οὐδεμιᾷ ἐπιστήμῃ, ἡ ἐπιστήμη ἐνδέχεται παντὶ ἀνθρώπῳ· συμπέρασμα τὸ κινεῖσθαι οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ὃ ὅτι ἄλλο ἐστὶ τοῦ ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ τὸ κινεῖσθαι, καὶ πῶς ἄλλο, ἐξηγούμενός φησιν οὐ γὰρ ἀνάγκη μηδέν κινεῖσθαι ἄνθρωπον, ἀλλ’ οὐκ ἀνάγκη τινά, ὃ δηλοῦται, ἵνα διὰ μὲν τῆς οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἀνέλῃ τὸ ἀναγκαῖον ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα, τοῦτ’ ἔστιν δείξη μὴ ὂν μὲν τοῦ ἐξ ἀνάγκης μηδενί, δείξῃ δέ, ὅτι τοῦ ‘οὐκ ἀνάγκη᾿ γίνεται τὸ συμπέρασμα. τοῦτο γάρ ἐστι τὸ ἀλλ’ οὐκ ἀνάγκη τινά, ὡς εἰ ἔλεγεν [*](1 τὸ aB: τὶ Μ 1. 2 ἐξ ἀνάγκης σῶμα φυσικὸν a 2 οὐ κινεῖται corr. ex οὐκ εἰνὶ τὸ Β κατὰ φορὰν a: καταφοράν BM 3 κυκλοφορικῷ M δὲ om. M ᾦ Μ: superscr. Β: post ἀνάγκης (4) transponit a 4 οὐχ om. a 6 ἀντικειμένης M μή M, supra ras. Β: οὔ a 8 λέγει a ἄν addidi 11 καταφατική a ante συμπέρασμα add. τὸ aM 12 ᾖ aB: ἡ M 13 αὕτη scripsi: αὐτῇ BM: αὐτὴ a 15 δυνατὸν a 16 —18 non lemma, sed textus verba in M 17 καὶ . . . ἀναγκαῖον ποο non uovit Alexander; cf. p. 200,5 —9 18 τινός M 24 παρέθετο M 25 ἀνθρώπῳ παντὶ a 26 ἐξ ἀνάγκης ἀνθρώπῳ a ἀνάγκης prius evan. M ὃ . . . ἐστὶ evan. M 28 μηδένα] huc usque M 30 δείξει a 31 δείξη a: δεῖξαι B τοῦ alterum om. a)

200
‘οὐ τόδε, ἀλλὰ τόδε γε τὸ συμπέρασμα᾿, τοῦτ’ ἔστιν οὐ τοῦ ‘ἀνάγκη μηδένα᾿ [*](65r) ἀλλὰ τοῦ ‘οὐκ ἀνάγκη μηδένα᾿. ἀντὶ δὲ τοῦ ‘οὐκ ἀνάγκη μηδέν’ εἶπεν ἀλλ’ οὐκ ἀνάγκη τινά, ὡς ἴσον ἐκείνῳ δυνάμενον τῷ οὐδενὶ ἐξ ἀνάγκης, ὃ δηλοῦται ὑπὸ τῆς ‘τὸ κινεῖσθαι οὐδενὶ ἐξ ἀνάγκης ἀνθρώπῳ᾿ ὂν τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἀνθρώπῳ τὸ κινεῖσθαι. εἰπὼν δὲ μετὰ τοῦτο τὸ δὲ Β παντὶ τῷ Γ ἐνδέχεται· οὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον ἀσαφεστέραν τὴν δεῖξιν ἐποίησε· δοκεῖ γάρ, ὅσον ἐπὶ 15 τῇ λέξει, οὐ περὶ τοὺ συμπεράσματος ταῦτα λέγειν ἀλλὰ περὶ τῆς Β Γ προτάσεως, ἦς ἐμνημονεύκει.

[*](p. 35a 3)

Ἐὰν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι σημαῖνον.

