Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Ὀρθὴ στάσις ὀφθαλμῶν ἀρίστη. ὀφθαλμοὶ ἄνω ἐσταλμένοι μαργοσύνης καὶ ἀποπληξίας σημεῖον ἢ νό- σου τῆς ἱερᾶς καλουμένης λαγνείας τε καὶ γαστριμαρ- γίας καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ πρὸς τούτοις τρόμος ἐνείη, οὐ πόρρω ἥκουσιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμόφρονες, φιλόφονοι, μιαιφόνοι, ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ μεγάλοι φιλοπόται, φιλόκυβοι, φιλογύναιοι, [*](Adam. 1. ὅσα] ὅσον Ro et Henrych. 2. λαγωούς, οἷς] λαγωοὺς οἱ τοιοῦτοι ἄνδρες. οἷς δὲ Ro 3. Ὀρθὴ] καὶ ὀρθὴ Ro ὀφθαλμῶν ἀρίστη] ὀφθαλμῶν, ἄριστοι Ro 4. μαργο- σύνης] ματαιοσύνης Ro (et Struvius) 8. φιλόφονοι] φιλό- φρονοι V ἀπάνθρωποι καὶ δειλόφθονοι καὶ Ro μιαιφόνοι] μητροφόνοι? 9. φιλοπόται scripsi γίνονται x γίνονται φιλο- πόται Ro φιλογύναιοι] φιλογύναιοι, φιλόκυνοι Ro )

316
ἄκοσμα φθεγγόμενοι, κεκράκται, μάργοι δὲ μάλιστα. ὸφθαλμοὶ κάτω ἐστραμμένοι 〈ὡς〉 δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περιττότερον δέ, ὅτι ἔγκοτοί εἰσι καὶ μῆνιν ἀγρίαν καὶ ἀμείλικτον ἔχουσιν. ἐὰν δὲ ὁ μὲν τῶν ὀφθαλμῶν ἄνω χωρῇ, ὁ δὲ κάτω καθέλκηται καὶ τρόμος ἐν αὐτοῖς ἐνῇ αἵ τε ὀφρύες σπῶνται καὶ 〈τὸ〉 ἆσθμα τραχὺ καὶ πυκνὸν ἀναφέρηται, οὗτος εἰς τέλος ἐλήλακεν ἐπιληψίας.

Ὀφθαλμοὶ παρατετραμμένοι εἰ μὲν εἰς τὰ δεξιὰ χωροῖεν, μωρίαν, εἰ δὲ εἰς τὰ ἀριστερά, μαχλοσύνην [*](Adam. 1. κεκράκται Sylb. καὶ κράκται V καὶ κράτοι S ἀκράται M ἀκρατεῖς Schneider cf. II § 24 2. 〈ὡς〉 in- serui cf. phys. lat. § 29 tanquam occidentes ὥσπερ Schnei- der δυόμενοι om. S ἢ δεόμενοι Ro 6. ἐνῇ Sylb. εἴη x 7. 〈τὸ〉 inserui 8. εἰς τέλος om. S 9. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν παρατετραμμένων in )

317
κατηγοροῦσιν· εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα νεύοιεν, χάρισι καὶ ἀφροδίτῃ καὶ ἔρωσίν εἰσι φίλοι. ἐὰν δὲ ξηρότεροι ὦσι καὶ ἀναπεπτα- μένοι μὴ ἐνόντος τρόμου, κακοὶ καὶ πονηροί, οὐ μέντοι κεχαρισμένοι χάρισιν ἢ ἔρωσιν, αἰδὼς δὲ σφᾶς προλέ- λοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἐνείη, κακοῦργοι καὶ πάντολμοι.

Οἱ χαροποὶ ὀφθαλμοὶ ἀπὸ τῶν μελάνων χωρί- ζονται τῷ αἰόλῳ· πολλὰ γὰρ αὐτῶν τὰ εἴδη. καὶ οἱ μὲν μέλανες ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ φιλοκερδῆ καὶ [*](Adam. 3. ἔρωσιν| ἔρωτι Pa 5. προλέλοιπε scripsi περι- λέλοιπε x προείληφε Ro 8. ante Οἱ titulus περὶ αἰόλων ὀφθαλμῶν in x μελάνων| μελαίνων M )

