Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐξῄεσαν οὖν, σύννους μὲν ὁ Θεαγένης καὶ τῶν πρακτέων εἰς ἐπίσκεψιν τὸ βλέμμα ἐπιστρέφων, ἐγγελῶν δὲ ὁ Ἀχαιμένης καὶ τοῦ Θεαγένους καταμωκώμενος, ὁ σοβαρὸς ἡμῖν ἀρτίως, λέγων, καὶ ὑπερήφανος, ὁ τὸν αὐχένα ἄκαμπτος καὶ μόνος ἐλεύθερος, ὁ τὴν κεφαλὴν νεύειν εἰς τὸ προσκυνεῖν οὐκ ἀνεχόμενος, νῦν που τάχα

p.211
κλινεῖς, ἢ καὶ κονδύλοις ὑφέξῃ ταύτην παιδαγωγούμενος.

ἡ δὲ Ἀρσάκη τοὺς ἄλλους ἀποπέμψασα, πρὸς μόνην τὴν Κυβέλην, νῦν μὲν δή, ἔφη, ὦ Κυβέλη, πᾶσα περιῄρηται πρόφασις, καὶ λέγε ἐλθοῦσα πρὸς τὸν ὑπερήφανον ὡς πειθόμενος μὲν ἡμῖν καὶ τὰ κατὰ νοῦν τὸν ἡμέτερον πράττων. ἐλευθερίας τε μεθέξει καὶ ἀφθόνως ἐν εὐπορίᾳ βιώσεται, τοῖς δὲ ἐναντίοις ἐπιμένων ἐρωμένης τε ὑπερφρονουμένης καὶ δεσποίνης ἅμα ἀγανακτούσης αἰσθήσεται, δουλείαν μὲν τὴν ἐσχάτην καὶ ἀτιμοτάτην ὑπηρετησόμενος, κολάσεως δὲ πᾶν εἶδος ὑποστησόμενος.

ἦλθεν ἡ Κυβέλη καὶ ἀπήγγειλε τὰ παρὰ τῆς Ἀρσάκης, πολλὰ καὶ παῤ ἑαυτῆς εἰς προτροπὴν τῶν φαινομένων λυσιτελεῖν προστιθεῖσα. ὁ δὴ Θεαγένης ὀλίγον ἐπιμεῖναι παρακαλέσας, μόνος τε πρὸς τὴν Χαρίκλειαν ἰδιάσας, οἴχεται τὰ καθ̓ ἡμᾶς, ἔφη, Χαρίκλεια. πᾶν, τοῦτο δὴ τὸ τοῦ λόγου, πεῖσμα διέρρηκται, πᾶσα ἐλπίδος ἄγκυρα παντοίως ἀνέσπασται. καὶ οὐδὲ μετ̓ ὀνόματος γοῦν ἐλευθέρου δυστυχοῦμεν, ἀλλὰ δοῦλοι γεγόναμεν αὖθις ʽκαὶ ὅπως προσετίθεἰ καὶ βαρβαρικαῖς λοιπὸν ἐκκείμεθα αἰκίαις, ἢ πράττοντες τὰ δοκοῦντα τοῖς δεσποτεύουσιν, ἢ τοῖς κατακρίτοις ἐναριθμούμενοι. καὶ ταῦτα μέν, ἔφη, φορητά: τὸ δὲ πάντων βαρύτατον, Ἀχαιμένει τῷ Κυβέλης υἱεῖ πρὸς γάμον ἐκδώσειν ἡ Ἀρσάκη σε κατεπηγγείλατο. καὶ τοῦτο μὲν ὅτι μὴ ἔσται ἢ γινόμενον οὐκ ὄψομαι, δῆλον, ἕως ἄν ὁ βίος ξιφῶν τε καὶ ἀμυντηρίων εὐπορῇ: τί δὲ χρὴ πράττειν ἢ τίνα μηχανὴν ἐπινοεῖν ὥστε διακρούσασθαι τήν τε ἐμὴν πρὸς Ἀρσάκην καὶ τὴν σὴν πρὸς Ἀχαιμένην ἀπευκτὴν σύνοδον; μίαν, ἔφη πρὸς αὐτὸν ἡ Χαρίκλεια, κατανεύσας, τὴν ἑτέραν τὴν κατ̓ ἐμὲ διακωλύσεις. εὐφήμησον,

