Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

πρὸς ταῦτα σιγήσαντος τοῦ Θεαγένους, καὶ καθ̓ ἑαυτὸν ὡς ἀηδῶν τινῶν καὶ μοχθηρῶν ἐστὶ δηλωτικὰ ἐννοοῦντος, ὀλίγον ὕστερον εὐνοῦχοι παρῆσαν λείψανα μὲν δῆθεν τῆς σατραπικῆς τραπέζης ἐπὶ χρυσῶν τῶν σκευῶν κομίζοντες, πᾶσαν δὲ πολυτέλειαν καὶ χλιδὴν ὑπεραίροντα, καί τούτοις εἰπόντες ἡ δέσποινα δεξιοῦται καὶ τιμᾷ τὸ παρὸν τοὺς ξένους, καὶ παραθέμενοι τοῖς νέοις παραχρῆμα ἀπεχώρουν. οἵ δὲ ἅμα μὲν τῆς Κυβέλης προτρεπούσης, ἅμα δὲ προορῶντες μὴ δοκεῖν ἐνυβρίζειν, ἀπεγεύοντο πρὸς βραχὺ τῶν παρακειμένων. καὶ τοῦτο καὶ εἰς ἑσπέραν ἐγίνετο, καὶ κατὰ τὰς ἄλλας λοιπὸν ἡμέρας.

τῇ δ̓ οὖν ἑξῆς κατὰ πρώτην που τῆς ἡμέρας ὥραν οἱ συνήθεις εὐνοῦχοι παρόντες ὡς τὸν Θεαγένην, μετακέκλησαι ὦ μακάριε πρὸς τῆς δεσποίνης, ἔλεγον, καὶ

p.202
ὀφθῆναί σε προστετάγμεθα: καὶ ἧκε τῆς εὐτυχίας ἀπολαύσων, ἧς ὀλίγοις δὴ καὶ ὀλιγάκις μεταδίδωσιν. ὃ δὲ μικρὸν ἐφησυχάσας, καὶ οἷον πρὸς βίαν ἑλκόμενος, διανέστη τε, καὶ μόνον δέ με ἥκειν ἐπέσταλται πρὸς αὐτοὺς ἔλεγεν, ἢ καὶ ἀδελφὴν ταυτηνὶ τὴν ἐμήν; τῶν δὲ μόνον ἀποκριναμένων, ἐκείνην δὲ καθ̓ ἑαυτὴν ὀφθήσεσθαι ʽνυνὶ γὰρ συμπαρεῖναι τῇ Ἀρσάκῃ τῶν ἐν τέλει τινὰς Περσῶν, καὶ ἄλλως ἔθος εἶναι ἀνδράσι μὲν ἰδίᾳ γυναιξὶ δὲ καθ̓ ἕτερον καιρὸν χρηματίζειν̓, προσκύψας ὁ Θεαγένης, οὔτε καλὰ ταῦτα οὔτε ἀνύποπτα πρὸς τὴν Χαρίκλειαν ἠρέμα εἰπών, ἀντακούσας δὲ ὡς δεήσοι μὴ ἀντιβαίνειν ἀλλὰ συντρέχειν τὴν πρώτην καὶ ἐνδείκνυσθαι ὡς πάντα πρὸς νοῦν τὸν ἐκείνης ποιήσοντα, εἵπετο τοῖς ἄγουσι. καὶ ὅπως δεήσει τὴν ἔντευξιν ποιεῖσθαι, καὶ τὸν τρόπον τῆς προσηγορίας ὑφηγουμένοις, καὶ ὡς ἔθος προσκυνεῖν τοὺς εἰσιόντας, οὐδὲν μὲν ἀπεκρίνατο:

εἰσελθὼν δὲ καὶ προκαθημένην ἐφ̓ ὑψηλοῦ καταλαβών, ἁλουργῷ μὲν καὶ χρυσοπάστῳ τῇ ἐσθῆτι φαιδρυνομένην, ὅρμων δὲ πολυτελείᾳ καὶ τιάρας ἀξιώματι μεγαλαυχουμένην καὶ παντοίᾳ κομμωτικῇ πρὸς τὸ ἁβρότερον ἐξηνθισμένην, δορυφόρων τε συμπαρεστώτων καὶ τῶν ἐπὶ δόξης ἑκατέρωθεν προέδρων προκαθημένων, οὐκ ἔπτηξε τὸ φρόνημα, ἀλλ̓ ὥσπερ τῶν συγκειμένων αὐτῷ πρὸς τὴν Χαρίκλειαν ὑπὲρ τῆς θεραπευτικῆς ὑποκρίσεως ἐπιλελησμένος ἀντεξανέστη πλέον εἰς μεγαλοφροσύνην πρὸς τὸ ἀλαζονικὸν τῆς Περσικῆς θέας, καὶ οὔτε ὀκλάσας οὔτε προσκυνήσας, ἀλλ̓ ἀπ̓ ὀρθῆς τῆς κεφαλῆς, χαῖρε, ἔφη, βασίλειον αἷμα, Ἀρσάκη. τῶν δὲ παρόντων ἀγανακτούντων, καὶ θροῦν τινὰ ὅτι μὴ προσεκύνησε καταστασιαστικὸν τοῦ Θεαγένους ὡς τολμηροῦ καὶ θρασέος ἀφιέντων, ἡ Ἀρσάκη μειδιάσασα, σύγγνωτε, εἶπεν, ὡς ἀπείρῳ καὶ ξένῳ καὶ

p.203
τὸ ὅλον Ἕλληνι καὶ τὴν ἐκεῖθεν ὑπεροψίαν καθ̓ ἡμῶν νοσοῦντι. καὶ ἅμα καὶ τῆς κεφαλῆς τὴν τιάραν ἀφεῖλε, πολλὰ τῶν παρόντων κωλυόντων ʽτοῦ γὰρ ἀμείβεσθαι τὸν ἀσπασάμενον σύμβολον τοῦτο πεποίηνται Πέρσαἰ, καὶ θάρσει ὦ ξένε εἰποῦσα διὰ τοῦ ἑρμηνέως ʽσυνιεῖσα γὰρ τὴν Ἑλλάδα γλῶτταν οὐκ ἐφθέγγετὀ, καὶ λέγε τίνος χρῄζεις ὡς οὐκ ἀποτευξόμενος, ἀπέπεμπε, νεύματι τοῦτο πρὸς τοὺς εὐνούχους ἐπισημήνασα. παρεπέμπετο δὲ μετὰ δορυφορίας. καὶ ὁ Ἀχαιμένης αὖθις θεασάμενος ἐγνώριζε μὲν ἀκριβέστερον, καὶ τῆς ἄγαν εἰς αὐτὸν τιμῆς τὴν αἰτίαν ὑποπτεύων ἐθαύμαζεν, ἐσίγα δ̓ οὖν ὅμως τὰ δεδογμένα πράττων.

ἡ δὲ Ἀρσάκη τοὺς ἐν τέλει Περσῶν ἑστιάσασα, δῆθεν μὲν ὡς συνήθως ἐκείνους τιμῶσα, ἀληθέστερον δὲ τὴν πρὸς Θεαγένην ἔντευξιν εὐωχίαν ἄγουσα, οὐ μοίρας μόνον κατὰ τὸ εἰωθὸς τῶν ἐδεσμάτων τοῖς περὶ τὸν Θεαγένην ἀπέστελλεν, ἀλλὰ καὶ δάπιδάς τινας καὶ στρωμνὰς πεποικιλμένας, Σιδωνίας τε καὶ Λυδίας ἔργα χειρός. συναπέστελλε δὲ καὶ ἀνδράποδα ὑπηρετησόμενα, κόριον μὲν τῇ Χαρικλείᾳ παιδάριον δὲ τῷ Θεαγένει, τὸ μὲν γένος Ἰωνικά, τὴν δὲ ἡλικίαν ἥβης ἐντός, πολλὰ τὴν Κυβέλην παρακαλέσασα ἐπισπεύδειν καὶ ὡς ὅτι τάχιστα διανύειν τὸν σκοπόν ʽοὐ γὰρ ἔτι φέρειν τὸ πάθοσ̓, οὐδὲν οὐδὲ αὐτὴν ἀνιεῖσαν, ἀλλὰ παντοίως ἐκπεριιοῦσαν τὸν Θεαγένην: προδήλως μὲν γὰρ οὐκ ἐξέφαινε τὸ βούλευμα τῆς Ἀρσάκης, κύκλῳ δὲ καὶ δἰ αἰνιγμάτων εἰς τὸ συνιέναι προσβιβάζουσα, καὶ τήν τε περὶ αὐτὸν φιλοφροσύνην τῆς δεσποίνης μεγαλύνουσα, καὶ τὸ κάλλος, οὐ τὸ φαινόμενον μόνον ἀλλὰ καὶ τὸ ἐντὸς ἐσθῆτος, μετὰ τινῶν εὐλόγων προφάσεων ὑπ̓ ὄψιν ἄγουσα, καὶ τὸ ἦθος ὡς ἐρασμία καὶ εὐόμιλος καὶ χαίρουσα τοῖς ἁβροτέροις καὶ ἀγερωχοτέροις τῶν νέων, καὶ

p.204
ὅλως ἀπόπειραν ἐν οἷς διεξῄει λαμβάνουσα, εἰ προστρέχει τοῖς ἐπαφροδίτοις. καὶ ὁ Θεαγένης τὸ μὲν τῆς φιλοφροσύνης, καὶ ὡς φιλέλλην τὸ ἦθος, καὶ ὅσα τοιαῦτα, συνεπῄνει καὶ χάριν ὡμολόγει: τὰ δὲ ἐπαγωγὰ τῶν ἀτοπωτέρων, ὡς ἂν μηδὲ συνιεὶς τὴν ἀρχήν, ἑκὼν ὑπερέβαινε. πνιγμὸς τοίνυν εἶχε τὴν γραῦν, καὶ οἷον ἔλυζε τὴν καρδίαν, στοχαζομένη μὲν ὡς συνίησι τῆς προαγωγείας, ἀπαυθαδιαζόμενον δὲ καὶ διωθούμενον ὁρῶσα τὴν πεῖραν, καὶ τὴν Ἀρσάκην οὐκέτι φέρειν οἵα τε ἦν δἰ ὄχλου γινομένην καὶ καρτερεῖν οὐκέτι δύνασθαι λέγουσαν, καὶ τὴν ἐπαγγελίαν ἀπαιτοῦσαν, ἣν ἄλλοτε ἄλλαις προφάσεσιν ὑπερετίθετο ἡ Κυβέλη, νῦν μὲν βουλόμενον ἀποδειλιᾶν τὸν νεανίαν φάσκουσα, νῦν δὲ ἀνωμαλίαν τινὰ προσπεπτωκέναι πλαττομένη.

καὶ πέμπτης που λοιπὸν καὶ ἕκτης ἡμέρας παρῳχηκυίας ἤδη, καὶ τὴν Χαρίκλειαν τῆς Ἀρσάκης ἅπαξ που καὶ δεύτερον προσκεκλημένης καὶ εἰς τὸ τῷ Θεαγένει κεχαρισμένον μετὰ τιμῆς καὶ φιλοφροσύνης ἑωρακυίας, ἀναγκάζεται καὶ λευκότερον διαλεχθῆναι τῷ Θεαγένει, καὶ τὸν ἔρωτα ἀπαρακαλύπτως ἐξηγόρευε, πολλὰ καὶ μυρία ἀγαθὰ συγκατατιθεμένῳ διεγγυωμένη, καὶ τίς ἡ ἀτολμία προστιθεῖσα, τί δὲ τὸ ἀναφρόδιτον; νέος οὕτω καὶ καλὸς καὶ ἀκμαῖος γυναῖκα ὁμοίαν καὶ προστετηκυῖαν ἀπωθεῖται, καὶ οὐχ ἅρπαγμα οὐδὲ ἕρμαιον ποιεῖται τὸ πρᾶγμα, δέους μὲν οὐδενὸς ἐπόντος τῇ πράξει, μήτε τἀνδρὸς παρόντος, κἀμοῦ τῆς θρεψαμένης καὶ πάντα τἀπόρρητα διὰ χειρὸς ἐχούσης τὴν ὁμιλίαν διακονούσης, μήτε σοί τινος ἐπόντος κωλύματος, οὐ νύμφης, οὐ γαμετῆς παρούσης. καί τοι καὶ τούτων ὑπερεῖδον πολλοὶ πολλάκις, ὅσοι δὴ νοῦν ἔχοντες τοὺς μὲν οἰκείους ἔγνωσαν οὐδὲν ἐκ τούτου καταβλάψειν, αὑτοὺς δὲ ὠφελήσειν, κτήσεως χρημάτων προσγενομένης καὶ

