Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Τῶν δὲ σημείων αἱροῦ τὰ μέγιστα καὶ δοκιμώ- τατα καὶ ἄλλοις ἄλλων μᾶλλον πείθου· ἄλλα γὰρ ἄλλων δυνάμει προέχει. μέγιστον δὲ αἱ μίξεις τῶν σημείων τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ ἤθη καὶ βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ 〈καὶ〉 ἐκστά- σεις τινὰς γίνεσθαι τοῦ εἴδους παρὰ τὸ καθεστηκὸς [*](Adam. 2. ἀτρεκέστατόν ] ἐντρεχέστατον x correxi e Po 4. πείθου Sylo. πειρῶ x 5. δὲ inserui cum Ba δʼ V om. γ 8. 〈καὶ〉 inserui e Po ἐκστάσεις Schneider ἐνστάσεις x)

302
χαρέντων ἢ λυπουμένων ἢ θυμωθέντων ἢ φοβουμένων ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἢ τινι ἐπιθυμίᾳ ἢ σκεπτομένων ἢ ὁρώντων ἢ ἀκουόντων. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλʼ ἔστιν ἃ καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι μεταστήσεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐννοεῖν, ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοι- αῦτα εἴ τις ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, [*](Adam. 1. χαρέντων restitui e V χαρὰν ἐσχηκότων y, quod e χαραν 〈έσχηκό〉των ortum puto λυπουμένων restitui e VS et Po λυπηθέντων M λυπηθέντων ἢ λυπουμένων Sylb. φο- βουμένων correxi e Po θυμουμένων x 2. ἤ τινι scripsi e Po τινι ἢ x, sed fortasse τινι delendum, ut in H abest 6. πᾶσι] ἐν πᾶσι? 9. ἔχει] ἔχοι M αὐτῷ V et S in marg. αὐτὸ γ)
303
ὅπερ ὑπὸ τῶν σημείων δηλοῦται. οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου ἐστί, φροντιστικὸν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖά τινα τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἄν μὴ παρʼ ὃν καιρὸν αὐτὸν ὁρᾶς δόλον τότε ἀρτύῃ τινά, τοῦτον ἀπο- φαίνου δολερόν. τὸν αὐτὸν τρόπον κἂν 〈εἰ〉 θυμου- μένου τις ἔχων σημεῖα [κἄν] μηδεμιᾷ τότε συνέχοιτο ὀργῇ, ὀργίλον αὐτὸν ἐρεῖς. καὶ ἐπὶ τῶν ἄλλων παθῶν παραφυλάξεις ὁμοίως.

[*](Adam. 1. ἐὰν] ἐάν τις? 3. τινα del. Schneider 4. δόλον] δόλου Pa 5. δόλον| δόλου SPa ἀρτύῃ] ἀρτύνῃ Schneider τινά correxi τινὸς x τινὶ Sylb. et Schneider 6. κἂν 〈εἰ〉 correxi καὶ x 7. κἂν uncis inclusi, ut emen- dationem antecedentis καὶ in margine positam συνέχοιτο] συνέχηται Schneider at cf. § 6 p. 309, 3 ἐὰν — ἀποσχίζοιτο )
304

πόσοις γε μὴν γυναικεῖον εἶδος ἐπιπρέπει ἔν τε τοῖς ὀφθαλμοῖς καὶ τοῖς ἄλλοις, τὰ μὲν εἰς ἡδυπά- θειαν καὶ ἀφροδίτην εἰσὶ γυναικεῖοι, τολμηροὶ δὲ καὶ ἀναιδεῖς καὶ πανουργίαις καὶ ἀπάταις καὶ ἀπιστίαις χαίροντες· καὶ γὰρ ταῦτα γυναικεῖα. ὅσοι δὲ νέοι ὄντες εἶδος ἔχουσι γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὕποπτοι καὶ φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι καὶ

ὅσα ἄλλα ἀγαθὰ ἢ κακὰ τῷ γήρᾳ πρόσεστιν, ἔχουσιν. ὅσοι δὲ αὖ εἰς γῆρας εἴδη διαφυλάττουσι παιδικά, οὗτοί εἰσι φιλοπαῖκται φιλογέλωτες κακῶν ἀπαθεῖς ἁπλοῖ καὶ συνελόντα εἰπεῖν κατὰ τὸ εἶδος ὅ τι κέκτηνται. γίνεται δὲ ἐν ἀνθρώποις 〈καὶ〉 εἴδη ὀρνιθοειδῆ τε καὶ θηριοειδῆ, οὐ παντελῶς, ἀλλὰ τρόποις ἐξεικασμένα τοῦ [*](Adam. 1. ἐπιπρέπει correxi e Po ἐπιτρέχει x 7, ὕπ- οπτοι] ,,rectius ὑπόπται· Sylb. at cf. II § 42 ὕποπτον 8. γήρᾳ Sylb. e S γήρα M V γήρατι F 10. ἀπαθεῖς scripsi ἀμα- θεῖς x 11. ὅ τι scripsi οὗ x 12. 〈καὶ〉 inserui ὀρνι- θοειδῆ τε καὶ θηριοειδῆ] ,,forsan rectius ὀρνιθώδη τε καὶ θη- ριώδη- Sylb. at cf. p. 305, 1 θηριοειδοῦς et θυμοειδεῖς frequens )

305
μὲν πλέον, τοῦ δὲ ἔλασσον τοῦ θηριοειδοῦς ἔχοντος. εἰς ὅ τι οὖν τοῦ θηρίου ἡ μορφὴ τοῦ ἀνθρώπου φέρει καὶ εἰς ὅσον, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν αὐτόν. καὶ εἰ πολλῶν δὲ θηρίων συντρέχοιεν εἰς τὸν αὐτὸν ἄνθρωπον τύποι, ἀπὸ πάντων τούτων χρὴ φυσιογνω- μονεῖν αὐτόν· ὅσα γὰρ εἴδη οἱ ἄνθρωποι, τοσαῦτα καὶ ἤθη κέκτηνται. σημεῖά τέ ἐστι παντὶ τῷ τοῦ ἀνθρώ- που σώματι, καὶ φωνὴ δὲ καὶ πνεῦμα καὶ χρόα εἰς τὸ φυσιογνωμονεῖν συντελεῖ· τὰ δὲ πολλὰ τῶν σημείων καὶ τὰ σύνολα τοῖς ὀφθαλμοῖς ἐνίδρυται, καὶ ὥσπερ διὰ πυλῶν, τούτων ἡ ψυχὴ διαφαίνεται. δεῖ δὲ ἀκρι- βῶς τε καὶ λεπτῶς ὁρᾶν τε καὶ καταμετρεῖν τὰ ὄντα ἐν αὐτοῖς σημεῖα· μικρὰ γὰρ ὄντα μεγάλας ἔχει τὰς διαφοράς. χρὴ μέντοι μὴ προλέγειν τοῦτον ὃν μέλλεις φυσιογνωμονεῖν, ἵνα μὴ κατασκευάσῃ ἑαυτὸν μετα- σχηματίζων καὶ ταράξῃ τὰ σημεῖα.

Ὀφθαλμοὶ ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη χρηστὰ φαίνουσι· παίδων 〈γὰρ〉 ὀφθαλμοὶ τοιοῦτοι. [*](Adam. 1. ἔλασσον] ἔλαττον Μ 2. ὅ τι οὖν] ὁτιοῦν S τοῦ θηρίου] τῶν θηρίων? 3. καὶ om. Μ ὅσον| ὅσοι V τέ] δέ Schneider, recte ut videtur τοῦ om. M 12. καὶ om. V ὁρᾶν] φωρᾶν? 14. μέντοι] δὲ M μὴ om. S 15. φυσιογνωμονεῖν] φυσιογνομονεῖν V ἑαυτὸν scripsi cum Struvio opusc. II, 185 τοῦτον Χ, quod Schneider delet 16. ταράξῃ] καταράξη S V 17. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν in x Ὀφθαλμοὶ — 18 φαίνουσι] cf. anonym. cod. Bodl. Clark. 11 fol. 77 ὀφθαλμοὶ γάρ, φησιν ὁ Πολέμων, ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη χρηστὰ ἐκφαίνουσιν (Cramer Anecd. 0x. IV, 255. cf. de Pol. phys. p. 1 et Prolegomena) 18. 〈γὰρ〉 inserui )