318
ἄπιστα δηλοῦσιν, οἱ δὲ χαροποὶ τοιοίδε εἰσίν. ἡ μὲν χροιὰ ἐπιπρέπει αὐτοῖς μέλαινα ὡς ἀπλῶς ἰδεῖν, ἐσα- θροῦντι δὲ κέγχροι ἔνεισιν 〈αἱ μὲν〉 πυρραὶ οὐ σφό- δρα, αἱ δὲ λευκαὶ καὶ ἐπιλευκότεραι, ἄλλαι δὲ ὠχραὶ καὶ ἄλλαι 〈κυαναῖ〉 τοῦ ὠχροῦ τῷ πυρρῷ μεμιγμένου ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱματώδεις κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ κεγχρωτὰ μὲν οὐ φέρουσι τὰ εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. [*](Adam. 1. ἡ scripsi secundum HA cum Henrych. εἰ x 2. ἐπιπρέπει] ἐπιτρέπει M fortasse scrib. ἐπιπρεπὴς ἰδεῖν| εἰπεῖν Sylb. et Henrycb. 3. ἔνεισιν αἱ μὲν scripsi ἔνεισι x 4. ἐπιλευκότεραι scripsi ἔτι λευκότεραι 5. 〈κυαναῖ〉 inserui μεμιγμένου scripsi e M V μεμιγμέναι Pa 9. μέλαιναν] μέλαινα M τὴν| καὶ τὴν Ba ταύτῃ Ro ταύτης x πυρράν| πυρράνἔχουσιν? )
319
ἕτεροι δὲ ὑπολευκότερα ἔχουσι τὰ πυρρά. ἐν τοῖς μέλασι τὰ μὴ πάνυ πυρρά, ὁπόσοις πόρρωθεν τὸ μέλαν μόνον ἐπιπρέπει, γενναῖα τὰ ἤθη, συνετά, δίκαια, εὐφυῆ, μεγαλόνοα σημαίνει. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα πάνυ πυρρά, τετράγωνα καὶ μὴ κεγχρωτὰ ἔνι καὶ ὑπολάμπει ἔσω ὥσπερ πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ἴτυες δὲ [*](Adam. 1. πυρρά. ἐν scripsi cum Κ ἐν] καὶ ἐν Ba 2. τὰ] καὶ? Schneider πυρρά, ὁπόσοις scripsi auctore Hoffmanno p. 126 πυρρά. ὁπόσοις x τὸ μέλαν μόνον| μόνον τὸ μέλαν V 3. ἐπιπρέπει] ἐπιτρέπει M 4. μεγαλόνοα scripsi coll. 322, 5 μεγάλα x 5. ἔνι] ἐστι? ἐνίοτε phys. lat. § 27 interdum 6. ὠχροὶ] ὠχροὶ M V ταῖς scripsi τοῖς xx 7. πυρώδεσι scripsi πυρρώδεσι x )
320
αἱματώδεις ἢ κυαναῖ περιθέουσι τὰς κόρας, [ οὗτοι κάκιστοι· ] μεγάλοι δὲ ὀφθαλμοὶ καὶ στίλβοντες κινού- μενοι δεδορκότες, οἷον θυμούμενοι δεδόρκασιν ἄνθρω- ποι, καὶ τὰ βλέφαρα σφέων ἀναπέπταται, πάντων οὗτοι χείριστοι· λύκων γὰρ καὶ ὑῶν ἀγρίων τοιαῦτα εἴδη, οἱ δὲ καὶ τούτων ὠμότεροι, ἀγριώτεροι, ἁρπακτικώτεροι. [*](Adam. 1. οὗτοι κάκιστοι cancellis inclusi 4. σφέων scripsi e V σφῶν γ 5. γάρ] δὲ S )
321
ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον ἂν αἱ κέγχροι 〈πυρρότεραι〉 ὦσιν, ἀγριώτερα τὰ ἤθη, δυσοργητότερα καὶ ὑβριστικώτερα καὶ μοιχιδιώτερα ἀποτελοῦσι· μείζους δὲ οὖσαι ἢ ἐλάσσους ἠπιώτερα σημαίνουσιν. αἱ δὲ αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακεῖς ἀν- θρώπους μηνύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμάκων ἐπιστήμονας. οἱ μὲν οὖν ὠχροὶ δολερώτεροι, οἱ δὲ αἱματώδεις ἀβουλότεροι καὶ θερμότεροι. ὅσοις [*](Adam. 1. ὅσον scripsi e x ἴσαι Pa 2. 〈πυρρότεραι〉 in- serui coll. Pol. arab. p 134, 1 sq. 3. ἀποτελοῦσι] ἀποδηλοῦσι? 4. σημαίνουσιν] σημαίνει M V αἱ | οἱ S 5. φαρμακεῖς scripsi φαρμακώδεις x 6. μαγγανείας] μαγκανίας M 7. οἱ | aἱ V δολερώτεροι scripsi δειλότεροι x 8. οἱ | αἱ V δὲ| δʼ V καὶ inser. Ro )
322
δὲ οὐ κέγχροι εἰσὶ χαροποῖς, ἀλλʼ ἴτυς ἔνεστι πεποι- κιλμένη, τῆς ἴτυος τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέ- πτου. ἴτυς μέλαινα στενή, ἑτέρα δὲ ἐπὶ ταύτῃ πυρρὰ ἐν ὑγροῖς ὀφθαλμοῖς, εἰ γε μηδὲν ἄλλο ἄτοπον φαί- νοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, συνετόν, δίκαιον, εὐφυῆ, παιδεραστὴν 〈δὲ〉 πέρα τοῦ μετρίου, ἡ δὲ χλωρὰ ἴτυς ἐπὶ τῇ μελαίνῃ δολερόν, ἄδικον, κλῶπα [*](Adam. 1. χαροποῖς scripsi χαροποὶ x post πεποικιλ- μένη x δολερώτεροι, οἱ δὲ (δʼ S) αἱματώδεις, quae delevi, ut e p. 321, 7 sq. repetita, in δολερώτεροι· εἰ δὲ αἱματώδης, mutavit Henrvch. 3. ἴτυς] εἰ ἴτυς? ταύτῃ Schneider ταύτης x 6. 〈δὲ〉 inserui ἡ| εἰ? )
323
ἀργυρίου, γυναιξὶν αἰσχρῶς ὁμιλοῦντα. ἴτυες αἰόλαι τὴν χροιὰν ταῖς ἴρισιν ἐμφερεῖς ἐν μὲν ξηροτέροις 〈τοῖς〉 ὀφθαλμοῖς μαργοσύνην δηλοῦσιν, ἐν δὲ ὑγροῖς μεγα- λόνοιαν καὶ εὐθυέπειαν καὶ ἀνδρίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ εἰς τὰ ἀφροδίσια ἔργα πάντα ἐπτοημένοι.

[*](Adam. 1. αἰόλαι scripsi αἰόλοι x αἴόλαι Pa 2. 〈τοῖς〉 inserui e M V 4. εὐθυέπειαν| εὐέπειαν Pa ἀνδρίαν scripsi e S V ἀνδρείαν M 5. ταχύτεροι Franz τραχύτεροι x 6. πάντα om. Pa )
324