p.205
τῶν καθ̓ ἡδονὴν ἀπολαύσεων. τελευτῶσα δὲ καὶ ἀπειλήν τινα κατεμίγνυ τοῖς λεγομένοις, αἱ χρησταί, λέγουσα, καὶ φιλόνεοι γυναῖκες ἀμείλικτοι γίνονται καὶ βαρυμήνιδες ἀποτυγχάνουσαι, καὶ τοὺς ὑπερόπτας ὡς ὑβριστὰς εἰκότως ἀμύνονται. ταύτην δέ, ὅτι καὶ Περσὶς τὸ γένος, ἐννόει, καὶ ὡς βασίλειον αἷμα, τοῦτο δὴ τὸ τῆς σῆς προσρήσεως, καὶ ὡς πολλὴν ἐξουσίαν καὶ δύναμιν περιβέβληται, ὑφ̓ ἧς αὐτῇ καὶ τιμῆσαι τὸν εὔνουν καὶ κολάσαι τὸν ἐναντιούμενον ἐπ̓ ἀδείας. σὺ δὲ καὶ ξένος καὶ ἔρημος, καὶ ὁ προσθησόμενος οὐδείς. φεῖσαι τὸ μέρος καὶ σαυτοῦ, φεῖσαι κἀκείνης. ἀξία δ̓ ἐστὶ παρὰ σοῦ φειδοῦς, εἰς τὰ δίκαια τῶν σῶν πόθων οὕτως ἐκμεμηνυῖα. εὐλαβήθητι καὶ μῆνιν ἐρωτικήν, φύλαξαι καὶ τὸ ἐκ τῆς ὑπεροψίας νεμεσητόν. πολλοὺς οἶδα μεταμεληθέντας. πεῖραν ἔχω σοῦ μᾶλλον τῶν Ἀφροδίτης. ἡ πολιὰ θρὶξ ἣν ὁρᾷς, αὕτη πολλοῖς τοιούτοις ἐνήθλησεν, ἀλλ̓ οὕτως ἄτεγκτον καὶ ἀνήμερον οὐκ ἔγνωκα. καὶ ἀποστρέψασα τὸν λόγον πρὸς τὴν Χαρίκλειαν ʽὑπ̓ ἀνάγκης γὰρ κἀκείνης εἰς ἐπήκοον ἀπεθάρρησε τὰ τοιαῦτα διαλέγεσθαἰ, συμπαρακάλεσον, ἔφη, ὦ θύγατερ, καὶ σὺ τὸν οὐκ οἶδ̓ ὅν τινα προσείπω προσηκόντως ἀδελφόν σου τοῦτον. συνοίσει καὶ σοὶ τὸ πρᾶγμα: οὐκ ἔλαττον ἀγαπηθήσῃ, πλέον τιμηθήσῃ, πλουτήσεις εἰς κόρον, γάμου σοι προνοήσει λαμπροῦ. ζηλωτὰ δὲ ταῦτα καὶ εὖ πράττουσι, μή τοί γε δὴ ξένοις καὶ ἐν ἐνδείᾳ τὸ παρὸν ἐξεταζομένοις.

ἡ δὲ Χαρίκλεια σεσηρός τι καὶ κατεσμυγμένον ὑποβλέψασα, εὐκτὸν μὲν ἦν, ἔφη, καὶ κάλλιστον μηδὲν τοιοῦτον ὑποστῆναι τὴν πάντα ἀρίστην Ἀρσάκην, εἰ δὲ μή, δεύτερα γοῦν ἐγκρατείᾳ φέρειν τὸ πάθος. ἀλλ̓ ἐπειδή τι πέπονθεν ἀνθρώπινον, καὶ νενίκηται, ὡς φῄς, καὶ ἥττων ἐστὶ τῆς ἐπιθυμίας, συμβουλεύσαιμ̓ ἂν καὶ αὐτὴ Θεαγένει τούτῳ τὴν πρᾶξιν,

p.206
εἰ τὸ ἀσφαλὲς αὐτῷ προσείη, μὴ ἀρνεῖσθαι, μὴ δή τι λάθοι κακὸν αὐτός τε ἑαυτὸν κἀκείνην ἐργασάμενος, εἰ ταῦτα εἰς φῶς ἔλθοι καὶ γνοίη ποθὲν τὸ παράνομον τῶν δεδραμένων ὁ σατράπης. ἀνήλατο πρὸς τοὺς λόγους ἡ Κυβέλη, καὶ περιπτύξασα καὶ φιλήσασα πολλὰ τὴν Χαρίκλειαν, εὖ γε, ἔφη, ὦ τέκνον, ὅτι καὶ γυναῖκα ὁμοίαν σοι τὴν φύσιν ἠλέησας καὶ τῆς ἀσφαλείας τἀδελφοῦ πεφρόντικας. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ὡς οὐδ̓ ὁ ἥλιος, τοῦτο δὴ τὸ τοῦ λόγου, γνώσεται. πέπαυσο τὸ παρόν, ἔφη ὁ Θεαγένης, καὶ ἔνδος ἡμῖν εἰς ἐπίσκεψιν.