p.212
ἔφη: μὴ γὰρ οὕτως ἡ δαίμονος τοῦ ἡμετέρου βαρύτης ἰσχύσειεν ὥστ̓ ἐμὲ τὸν Χαρικλείας ἀπείρατον ἄλλης ὁμιλίᾳ παρανόμως μιανθῆναι. ἀλλά τι δραστήριον ἐπινενοηκέναι μοι δοκῶ: εὑρετὶς ἄρα ἐστὶ λογισμῶν ἡ ἀνάγκη. καὶ ἅμα πρὸς τὴν Κυβέλην μεταστάς, ἀπάγγελλε, εἶπε, τῇ δεσποίνῃ βούλεσθαί με μόνῃ καὶ ἰδίᾳ τῶν ἄλλων ἐντυχεῖν.

τοῦτ̓ ἐκεῖνο νομίσασα εἶναι ἡ πρεσβῦτις, καὶ ὑποπεπτωκέναι τὸν Θεαγένην, ἀπήγγειλέ τε πρὸς τὴν Ἀρσάκην, καὶ μετὰ δεῖπνον ἄγειν τὸν νεανίαν ἀκούσασα οὕτως ἔπραττε. καὶ ἡσυχίαν παρασχεῖν τῇ δεσποίνῃ τοὺς παρεδρεύοντας κελεύσασα, καὶ μὴ παρενοχλεῖν τοῖς περὶ τὸν θάλαμον, παρεισῆγε τὸν Θεαγένην, τῶν μὲν ἄλλων οἷα δὴ νυκτὸς ὑπὸ σκότους κατεχομένων καὶ λαθεῖν παρεχόντων, μόνον δὲ τὸν θάλαμον λύχνου καταυγάζοντος. καὶ εἰσάγουσα ὑπέστελλεν ἑαυτήν. ἀλλ̓ ὁ Θεαγένης ἐπεῖχε, παρέστω καὶ ἡ Κυβέλη τὸ παρὸν ὦ δέσποινα, εἰπών: οἶδα ὡς τὸ πιστὸν ἔχει φυλακῆς τῶν ἀπορρήτων. καὶ ἅμα τῶν χειρῶν τῆς Ἀρσάκης λαβόμενος, ὦ δέσποινα, ἔλεγεν, οὔτε πρότερον ἀπαυθαδιαζόμενος πρὸς τὸ βούλημα τὸ σὸν ὑπερεθέμην τὸ κελευόμενον, ἀλλ̓ ὅπως ἂν ἀσφαλῶς γένοιτο πρυτανευόμενος: νῦν τε, ἐπειδή με καὶ δοῦλον τάχα καλῶς ποιοῦσα ἡ τύχη σὸν ἀπέφηνε, πολὺ πλέον εἰς πάντα ἕτοιμος εἴκειν. ἕν μοι μόνον παρασχέσθαι νεῦσον, καί τοι πολλὰ καὶ μεγάλα ὑποσχομένη. ἄπειπε τὸν γάμον Ἀχαιμένει τὸν Χαρικλείας: τῶν γὰρ ἄλλων σιωπωμένων, τὴν εὐγενείᾳ τῇ μεγίστῃ κομῶσαν οἰκότριβι συνοικεῖν ἀθέμιτον. ἢ ἐπόμνυμί σοι θεῶν τὸν κάλλιστον ἥλιον καὶ θεοὺς τοὺς ἄλλους ὡς οὔτε ὑπείξω τῷ σῷ βουλήματι, καὶ εἰ γένοιτό τι πρὸς βίαν εἰς τὴν Χαρίκλειαν, ἐπόψει με πρότερον ἐμαυτὸν διαχρησάμενον. καὶ ἡ Ἀρσάκη, μὴ

