περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

φωλεὸς καὶ κοίτη διαφέρει. φωλεὸς μέν γὰρ ἐπὶ τῶν ἑρπετῶν τάσσεται, κοίτη δʼ ἐπὶ τῶν ἀνθρώπων. ὥστε ἐπὶ μέν ἀνθρώπων ῥητέον τὸ κοιτάζζειν, ἐπὶ δὲ τῶν ἑρπετῶν τὸ φωλεύειν ἐπὶ δὲ τῶν ὀρνέων νοσσεύειν. ὁ γοῦν λέγων ‘νοσσιὰν τέκνων’ (tragic. fr. ad. 189 N.2) ἀκυρολογεῖ τέκνα μέν γὰρ ἀνθρώπων, ωεοσσοὶ δʼ ὀρνίθων, νεβροὶ δʼ ἐλάφων, σκύμνοι δέ λεόντων, σκύλακες δέ κυνῶν.

χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων· ἀρσενικῶς δέ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμένων, ἀφʼ ὧν λέγουσι ‘χαρακώσαντες’ ἀντὶ τοῦ περιφράξαντες καὶ ‘χαρακώματα’ τὰ περιφράγματα.

χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ ἡδονὴ | καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μέν γάρ ἐστι πρόσφατος [*](146 Va.)

132
ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρόνιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δέ οἱονεὶ τρέψις καὶ ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης.