περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

φερνὴ μέν ἡ προίξ, φέρνιον δέ τὸ ἁλιευτικὸν σπυρίδιον.

φύλλον καὶ φῦλον διαφέρει. φύλλον μέν γὰρ τὸ πέταλον δένδρου, φῦλον δέ τὸ γένος.

φωνεῖν καὶ ὠρύεσθαι διαφέρει. φωνεῖν μέν γὰρ ἐπὶ ἀνθρώπων τάσσεται, ὠρύεσθαι δὲ ἐπὶ λύκων. παρατηρητέον δὲ ἐπὶ τῶν λοιπῶν τὸ οἰκεῖον ἑκάστῳ, ὅτι βληχᾶσθαι

131
μέν γὰρ λέγεται ἐπὶ τῶν προβάτων, μηκᾶσθαι δὲ ἐπὶ τῶν αἰγῶν διὰ τοῦ η, μυκᾶσθαι δέ ἐπὶ βοῶν διὰ τοῦ ῡ, βρῶμᾶσθαι [*](145 va.) ἐπὶ ὄνων, βρυχᾶσθαι δʼ ἐπὶ λεόντων, χρεμετίζειν δʼ ἐπὶ ἵππων, ἀραρίζειν δέ ἐπὶ κυνῶν παῤ Ἀθηναίοις ἀπὸ τῆς αρ φωνῆς, παῤ ἡμῖν δʼ ὑλακτεῖν λέγεται.