περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος (fr. 184 Koerte2) ἐν Ἡνιόχῳ.

χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων (fr. 106 Vels.) ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μέν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι (ψ 179 sq.)

  • ‘ἐνθάδε τʼ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν,
  • δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόενταʼ.
  • [*](147 Va.) | χλανίδα δέ τὰς φορουμένας καὶ μαλακωτέρας. — ἀντιπίπτει τῷ παρατηρήματι (δ 115. 154)
  • ‘χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖσιν ἐπισχών.’
  • μήποτε οὗν ἄμεινον λέγειν τὰς μέν χλαίνας ἐπὶ τῶν ἐγκοιμήτρων
    133
    καὶ τῶν φορουμένων, χλανίδας δέ ἐπὶ μόνων τῶν φορουμένων — οὐκέτι δʼ ἐπὶ τῶν ἐγκοιμήτρων.

    χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέρῳ Ἰλιάδος. ἡ μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα· χλαμὺς δέ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα· Σαπφώ (cf. fr. 54 L. -P.) αὕτη γὰρ μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μέν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπʼ ἀλλήλων διεστάναι. προσάγεται Ἀρι|στοτέλην (fr. 500 Rose), Φύλαρχον [*](148 Va.) (FGHist 81 F 62), Πολέμωνα (fr. 99 Preller), ὅτι παραπολὺ διαφέρουσι.