Δείξας τὸ συναγόμενον οὔσης τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς νῦν λέγει περὶ συζυγίας, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ὑπάρχουσά ἐστιν ἡ δὲ ἐλάττων ἐνδεχομένη ἀποφατική. φησὶ δή, ὅτι μενούσης τῆς ἐλάττονος τῆς ἐνδεχομένης ἀποφατικῆς οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ αὐτῆς εἰς τὸ καταφατικόν, ἐπεί, ὃ ἐνδέχεται μηδενί, καὶ παντὶ ἐνδέχεται (ἀντιστρέφει γὰρ ἀλλήλοις), ἔσται συλλογισμός, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, ἐν οἷς ἐκ μὲν τῶν κειμένων οὐδὲν συνήγετο, μεταληφθέντος δὲ τοῦ ἐνδεχομένου ἀποφατικοῦ εἰς τὸ ἐνδεχόμενον καταφατικὸν ἐγίνετο. ἔσται γὰρ συμπέρασμα καθόλου καταφατικὸν ἐνδεχόμενον οὔσης συζυγίας ἐκ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς μείζονος καὶ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος, καθ’ ἃ δεδεῖχθαι δοκεῖ. δύναται διὰ τοῦ εἰπεῖν ἐὰν δὲ ἀντιστραφῇ τὸ ΒΓ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ οὐ μόνον τὴν ἀντιστροφὴν εἰρηκέναι τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ἀλλὰ καὶ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, δι’ ἧς ἐγίνετο ἡ εἰς ἀδύνατον ἀπαγωγή· τοιοῦτο γὰρ τὸ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ. ἀλλὰ καὶ εἰ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ὑπαρχούσης ἡ ἐλάττων εἴη καθόλου ἀποφατικὴ ἐνδεχομένη ἐκ μὲν τῶν κειμένων οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ὁ αὐτὸς ἔσται συλλογισμός, ὃς ἐγίνετο, καὶ ὅτε τὴν ἀρχὴν ἐνδεχομένη ἔκειτο ἡ ἐλάττων καθόλου καταφατικὴ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ὑπαρχούσης. ὁ δὲ αὐτὸς ἔσται συλλογισμὸς προσέθηκεν ἴσως εἰς δήλωσιν, ὅτι τὸ συμπέρασμα μηδ’ ἐπὶ ταύτης τῆς συζυγίας τοῦ κατὰ τὸν διορισμὸν ἔσται ἐνδεχομένου, ὥσπερ ἐδείχθη μηδ’ ἐπ’ ἐκείνης γινόμενον.

[*](1 γε om. a 4 οὐδενὶ om. a 6 post ἐνδέχεται add. τὸ Β 10 ἔλασσον a 15 τῆς alterum orn. a 17 ὃ scripsi: τὸ aB; of. p. 198,18 ἐν τοῖς ἔμπροσθεν] c. 14 p. 33a5 sqq. 24 ante γ καὶ eras, τὸ Β post τῷ γ add. ἐνδέχεσθαι Ar. (om. n); cf. vs. 28 25 καταφατικὴν B: ἀποφατικὴν a 28 εἰ Β: ἡ a 30 ἐνδεχομένης ἀποφατικῆς a 34 ante ὅτι add. τοῦ a)
201
[*](p. 35a 20)

Ἐὰν δὲ μὴ ὑπάρχειν τεθῇ τὸ Β τῷ Γ καὶ μὴ ἐνδέχεσθαι [*](65r) μὴ ὑπάρχειν.