ἐξελθούσης δὲ παραχρῆμα τῆς Κυβέλης, ὦ Θεάγενες, ἔλεγεν ἡ Χαρίκλεια, ὁ μὲν δαίμων τοιαῦτα ἡμῖν προξενεῖ τὰ εὐτυχήματα ἐν οἷς πλέον ἐστὶ καὶ τὸ κακῶς πράττειν τῆς δοκούσης εὐπραγίας. πλὴν ἀλλὰ συνετῶν γέ ἐστι καὶ τὰ δυστυχήματα ἐκ τῶν ἐνόντων πρὸς τὸ βέλτιστον διατίθεσθαι. εἰ μὲν οὖν ἔχεις γνώμης καὶ τελείως δρᾶσαι τὸ ἔργον, οὐκ ἔχω λέγειν, καί τοί γε οὐκ ἂν σφόδρα διενεχθεῖσα, εἰ πάντως ἡμῖν ἐν τούτῳ τὸ σώζεσθαι καὶ μὴ περιλείπεται. εἰ δὲ εὖ ποιῶν ἄτοπον δοκιμάζεις τὸ αἰτούμενον, ἀλλὰ σύ γε πλάττου τὸ συγκατατίθεσθαι, καὶ τρέφων ἐπαγγελίαις τῆς βαρβάρου τὴν ὄρεξιν, ὑπερθέσει ὑπότεμνε τὸ πρὸς ὀξύ τι καθ̓ ἡμῶν βουλεύσασθαι, ἐφηδύνων ἐλπίδι καὶ καταμαλάττων ὑποσχέσει τοῦ θυμοῦ τὸ φλεγμαῖνον. εἰκός τινα καὶ λύσιν θεῶν βουλήσει τὸν μεταξὺ χρόνον ἀποτεκεῖν. ἀλλ̓ ὦ Θεάγενες, ὅπως μὴ ἐκ τῆς μελέτης εἰς τὸ αἰσχρὸν τοῦ ἔργου κατολισθήσῃς. μειδιάσας οὖν ὁ Θεαγένης, ἀλλὰ σύ γε οὐδὲ ἐν τοῖς δεινοῖς, ἔφη, τὴν γυναικῶν ἔμφυτον νόσον ζηλοτυπίαν ἐκπέφευγας. ἐμὲ δὲ ἴσθι μηδὲ πλάσασθαι τα τοιαῦτα δύνασθαι: ποιεῖν γὰρ τὰ αἰσχρὰ καὶ λέγειν ὁμοίως ἀπρεπές. καὶ ἄλλως τὸ ἀπογνῶναι

p.207
τὴν Ἀρσάκην αὐτόθεν φέρει τι χάριεν, τὸ μηκέτι διοχλεῖν ἡμῖν. εἰ δὲ πάσχειν τι δέοι, φέρειν τὰ προσπίπτοντα ἤδη με πολλάκις ἥ τε τύχη καὶ ἡ γνώμη παρεσκεύασε. μὴ λάθῃς εἰς μέγα κακὸν ἡμᾶς ἐμβάλλων εἰποῦσα ἡ Χαρίκλεια ἐσιώπησε.