p.213
ἀπίστει, ἔφη, βούλεσθαί με πάντα σοι χαρίζεσθαι, ἥτις καὶ ἐμαυτὴν ἕτοιμος ἐκδιδόναι. ἀλλὰ προληφθεῖσα ἐπώμοσα ἐκδώσειν Ἀχαιμένει τὴν σὴν ἀδελφήν. εὖ ἂν ἔχοι, ἔφη, ὦ δέσποινα. τὴν ἀδελφὴν τοίνυν ἥτις ἐστίν, ἐκδίδου. μνηστὴν δὲ τὴν ἐμὴν καὶ νύμφην, καὶ τί γὰρ ἄλλο ἢ γαμετήν, οὔτε θελήσεις, εὖ οἶδα, οὔτε θέλουσα ἐκδώσεις. πῶς, ἔφη, λέγεις; ὃ δέ, τὰ ὄντα, ἀπεκρίνατο: οὐ γὰρ ἀδελφὴν ἔχω τὴν Χαρίκλειαν, ἀλλὰ νύμφην, ὥσπερ ἔλεγον. ὡς λελύσθαι μέν σοι τὸν ὅρκον, ἐξεῖναι δέ, εἰ βούλοιο, καὶ ἄλλην ἔχειν ἀπόδειξιν, τοὺς γάμους, ὅταν κρίνῃς, ἐμοῦ τε κἀκείνης εὐωχοῦσα. ὑπεκνίσθη μέν, νύμφην, οὐκ ἀδελφὴν εἶναι τὴν Χαρίκλειαν οὐκ ἄνευ ζηλοτυπίας ἀκούσασα: πλὴν ἀλλ̓ ἔσται οὕτως, εἶπεν ἡ Ἀρσάκη: καὶ Ἀχαιμένην ἡμεῖς ἑτέρῳ γάμῳ παραμυθησόμεθα. ἔσται καὶ παῤ ἐμοῦ, φησί, πρὸς σέ, ὁ Θεαγένης, τούτων διακριθέντων. καὶ ἅμα προσῄει ὡς τὰς χεῖρας φιλήσων. ἣ δὲ προσκύψασα καὶ τὸ στόμα ἀντὶ τῶν χειρῶν προβαλοῦσα ἐφίλησε.

καὶ ἐξῆλθεν ὁ Θεαγένης φιληθείς, οὐ μὴν αὐτός γε φιλήσας. καὶ τῇ Χαρικλείᾳ καιροῦ λαβόμενος ἅπαντα ἐξεῖπεν, οὐκ ἄνευ ζηλοτυπίας οὐδὲ ἐκείνης ἔνια μανθανούσης, καὶ τῶν ἀτόπων τῆς ἐπαγγελίας τὸν σκοπὸν προσέθηκεν, καὶ ὡς πολλὰ δἰ ἑνὸς ἀνύοιτο. Ἀχαιμένει γὰρ διασεσόβηται ὁ γάμος, καὶ τῇ κατ̓ Ἀρσάκην ἐπιθυμίᾳ πρόφασις τὸ παρὸν ὑπερθέσεως ἐπινενόηται. καὶ τὸ δὴ κεφάλαιον, ὡς εἰκός, τὸν Ἀχαιμένην ἅπαντα ταραχῆς ἐμπλήσειν, ἀνιώμενον μὲν ἐφ̓ οἷς ἀποτυγχάνει προσδοκήσας, ἀγανακτοῦντα δὲ ἐφ̓ οἷς ἠλάττωται παρὰ τῇ Ἀρσάκῃ διὰ τὴν εἰς ἐμὲ χάριν. οὐ γὰρ δὴ λήσεται αὐτὸν οὐδέν, τῆς μητρὸς ἐξαγορευούσης, ἣν ἐπίτηδες παρεῖναι τοῖς λεγομένοις προυνόησα, μηνυθῆναί τε ταῦτα τῷ Ἀχαιμένει βουλόμενος καὶ μάρτυρα τῆς