Μεταλαβὼν τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν ἀποφατικήν, φησὶ μηδένα ἔσεσθαι συλλογισμὸν μήτε ἐνδεχομένης καταφατικῆς τῆς μείζονος οὔσης μήτε ἐνδεχομένης ἀποφατικῆς. καὶ τοῦτο οὕτως ἔχον δείκνυσι πάλιν, ὡς ἔθος αὐτῷ, τῇ τῶν ὅρων παραθέσει δείξας καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί. τοῦ μὲν οὖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α τῷ Γ ὅρους παρέθετο λευκὸν ἐπὶ τοῦ Α, ζῷον ἐπὶ τοῦ Β, | χιόνα ἐπὶ τοῦ Γ· τὸ γὰρ λευκὸν καὶ [*](65v) παντὶ ζῴω ἐνδέχεται καὶ ἐνδέχεται μηδενί, καὶ τὸ ζῷον χιόνι οὐχ ὑπάρχει, καὶ τὸ λευκὸν χιόνι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκόν, ζῷον, πίτταν· πάλιν γὰρ τὸ μὲν λευκὸν ζῴῳ ἐνδέχεται καὶ παντὶ καὶ μηδενί, ζῷον <δὲ> οὐχ ὑπάρχει, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης οὐδεμιᾷ πίττῃ. ἀληθέστερον δ’ ἄν αἱ προτάσεις κατὰ τὴν ἐκκειμένην συζυγίαν ἔχοιεν, εἰ λάβοιμεν ὅρους ἐπὶ μὲν τοῦ παντὶ ὑπάρχειν κινεῖσθαι, λευκόν, περιπατοῦν· τὸ γὰρ κινεῖσθαι ἐνδέχεται καὶ παντὶ λευκῷ καὶ οὐδενί, καὶ τὸ λευκὸν μηδενὶ ὑπαρχέτω περιπατοῦντι, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι. τοὺ δὲ μὴ· δενὶ κινεῖσθαι, λευκόν, ἑστώς· πάλιν γὰρ τὸ μὲν κινεῖσθαι ἐνδέχεται καὶ παντὶ λευκῷ καὶ οὐδενί, καὶ τὸ λευκὸν μηδενὶ ἑστῶτι ὑπαρχέτω, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης οὐδενὶ ἑστῶτι. οὐδὲν δὲ κωλύει ὑπὲρ σαφεστέρας διδασκαλίας τοὺς ὅρους μεταλαμβάνειν αὐτοῦ προειρηκότος, ὅτι “ληπτέον βέλτιον τοὺς ὅρους’’. ἢ οὐ γίνεται ἐπὶ τούτων τῶν ὅρων ἁπλῶς ἀναγκαῖα τὰ συμπεράσματα, ἀλλὰ μετὰ διορισμοῦ· τὸ γὰρ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι, ἔστ’ ἄν περιπατῇ, καὶ πάλιν οὐδενὶ ἑστῶτι, ἔστ’ ἂν ἡ ἑστώς. ἀλλὰ καὶ ὣς ἀσυλλόγιστος ἡ συζυγία.

[*](p. 35a 25)

Φανερὸν οὖν, ὅτι καθόλου τῶν ὅρων ὄντων.

Ὡς εἶπεν ἐν ταῖς ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μεμιγμέναις συζυγίαις ἐν πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου τῶν προτάσεων γίνεσθαι συλλογισμόν, ὑπομνήσας ἡμᾶς ἑξῆς μέτεισιν ἐπὶ τὸ λέγειν περὶ τῶν τὴν μὲν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους τῶν προτάσεων· διαστήματα γὰρ τὰς προτάσεις λέγει. ἐξ αὐτῶν δὲ εἶπε τῆς ἐλάττονος ἐνδεχομένης οὔσης οὐχ ὡς δι’ αὐτῶν τῆς δείξεως μόνον γινομένης (πᾶσαι γὰρ αἱ τοιαῦται συμπλοκαὶ δείκνυνται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς), ἀλλ’ ὅτι ἡ καταφατικὴ χωρὶς ἀντιστροφῆς δείκνυται· ὅταν γὰρ ἀποφατικὴ τεθῇ, δεῖ πρῶτον αὐτὴν εἰς τὴν καταφατικὴν ἀντιστραφῆναι. τῆς μὲν οὖν μείζονος [*](1 post β add. παντὶ Ar. (om. n) 7 οὑν a: ὃν B 8 ἐπὶ τοῦ ἁ λευκόν, ἐπὶ τοῦ β ζῷον, ἐπὶ τοῦ γ χιόνα a 9 ἐνδέχεται alterum om. a 10 πίτταν a: πίττα Β 11 δὲ a: om. B 13 ἐκκειμένην] ἐκ in ras. Β 17 ἑστώς in mg. add. B3 18 καὶ τὸ (post ὑπαρχέτω) Β: τὸ δὲ a 20 προειρηκότος] p. 35a2 post ληπτέον add. δὲ ex Arist. a 23 οὐδενὶ bis a ἑστώς corr. ex ἔστω B3 25 ὄντων om. a 26 μεμιγμέναις om. a 34 δεῖ a: ἤδη Β ἀποφατικὴν a)

202
καθόλου οὔσης ἐνδεχομένης εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς τῆς [*](65v) δὲ ἐλάττονος ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης ἔσεσθαί φησι συλλογισμοὺς τελείους τοῦ ἐνδέχεσθαι τὸ πρῶτον τῷ ἐσχάτῳ τινὶ ἢ ἐνδέχεσθαι τινὶ μή· τελείους δέ, ὅτι διὰ τοῦ κατὰ παντὸς πάλιν καὶ τοῦ κατὰ μηδενὸς καὶ ἡ τούτων συναγωγὴ φανερὰ καὶ οὐδενὸς ἔξωθεν πρὸς τὸ δειχθῆναι δεόμενοι. ἐὰν δὲ μετατεθῶσιν οἱ κατὰ τὰς προτάσεις τρόποι καὶ γένηται ἡ μὲν μείζων ὑπάρχουσα καθόλου ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἐνδεχομένη, καταφατικαὶ δὲ ἀμφότεραι ἢ ἀμφότεραι ἀποφατικαί, ἢ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατικὴ ᾖ ὁποτέρα, ἔσεσθαί φησι συλλογισμόν, πλὴν ἀτελῆ. καὶ προστίθησι τὴν αἰτίαν τοῦ πάντας ἀτελεῖς γίνεσθαι λέγων πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ δι’ ἀντιστροφῆς, ὃ ἴσον ἐδτὶ τῷ ὅτι πάντες μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ τὴν ἐλάττον ἐνδεχομένην ἐπὶ μέρους ἀποφατικὴν ἔχοντες καὶ διὰ τῆς ἀντιστροφῆς· μεταληφθέντος γὰρ τοῦ ἀποφατικοῦ ἐνδεχομένου εἰς τὸ καταφατικὸν ἐνδεχόμενον. εντι καὶ οὗτοι τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δέονται τῷ, ἐν αἷς συζυγίαις ἐστὶν ἡ μείζων ὑπάρχουσα, ταύτας δείκνυσθαι συλλογιστικὰς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁ δὲ τρόπος τῆς δείξεως καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὁ αὐτός, ὅσπερ καὶ ὅτε ἦσαν ἀμφότεραι αἱ προτάσεις καθόλου τῆς μείζονος ὑπαρχούσης οὔσης. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδέχεται, καὶ τὸ Α τινὶ τῷ Γ ἐνδέξεται. εἰ γὰρ μή, τὸ ἀντικείμενον· ἀντίκειται δὲ τῷ ‘ἐνδέχεται τινί’ τὸ ‘οὐκ ἐνδέχεται τινί᾿, ὃ ἴσον ἐστὶ τῷ ἐξ ἀνάγκης οὐδενί. τὸ δὴ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης· εἰλήφθω καὶ τὸ Β τινὶ τῷ Γ ὑπάρχον· καὶ γὰρ ἐν ἐκείναις μετελαμβάνετο τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον, ψεῦδος μὲν οὐ μὴν ἀδύνατον <ὂν> γίνεται δὴ τρίτῳ σχήματι ἀναγκαία ἡ μείζων | καθόλου ἀποφατική, ἐπὶ μέρους δὲ 66r καταφατικὴ ἡ ἐλάττων ὑπάρχουσα· συμπέρασμα ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον. τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ παντὶ ὑπάρχειν. κἄν μὴ ἀναγκαῖον δὲ γένηται τὸ συμπέρασμα ἀλλ’ ὑπάρχον ἐπὶ μέρους ἀποφατικόν, καὶ οὕτως ἀδύνατον τὸ συναγόμενον· ἀδύνατον γὰρ τὸ παντὶ ὑπάρχον τινὶ μὴ ὑπάρχειν. ὁμοία ἡ δεῖξις, κἄν ᾖ τὸ Α μηδενὶ τῷ Β ὑπάρχον, τὸ δὲ Β ἐνδεχόμενον τινὶ τῷ Γ· τὸ γὰρ Α τινὶ τῷ Γ ἐνδέχεται μὴ ὑπάρχειν. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν᾿, ὃ ἴσον ἐστὶ τῷ ἐξ ἀνάγκης παντί· ἀλλὰ καὶ τὸ Β τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· τοῦτο γὰρ ἐν τρίτῳ σχήματι ἐπὶ τῇ κειμένῃ συζυγίᾳ τὸ συμπέρασμα γινόμενον ἐδείχθη. τοῦτο δὲ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α μηδενὶ ὑπάρχειν τῷ Β. ὁμοίως δὲ καὶ ἐπὶ ταύτης τῆς συμπλοκῆς, κἄν μὴ ἀναγκαῖον ᾖ [*](2 δὲ om. a ἔσται a 3 πρώτῳ a: ᾱ Β 5. 6 δεόμενοι Β Β: γινόμενοι δέονται 6 τρόποι Β: ὅροι a 8 post μὲν cxpunxit αὐτ, ut videtur, Β 9 ᾖ scripsi libri ἔστι a 11 διὰ τῆς Ar. 13 ἀποφατικὴν ἐπὶ μέρους a διὰ τῆς δι’ a 17 δὲ om. a καὶ om. a 18 ὅσπερ a: ὥσπερ Β αἱ προτάσεις om. a 22 ἐξ ἀνάγκης οὐδενί (post γ) a 23 ἐκείνοις a 24 ante ψεῦδος add. ὃ a ὂν addidi; cf. p. 217, 18 28 δὲ om. a 30 ὁμοίως a 33 τῷ B: τὸ a 34 ᾱ ἄρα a 35 ἐκκειμένῃ a 37 κἀπὶ a)
203
τὸ συμπέρασμα, ὑπάρχον δέ, καὶ οὕτως ἀδύνατον γίνεται. δῆλον δὲ καὶ [*](66r) τὸ τῶν ἀντιστροφῶν, πῶς ἔσονται, ἄν ἡ ἐλάττων πρότασις ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη ληφθῇ. τὸ δὲ ἔσται δὲ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς εἴρηκεν ἀντὶ τοῦ ‘ἔσται γὰρ συλλογισμὸς διὰ τῆς ἀντιστροφῆς᾿. οὐ γὰρ περὶ ἄλλου τινὸς ἤ, περὶ ὧν προείρηκε, λέγει· ἐν αἷς γὰρ συζυγίαις ἡ μὲν μείζων καθόλου ὑπάρχουσά ἐστιν ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη, περὶ τούτων λέγει, ὅτι τῆς ἐνδεχομένης ἀποφατικῆς ἀντιστραφείσης εἰς τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην.