καὶ τούτων ἐν ταύτῃ τῇ σκέψει διαγόντων, ἡ Κυβέλη πάλιν ἀναπτερώσασα τὴν Ἀρσάκην, καὶ ὡς τὰ δεξιώτερα χρὴ προσδοκᾶν εἰποῦσα, ἐνδεδεῖχθαι γάρ τι τὸν Θεαγένην τοιοῦτον, ἐπανῆλθεν εἰς τὸ αὑτῆς δωμάτιον. κἀκείνην διαλιποῦσα τὴν ἑσπέραν, καὶ πολλὰ διὰ τῆς νυκτὸς ὁμόκοιτον οὖσαν ἐξ ἀρχῆς τὴν Χαρίκλειαν παρακαλέσασα συμπράττειν, εἰς ἕω πάλιν ἠρώτα τὸν Θεαγένην, τίνα εἴη τὰ δεδογμένα. ἀπειπόντος δὴ λαμπρῶς καὶ παντοίως τὸ προσδοκᾶν ἀποφήσαντος, σύννους ἐπὶ τὴν Ἀρσάκην ἀπέδραμεν ἡ Κυβέλη. καὶ ὡς τὸ ἀπηνὲς τὸ παρὰ Θεαγένους ἐξήγγειλε, τὴν γραῦν ἐπὶ κεφαλὴν ἐξωσθῆναι προστάξασα, εἰσδραμοῦσά τε εἰς τὸν θάλαμον, ἔκειτο ἐπὶ τῆς εὐνῆς ἑαυτὴν σπαράττουσα.

καὶ ἄρτι τῆς γυναικωνίτιδος ἐκτὸς γεγονυῖαν τὴν Κυβέλην ἰδὼν ὁ υἱὸς Ἀχαιμένης κατηφῆ τε καὶ δεδακρυμένην, μή τι ἄτοπον, μή τι πονηρὸν ὦ μῆτερ προσπέπτωκεν; ἠρώτα: μή τις ἀγγελία τὴν δέσποιναν ἠνίακε; μή τι δυστύχημα ἀπὸ στρατοπέδου προσήγγελται; μή τι καταπονοῦσι κατὰ τὸν ἐνεστῶτα πόλεμον Αἰθίοπες δεσπότην Ὀροονδάτην; καὶ πολλὰ τοιαῦτα εἴρων ἠρώτα. ἣ δὲ ἀδολεσχεῖς εἰποῦσα ἀπέτρεχεν. ὃ δὲ οὐδέν τι μᾶλλον ἀνίει, ἀλλὰ παρακολουθῶν καὶ τῶν χειρῶν λαβόμενος καὶ κατασπαζόμενος ἐξαγορεύειν πρὸς παῖδα τὸν ἴδιον τὰ λυποῦντα ἱκέτευε.

λαβοῦσα δὴ αὐτό, καὶ εἴς τι μέρος τοῦ παραδείσου χωρισθεῖσα, ἄλλῳ μὲν οὐκ ἄν, ἔφη, ἐξεῖπον τὰ ἐμαυτῆς τε καὶ δεσποίνης