36
εὐρύτης κορῶν ἠλίθιον , μικρότης δὲ κακομηχανίαν κατηγορεῖ, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζώοις ὄφεις μὲν καὶ ἰχνεύμονες πίθηκοί 〈τε〉 καὶ ἀλώπεκες καὶ ὅσα ἄλλα κακομήχανα λεπτὸν δέδορκε, πρόβατα δὲ καὶ βόες καὶ ὅσα εὐήθη πλατὺ δέδορκεν. ὅσα δὲ φρενῶν εὖ ἔχει, τούτων αἱ κόραι κατὰ λόγον τῶν ὀφθαλμῶν εἰσιν. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῶν κορῶν ἔχουσιν, ἀθέμιτοι, οἱ δὲ ἴσους ἔχοντες φίλοι δίκης. καὶ οἱ περιδεδινημένους ταῖς κόραις τοὺς κύκλους ἔχοντες [*](Adam. 1. ἠλίθιον aut in ἠλιθιότητα mutandum aut δηλοῖ inserendum est μικρότης| μακρότης Schneider 3. 〈τε〉 inserui e Po 4. δέδορκε scripsi εκδέδορκε x)
307
καθάπερ ἐλαυνομένους ἀθέμιτοι. εἰ δὲ 〈πρὸς〉 τὸ ση- μεῖον τοῦτο ἐφίζοιτο αὐτῶν τῷ μετώπῳ οἷον νέφη χλωρὰ ἢ κυανᾶ ἢ ἑτερόχροα ἢ ἀχλυώδη ὑπὲρ τῶν ὐφρύων φανταζόμενα, τούτων εἰς τὰ οἰκεῖα δαίμων κατασκήψας παντοίαις ἄταις αὐτοὺς ἐλαύνει. εἰ δὲ τὰ μὲν νέφη μὴ ἐφίζοιτο ταῖς ὀφρύσιν, οἱ δὲ κύκλοι τὰς κόρας περιθέοιεν, δεῖ ἐπισκέψασθαι, εἰ κατὰ τὸ αὐτὸ ἀεὶ περιθέουσιν, ὅπερ ἐστὶ δεῖγμα τοῦ ἀθέμιτα αὐτοὺς ἐργάζεσθαι, ἤ τινας φόνους συγγενῶν ἢ μίξεις ἢ βρώ- [*](Adam. 1. 〈πρὸς〉 inserui cum Ba cf. I § 19 p. 340, 1 πρὸς τὸ συγκλείεσθαι et II § 61 πρὸς ἄλλο πρὸς τῷ σημείῳ τούτῳ Schneider 2. αὐτῶν Pa αὐτοῦ x νέφη Pa νεφέλη x 4. φανταζόμενα] φαντασόμενα M τούτων Ba τοῦτον M V τοῦτο Pa δαίμων] δαίμονα M V 7. κόρας] κοραίας M κεραίας V 8. αὐτοὺς Pa αὐτὸν x )
308
σεις ἀθεμίτους καὶ Θυεστείους . . εἰ δὲ ἐν τῇ κινήσει οἱ κύκλοι ἀναστρέφονται καὶ μεταξὺ στάσιν τινὰ ἢ κίνησιν λαμβάνουσι, τούτοις δέδραται μὲν οὐδέν, καταθύμια δέ ἐστιν αὐτοῖς ἔργα ἀθέμιτα, καί ποτε μὲν ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ ὑπὸ φόβου ἢ ὄκνου κωλύονται.