p.214
ἄχρι λόγων πρὸς τὴν Ἀρσάκην ὁμιλίας ποιούμενος. ἀρκεῖ μὲν γὰρ ἴσως καὶ τὸ μηδὲν ἑαυτῷ συνειδότα φαῦλον εὐμενείᾳ τῇ παρὰ τῶν κρειττόνων ἐπελπίζειν: καλὸν δὲ καὶ ἀνθρώπων τοὺς συνόντας πείθοντα, σὺν παρρησίᾳ τὸν ἐπίκαιρον τοῦτον βίον διάγειν. προσετίθει δὲ κἀκεῖνα, ὡς σφόδρα χρὴ προσδοκᾶν καὶ ἐπιβουλεύσειν τῇ Ἀρσάκῃ τὸν Ἀχαιμένην, ἄνδρα δοῦλον μὲν τὴν τύχην ʽἀντίθετον γὰρ ὡς ἐπίπαν τῷ κρατοῦντι τὸ κρατούμενον̓, ἀδικούμενον δὲ καὶ εἰς ὅρκους ἀθετούμενον, ἐρῶντα δὲ καὶ ἄλλους ἑαυτοῦ προτετιμῆσθαι πυθόμενον, συνειδότα δὲ τὰ πάντων αἴσχιστα καὶ παρανομώτατα, καὶ οὐδὲν εἰς τὴν ἐπιβουλὴν πλάσασθαι δεόμενον, οἷα δὴ πολλοὶ πολλάκις ἀνιαθέντες ἐτόλμησαν, ἀλλὰ καὶ ἐκ τῶν ἀληθῶν ἔχοντα πρόχειρον τὴν ἄμυναν.

τοιαῦτα πολλὰ διελθὼν πρὸς τὴν Χαρίκλειαν, καὶ τὰ μέτρια θαρσεῖν παρασκευάσας, εἰς τὴν ἑξῆς ὑπηρετησόμενος ταῖς τραπέζαις ὑπὸ τοῦ Ἀχαιμένους ἤγετο, προστεταγμένον τοῦτο παρὰ τῆς Ἀρσάκης. καὶ ἐσθῆτα τῶν πολυτελῶν Περσικὴν ἀποστειλάσης, ταύτην τε μετημφιέννυτο, καὶ στρεπτοῖς τε χρυσοῖς καὶ περιαυχενίοις λιθοκολλήτοις ἑκών τε τὸ μέρος καὶ ἄκων ἐκοσμεῖτο. καὶ τοῦ Ἀχαιμένους ὑποδεικνύναι τι καὶ ὑφηγεῖσθαι τῶν οἰνοχοϊκῶν πειρωμένου, προσδραμὼν ὁ Θεαγένης ἑνὶ τῶν κυλικοφόρων τριπόδων, καὶ φιάλην τῶν πολυτίμων ἀνελόμενος, οὐδέν, ἔφη, δέομαι διδασκάλων, ἀλλ̓ αὐτοδίδακτος ὑπουργήσω τῇ δεσποίνῃ, τὰ οὕτω ῥᾷστα μὴ θρυπτόμενος. σὲ μὲν γὰρ ὦ βέλτιστε ἡ τύχη εἰδέναι τὰ τοιαῦτα καταναγκάζει, ἐμοὶ δὲ καὶ ἡ φύσις τὰ πρακτέα καὶ ὁ καιρὸς ὑπαγορεύει. καὶ ἅμα προσέφερε τῇ Ἀρσάκῃ προσηνὲς κερασάμενος, εὔρυθμον τέ τι καὶ ἄκροις τοῖς δακτύλοις ἐποχῶν τὴν φιάλην. ἐκείνην μὲν