p.208
κακά: ἐπεὶ δὲ ἐκείνη τε ἐν τῷ παντὶ σαλεύει κἀγὼ τὸν περὶ τοῦ ζῆν προσδοκῶ κίνδυνον ʽοἶδα γὰρ ὡς ἡ Ἀρσάκης ἀνία καὶ μανία εἰς ἐμὲ ἀποσκήψεἰ, λέγειν ἀναγκάζομαι, μὴ δή τινα καὶ ἐπικουρίαν τῇ γεννησάσῃ καὶ εἰς φῶς παραγαγούσῃ καὶ τουτοισὶ ἐκθρεψαμένῃ σε τοῖς μαζοῖς ἐπινοήσειας. ἐρᾷ τοῦ νέου τοῦ παῤ ἡμῖν ἡ δέσποινα, καὶ ἐρᾷ οὐ φορητόν τινα οὐδὲ νενομισμένον ἀλλ̓ ἀνίατον ἔρωτα, καὶ ὃν εἰς δεῦρο κατορθώσειν ἐγώ τε κἀκείνη μάτην ἠπατώμεθα. καὶ αὗται ἦσαν αἱ πολλαὶ φιλοφροσύναι καὶ ποικίλαι δεξιώσεις αἱ περὶ τοὺς ξένους. ἐπεὶ δὲ εὐήθης τις καὶ θρασὺς καὶ ἀπηνὴς ὢν ὁ νεανίας ἀπεῖπε τὰ πρὸς ἡμᾶς, οὐδὲ ἐκείνην οἶδα βιωσομένην, καὶ ἐμαυτὴν ἀναιρησομένην ὡς χλευάσασαν ταῖς ἐπαγγελίαις καὶ διαψευσαμένην. ταῦτα ἐστὶν ὦ παῖ. καὶ εἰ μὲν ἔχεις τι βοηθεῖν, σύμπραττε, εἰ δὲ μή, τελευτήσασαν τὴν μητέρα κήδευε. καὶ ὅς, μισθὸς δέ μοι τίς ἔσται, ἔφη, ὦ μῆτερ; οὐ γάρ μοι καιρὸς θρύπτεσθαι πρὸς σέ, οὐδὲ ἐκ περιόδων οὐδὲ κυκλούμενον τοῖς λόγοις τὴν βοήθειαν ἐπαγγέλλεσθαι πρὸς οὕτως ἀγωνιῶσαν καὶ ἐγγὺς λιποψυχοῦσαν. πᾶν ὅ τι βούλει, ἔφη, προσδόκα, ἡ Κυβέλη. ἀρχιοινοχόον μὲν γάρ σε καὶ νῦν εἰς ἐμὴν τιμὴν πεποίηται: εἰ δέ τι μεῖζον ἀξίωμα περινοεῖς, ἀπάγγελλε. πλούτου γὰρ οὐδὲ ἀριθμὸς ἔσται ὅσον ἂν κομίσαιο, σωτὴρ τῆς ἀθλίας γενόμενος. πάλαι ταῦτα, ἔφη, δἰ ὑποψίας ἔχων ὦ μῆτερ ἐγὼ καὶ συνεὶς ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. ἀλλ̓ οὔτε ἀξιώματος οὔτε πλούτου μεταποιοῦμαι: τὴν δὲ κόρην τὴν ἀδελφὴν λεγομένην τοῦ Θεαγένους εἴ μοι πρὸς γάμον ἐκδοίη, πάντα αὐτῇ τὰ κατὰ γνώμην πεπράξεται. ἐρῶ δὲ ὦ μῆτερ τῆς κόρης οὐχὶ μετρίως, ὥστε ἐκ τῶν ἰδίων γινώσκουσα τὸ πάθος ἡ δέσποινα, καὶ ὅσον τι καὶ οἷόν ἐστι, δικαίως ἂν καὶ αὐτὴ συμπράττοι τῷ ταῦτα
p.209
νοσοῦντι καὶ ἄλλως τοσοῦτον κατόρθωμα ἐπαγγελλομένῳ. μηδὲν ἀμφίβαλλε, εἶπεν ἡ Κυβέλη: ἥ τε γὰρ δέσποινα δώσει τὴν χάριν ἀνενδοιάστως εὐεργέτῃ σοι καὶ σωτῆρι γεγενημένῳ, καὶ ἄλλως τάχ̓ ἂν καὶ καθ̓ ἑαυτοὺς πείσαιμεν τὴν κόρην. ἀλλὰ τίς ὁ τρόπος, εἰπέ, τῆς βοηθείας; οὐκ ἂν εἴποιμι, ἔφη, πρὶν ὅρκοις ἐμπεδωθῆναί μοι τὴν ἐπαγγελίαν παρὰ τῆς δεσποίνης. σὺ δὲ μηδὲ ἀποπειραθῇς τὴν ἀρχὴν τῆς κόρης. ὁρῶ γάρ πως κἀκείνην ἄνω τε καὶ μέγα φρονοῦσαν: μὴ καὶ λάθῃς τὸ πρᾶγμα διαστρέφουσα.

πάντα γενήσεται εἰποῦσα εἰσέδραμεν εἰς τὸν θάλαμον ὡς τὴν Ἀρσάκην, καὶ προσπεσοῦσα τοῖς γόνασιν, εὔθυμος ἔσο, ἔφη: πάντα σοι θεῶν βουλήσει κατορθοῦται. τὸν παῖδα μόνον τὸν ἐμὸν Ἀχαιμένην εἰσκληθῆναι πρόσταξον. εἰσκεκλήσθω, εἶπεν ἡ Ἀρσάκη, εἰ μή τι με πάλιν ἀπατᾶν μέλλοις.