[*](p. 35b 8)

Ὅταν δὲ τὸ μὴ ὑπάρχειν τινὶ λαμβάνῃ

Ὅταν δὲ ἡ ἐλάττων πρότασις, οὖσα ἐν μέρει ἀποφατική, ὑπάρχουσα ληφθῇ, οὔ φησιν ἔσεσθαι συλλογισμόν· εἰκότως· καὶ γὰρ οὔσης ἀποφατικῆς τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι οὐδεὶς ἐγίνετο συλλογισμός. μένει γὰρ ἡ ὑπάρχουσα ἀποφατική· οὐ γὰρ ὡς ἡ ἐνδεχομένη εἰς τὴν καταφατικὴν μεταληφθῆναι δύναται. δείξας δὲ διὰ τῶν ὅρων καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ γινόμενον τὸ συμπέρασμα προσέθηκε τὸ διὰ γὰρ τοῦ ἀορίστου ληπτέον τὴν ἀπόδειξιν. τοῦτο δὲ εἶπεν, ἐπεὶ ἔλαβεν ἐπὶ τῶν ὅρων τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν τοιαύτην εἶναι ὡς καὶ καθόλου εἶναι ἀληθῆ, οὐκ ἐν μέρει μόνον· τὸ γὰρ ζῷον οὐδεμιᾷ χιόνι καὶ οὐδεμιᾷ πίττῃ· ἔκειτο δὲ τινὶ μή. ἐπεὶ οὖν τὸ τινὶ μὴ ἀληθεύεται, καὶ ὅταν μηδενί, καὶ ὅταν τινὶ μὲν μὴ ὑπάρχῃ, τινὶ δὲ ὑπάρχῃ, τῷ ἀορίστῳ τῆς ἐπὶ μέρους ἀποφατικῆς προσχρωμένους φησὶ καὶ λαμβάνοντας ἀντ’ αὐτῆς τὴν καθόλου ἀποφατικήν, ἐπεὶ κἀκείνης οὔσης ἀληθοῦς καὶ αὕτη ἀληθής ἐστι, χρὴ δεικνύναι τὴν τοιαύτην συζυγίαν ἀσυλλόγιστον, ὡς καὶ πρότερον ἐπὶ πλειόνων ἐδείχθη. τοῖς γὰρ αὐτοῖς ὅροις καὶ πρὸ ὀλίγου κέχρηται, ὅτε ἐδείκνυεν ἀσυλλόγιστον συζυγίαν οὖσαν τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς 35 ἐνδεχομένης καὶ τῆς ἐλάττονος καθόλου ἀποφατικῆς ὑπαρχούσης. τοῦτο δὲ οὕτως εἶπε δεῖν δείκνυσθαι, ἐπεὶ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικῆς ἀληθοῦς καθ’ αὑτὴν καὶ μὴ διὰ τὴν καθόλου ἐγίνετο τὸ Β τινὶ τῷ Γ ὑπάρχον, οὔσης δὲ τοιαύτης τῆς ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης τῆς δὲ μείζονος ἐνδεχομένης καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς τέλειοι ἐγίνοντο συλλογισμοί, ὁ μὲν τοῦ ‘ἐνδέχεται τὸ Α τινὶ τῷ Γ ὑπάρχειν᾿ ὁ δὲ τοῦ ‘ἐνδέχεται τινὶ μὴ ὑπάρχειν᾿· ὧν δεικνυμένων συλλογιστικῶς ἀδύνατον ἦν λαβεῖν ὅρους ἐπὶ τῆς τοιαύτης ὕλης τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενί.

[*](3 δὲ (post ἔσται) a et Ar. γὰρ i): om. Β 6 γὰρ om. a 7 post τούτων add. γὰρ a 10 τινὶ om. Ar. 12 καὶ om. a 16 γὰρ διὰ a ἀορίστου aB (Ad): ἀδιορίστου Ar. 24 ἀσυλλόγιστον συζυγίαν a πρότερον] p. 35a20—24 28 ἐπεὶ B: ἐπὶ a 29 μὴ superscr. B1 31 τῆς om. a 32 ἐνδέχεσθαι a 33 ἐνδέχεσθαι a 34 ὕλης τῆς Β: τοῦ a)
204