Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Πεπηγότες ὀφθαλμοὶ πάντες ἄτοποι· οἱ μὲν γὰρ ὑγρότεροι δειλούς, οἱ δὲ ξηρότεροι μάργους, οἱ δὲ ὠχρότεροι ἐμβροντήτους σημαίνουσιν. ὅσοι δὲ καὶ τὰς ὀφρῦς ἐπαίρουσι καὶ τὸ πνεῦμα ἀνασπῶσι, δύσβουλοι, [*](Adam. 1. laeunam indicavi 3. λαμβάνουσι] λαμβάνει V δέδραται scripsi δρᾶται x 5. ὑπὸ scripsi ἀπὸ x 7. ante Πεπηγότες titulus περὶ ὀφθαλμῶν ἑστηκότων in M V, περὶ ὀφθαλμῶν πεπηγότων in S 10. ἐπαίρουσι scripsi ἐγείρουσι x )

309
ὠμόφρονες, κακοφραδέες, [κενεόφρονες,] παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστριμαργίας καὶ λαγνείας μάρτυρες. ἐὰν δὲ τῶν τοιούτων καὶ τὰ κάτω τῶν ὀφθαλμῶν ἀποσχίζοιτο, ταῦτά τε κατηγορεῖ καὶ ἀναίδειαν, ἀδικίαν, ἀπληστίαν, ἀμηχανίαν. ὀφθαλ- μοὶ μικροὶ ἑστῶτες φαίνουσι φιλοχρήματον καὶ πάν- τοθεν κέρδη περινοοῦντα. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπῴη εἰς τὸ μέσον, κερδαλεώτερός ἐστιν ὁ ἀνήρ. εἰ δὲ καὶ τὸ πᾶν σῶμα ἄμα τοῖς σημείοις τούτοις καθέλκοιτο, πρόσεστι καὶ τὸ ὀργίλον αὐτὸν [*](Adam. 1. κενεόφρονες, ut lectio varia antecedentis κακο- φραδέες, delendum videtur 3. δὲ] δὲ καὶ y 4. ἀποσχίζοιτο scripsi ἀποσχίζοιντο x ἀποσχίζωνται Henrych. ταῦτά] τὰ αὐτά? τε inserui e M V cf. phys. lat. § 22 cum libidine iniquitatem 7. περινοοῦντα scripsi e V περιπονοῦντα περι- ποιοῦντα SPa 10. πρόσεστι] προσέσται? cf. p. 343, 3 )
310
εἶναι καὶ βοητήν. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μήποτε φιλίαν συνάψῃς μηδὲ γείτονα σχεῖν ἢ συνοδίτην εὔξῃ· δολερὸς γὰρ οὗτος καὶ εἰς τὰ δεινὰ ἀγρυπνῶν ἐπὶ συμφοραῖς ἑταίρων. ὀφθαλμοὶ ἑστῶτες μικροὶ ὑγροί, μέτωπον ἀνειμένον, βλέφαρα κινούμενα δεικνύουσιν ἄνδρα φροντιστήν, φιλολόγον, φιλομαθῆ. τοῦτο μόνον πεπηγότων ὀφθαλμῶν σχῆμα βέλτιστον.

Ὀφθαλμοὶ κινούμενοι ταχέως ταραχώδη, ὑπο- νοητήν, ἄπιστον, μελλητὴν μᾶλλον ἢ δραστήριον δη- λοῦσι. καὶ οἱ μὲν μετὰ τῶν ὀφθαλμῶν κινοῦντες τὰ βλέφαρα ἐπιπλεῖστον 〈δειλοὶ〉 καὶ ἀνάλκιδές εἰσι τὴν [*](Adam. 1. βοητήν] βίαιον Henrych. 2. μηδὲ] μὴ δὲ 4. ἑταίρων scripsi e M V ἑταιρων P ἑτέρων H APa 9. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν κινουμένων in x ταχέως ταραχώδη] ταχύ, ὡς ταραχώδεις Henrvch. 10 μελλητὴν Sylb. μελητὴν x 12. ἐπιπλεῖστον| ἐπὶ πλεῖστον 〈δειλοὶ〉 in- serui cf. phys. lat. § 23 timidi ac sine virtute sunt et p. 313, 6 )

311
ψυχήν, οἱ δὲ τοὺς μὲν ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ δὲ βλέφαρα οὐχ ὁμοίως θαρσαλέοι οὗτοί εἰσι καὶ τολ- μητίαι ἐν τοῖς δεινοῖς. οἱ δὲ βραδυκίνητοι νωθεῖς, ἀργοί , δυσαίσθητοι , χαλεπῶς ἀρχόμενοι , δυσκατά- παυστοι. τὸ δὲ μέσον τῆς κινήσεως μέσα πάντων ὧν εἶπον σημαίνει. ὀφθαλμοὶ πάντη περιθέοντες ἀχλυώ- δεις μαργοσύνης κατήγοροι. ὀφθαλμοῖς μεγάλοις τρέ- μουσιν ἀποπληξίαν καὶ μαργοσύνην καὶ γαστριμαργίαν καὶ οἰνοφλυγίαν καὶ λαγνείαν τεκμαίρου. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἄπιστοι, ἄδικοι, τὰ ἀλλότρια πράσσοντες κακά , ζῶντες ἀπὸ συμφορῶν. [*](Adam. 2. οὗτοί εἰσι καὶ scripsi οὔτοι· εἰσὶ δὲ x 3. οἱ Ba et Ro εἰ x 5. πάντων] πάντως V 7. ὀφθαλμοῖς με- γάλοις τρέμουσιν - 9 τεκμαίρου scripsi e ὀφθαλμοὶ μεγάλοι εἰ τρέμουσι - τεκμαίρονται Pa 9. λαγνείαν scripsi ἀργίαν x 11. συμφορῶν| συμφορῶν ἑτέρων ? cf. phys. lat. § 23 aluntur autem malis alienis )
312
ὀφθαλμοὶ μικροὶ ὑπότρομοι χαροποὶ ἢ μέλανες τὰ αὐτὰ σημαίνουσι, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότεροι καὶ ἀβουλότεροι, οἱ δὲ μέλανες δυσοργητότεροι καὶ ἀν- αίσχυντοι. ὀφθαλμοὶ κλυζόμενοι κυμαίνοντες ἐν αὐτοῖς εἰς ἀφροδίσια καὶ εὐπάθειαν ἐπτόηνται, οὔτε δὲ ἄδικοι οὔτε κακοῦργοι οὕτε φύσεως φαύλης οὔτε ἄμουσοι.