εἰσῆλθεν ὁ Ἀχαιμένης, καὶ πάντα διελθούσης τῆς πρεσβύτιδος ἐπώμοσεν ἡ Ἀρσάκη πράξειν τὸν γάμον τῆς ἀδελφῆς Θεαγένους. ὁ δὴ Ἀχαιμένης, δέσποινα, ἔφη, πεπαύσθω λοιπὸν Θεαγένης δοῦλος ὢν καὶ θρυπτόμενος κατὰ δεσποίνης ἰδίας. καί πῶς τοῦτο λέγεις ἐρωτώσης ἅπαντα ἐξηγόρευεν, ὡς πολέμου νόμῳ ληφθείη καὶ γένοιτο αἰχμάλωτος ὁ Θεαγένης, ὡς Μιτράνης ἐκπέμψειεν αὐτὸν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὡς αὐτὸς ἵνα ἄγοι παραλαβὼν ἀπολέσειεν, ἔφοδον Βησσαέων καὶ Θυάμιδος κατατολμησάντων, ὡς μόλις αὐτὸς διαδράσειε. καὶ ἐπὶ πᾶσι τὸ γράμμα τὸ Μιτράνου πρὸς Ὀροονδάτην προηυτρεπισμένος ἐπεδείκνυε τῇ Ἀρσάκῃ, καὶ εἰ προσδέοιτο καὶ ἑτέρων ἀποδείξεων, ἕξειν μαρτυροῦντα καὶ τὸν Θύαμιν.

ἀνέπνει πρὸς, ταῦτα ἡ Ἀρσάκη. καὶ οὐδὲ ὅσον μελλήσασα πρόεισί τε τοῦ θαλάμου, καὶ εἰς τὸν οἶκον οὗ

p.210
προκαθημένη χρηματίζειν εἰώθει παρελθοῦσα ἄγεσθαι τὸν Θεαγένην ἐκέλευσεν. ἐπεὶ δὲ ἤχθη, ἐπηρώτα εἰ γνωρίζει τὸν Ἀχαιμένην, ἑστῶτα πλησίον ἐπιδεικνῦσα. τοῦ δὲ φήσαντος, οὐκοῦν ὅτι καὶ αἰχμάλωτον ἦγέ σε παραλαβών, αὖθις ἠρώτα. συμφήσαντος καὶ τοῦτο τοῦ Θεαγένους, δοῦλος τοίνυν ἡμέτερος ὢν ἴσθι. καὶ σὺ μὲν πράξεις τὰ οἰκετῶν, τοῖς ἡμετέροις νεύμασι καὶ ἄκων ἑπόμενος: ἀδελφὴν δὲ τὴν σὴν Ἀχαιμένει τῷδε πρὸς γάμον κατεγγυῶ, τὰ πρῶτα φερομένῳ παῤ ἡμῖν τῆς τε μητρὸς ἕνεκεν καὶ τῆς ἄλλης αὐτοῦ περὶ ἡμᾶς εὐνοίας, ὑπερθεμένη τοσοῦτον ὅσον ἡμέραν προορίσαι καὶ τὰ πρὸς τὴν εὐωχίαν λαμπρότερον εὐτρεπισθῆναι. ὁ δὲ Θεαγένης ἐβέβλητο μὲν ὡς ὑπὸ τρώσεως τῶν λόγων, ἔγνω δ̓ οὖν μὴ ὁμόσε χωρεῖν, ἀλλὰ καθάπερ θηρίου τὴν ὁρμὴν ἐκκλῖναι. καὶ ὦ δέσποινα ἔλεγε, θεοῖς χάρις ὅτι εὐγενείας τὰ πρῶτα ὄντες ταῦτα γοῦν ὡς ἐν δυστυχήμασιν εὐπραγοῦμεν, τὸ μὴ ἄλλοις, σοὶ δὲ δουλεύειν, ἣ καὶ ἀλλοτρίους εἶναι δοκοῦντας καὶ ξένους οὕτως ἡμέρως τε καὶ φιλοφρόνως ἑώρας. ἀδελφῆς δὲ τῆς ἐμῆς ἕνεκεν, αἰχμαλώτου μὲν οὐκ οὔσης οὐδὲ διὰ τοῦτο δούλης, αἱρουμένης δὲ σὲ θεραπεύειν καὶ κεκλῆσθαι τὸ σοὶ καθ̓ ἡδονὴν βουλευσαμένης, πρᾶττε τοῦθ̓ ὅπερ ἂν ἔχειν ὀρθῶς δοκιμάζῃς. ἡ δὲ Ἀρσάκη, κατατετάχθω, ἔφη, ἐν τοῖς τραπεζοκόμοις, καὶ οἰνοχοεῖν πρὸς Ἀχαιμένους ἐκδιδασκέσθω, πρὸς τὴν βασιλικὴν διακονίαν πόρρωθεν προεθιζόμενος.