Ὁπότε γλαυκοὶ ὔντες μικρὰς τὰς κόρας ἔχουσιν οἱ ὀφθαλμοί, ἀνελεύθεροι καὶ πανοῦργοι καὶ φιλοχρή- ματοι μᾶλλον ἢ ἄλλοι εὑρίσκονται. γλαυκοὶ ὀφθαλμοὶ ξηρότεροι ἄγρια καὶ ἄνομα ἤθη τίκτουσι· χολῇ γὰρ [*](Adam. 1. χαροποὶ| χαροποιοὶ M 2. χαροποὶ] χαροποιοὶ M 4. αὑτοῖς] αὐτοῖς M 7. ante Ὁπότε titulus περὶ ὀφθαλμῶν γλαυκῶν in x μικρὰς τάς scripsi μικροτάτας x 10. ἄνομα Ro ἀνώμαλα x τίκτουσι scripsi e x κατηγοροῦσι Ro )

313
βεβαμμένοι εἰσίν, ἀλλʼ οὐ κυανῇ. οἱ δὲ κυανοῖ ἐπί- παν ὑγρότεροί εἰσι, καί εἰσιν οὗτοι πολὺ κρείσσονες τῶν ἑτέρων. ὅσοι δὲ ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ εὐλαμπεῖς καὶ μεγάλοι, ἤθη ἄριστα ὀφθαλμῶν παρ- έχονται, θυμοειδεῖς δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες ὑπολευκότεροί εἰσιν, ἀνάλκιδες καὶ δειλοὶ πάντων μάλιστά εἰσιν ὧν εἶπον. τὰ δὲ ἄλλα ὡς τοῖς ἄλλοις σημείοις χρῶ καὶ ἐπὶ τούτων. ὀφθαλμοὶ αἰόλοι μᾶλλον γίνονται ἐν τοῖς χαροποῖς ἢ ἐν τοῖς γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν αἰόλων λέγω. ψεκάδες εἰσὶ κυαναῖ περὶ τὰς κόρας κατὰ μέγεθος [*](Adam. 1. ἀλλʼ οὐ κυανῷ del. Schneider κυανῇ scripsi κυανῷ x κυανοῖ ] κυανοὶ M 2. κρείσσονες scripsi e M V κρείττονες Pa 4. εὐλαμπεῖς scripsi e M V ἀλαμπεῖς Pa ἤθη] εἴδη? cf. phys.lat. § 24 optima species glaucorum ὀφθαλμῶν| τῶν ἀνδρῶν? Schneider, at cf. p. 314, 3 sq. 6. τὰ γλαυκὰ] τὴν γλαυκότητα? 9. χαροποῖς| χαροποιοῖς M 11. ψεκάδες scripsi ψηφίδες x ψηφῖδες Henrych. )
314
κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἴσαι ταῖς ἄλλαις· τούτων ἐν στοίχῳ οὐσῶν παραλλήλων ὡς ὅρμος περιθέει τὴν κόρην. οἱ τοιοῦτοι τοίνυν ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα μάλιστα ὀφθαλμῶν κέκτηνται, ἀγχινοίας δὲ καὶ συνέσεως ἱκανῶς αὐτοῖς μέτεστιν, ἄτολμοι δέ εἰσιν. οἷς δὲ αἰόλοι ὀφθαλμοὶ καὶ μικροί εἰσιν, οὗτοι κερδαλεώ- τεροι καὶ δουλοπρεπεῖς καὶ θῶπες τῶν ἐν δυνάμει καὶ φιλοχρήματοι καὶ πράττοντές τι κρύφα χαίρουσι κἂν εἰ μηδὲν εἴη τὸ διάφορον κρύφα ἢ ἐκ τοῦ φανεροῦ εἰπεῖν ἢ ποιῆσαι, κακά τε πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγονται, [*](Adam. 2. στοίχῳ| στίχω V περιθέει H( et Sylb ) παρα- θέει x 5. ἄτολμοι δέ εἰσιν in marg. V οἷς scripsi οἱ x 6. εἰσιν, οὗτοι scripsi οὗτοι εἷεν x 8. καὶ πράττοντές τι κρύφα] ἕτερα λέγοντες καὶ ἕτερα πράττοντες καὶ ἐν τούτοις κρυφῇ Ro καὶ 〈λέγοντές τε〉 καὶ πράττοντες? κἂν scripsi coll. 303, 6 καὶ x 10. κακά τε scripsi καὶ τὰ τε M V καὶ τὰ Pa ἐπὶ κέρδει Sylb. ἐπικερδῆ x ἐπὶ κέρδεῖ Pa )
315
πλὴν ὅσα ὑπὸ δειλίας κωλύονται· ἀνάλκιδες γάρ εἰσι κατὰ τοὺς λαγωούς, οἷς τὸ εἶδός ἐστι τῶν ὀφθαλμῶν ὅμοιον.