p.215
οὖν πλέον ἢ πρότερον τὸ ποτὸν ἐξεβάκχευσεν, ἐπιρροφοῦσάν τε ἅμα καὶ ἀκλινῶς εἰς τὸν Θεαγένην ἀτενίζουσαν, καὶ τοῦ ἔρωτος πλέον ἢ τοῦ κράματος ἕλκουσαν, καὶ τὴν φιάλην ἐπίτηδες οὐκ ἐκπίνουσαν, ἀλλὰ σὺν τέχνῃ καὶ διὰ μικροῦ τοῦ λειψάνου τῷ Θεαγένει προπίνουσαν. ἀντιτέτρωτο δὲ ἐκ θατέρων ὁ Ἀχαιμένης, καὶ ὀργῆς ἅμα καὶ ζηλοτυπίας ἐμπλησθείς, ὡς μηδὲ λανθάνειν τὴν Ἀρσάκην ὑποβλέψαντά τε καί τι καὶ πρὸς τοὺς παρόντας ἠρέμα διαγογγύσαντα. ἤδη δὲ διαλυομένου τοῦ συμποσίου, πρώτην αἰτῶ χάριν ὦ δέσποινα, ἔφη ὁ Θεαγένης: ὑπηρετοῦντά με μόνον ἀμφιέννυσθαι ταύτῃ τῇ στολῇ κέλευσον. ὡς δὲ ἐπένευσεν ἡ Ἀρσάκη, τὰ συνήθη μεταμφιασάμενος ἐξῄει.

συνεξῄει δὲ καὶ ὁ Ἀχαιμένης, πολλὰ τῆς προπετείας τὸν Θεαγένην ὀνειδίζων, καὶ ὡς μειρακιῶδες εἴη τὸ πρόχειρον, καὶ ὡς τὴν μὲν πρώτην ἡ δέσποινα τὸν ξένον καὶ ἄπειρον ὑπερεῖδεν, εἰ δὲ ἐπιμένοι βλακευόμενος, οὐ χαιρήσει: καὶ ὅτι φίλος ὢν ταῦτα συμβουλεύοι, μᾶλλον δὲ ὀλίγον ὕστερον καὶ εἰς γένος συναφθησόμενος καὶ ἀδελφῆς τῆς ἐκείνου καθ̓ ὑπόσχεσιν τῆς δεσποίνης ἀνὴρ ἐσόμενος. καὶ πολλὰ τοιαῦτα μὲν ἐκεῖνος ἔλεγεν, ὃ δὲ, οὐδὲ ἀκούοντι προσεοικώς, κάτω νεύσας ἀντιπαρῄει, μέχρις οὗ συνέβαλεν αὐτοῖς ἡ Κυβέλη, κατευνάσαι τὴν δέσποιναν τὸ μεσημβρινὸν ἐπειγομένη. καὶ ἰδοῦσα σκυθρωπὸν τὸν υἱὸν ἠρώτα τὴν αἰτίαν. ὃ δέ, τὸ ξένον μειράκιον, ἔφη, προτετίμηται ἡμῶν, καὶ χθὲς καὶ τήμερον παρεισδεδυκὸς οἰνοχοεῖν ἐπιτέτραπται, καὶ τοῖς ἀρχιτρικλίνοις ἡμῖν καὶ ἀρχιοινοχόοις πολλὰ χαίρειν φράσαν ὀρέγει φιάλην, καὶ παρίσταται πλησίον βασιλικοῦ σώματος, τὸ μέχρις ὀνόματος ἀξίωμα ἡμῶν παραγκωνισάμενος. καὶ τὸ μὲν τοῦτον τιμᾶσθαι μετέχοντα καὶ τῶν μειζόνων καὶ κοινωνοῦντα καὶ κοινωνοῦντα καὶ τῶν ἀπορρητοτέρων,

p.216
διότι καὶ κακῶς ποιοῦντες ἡμεῖς σιωπῶμεν καὶ συμπράττομεν, ἧττόν ἐστι δεινόν, καίπερ ὂν δεινόν: ἀλλ̓ ἐκεῖνο γ̓ ἐξῆν, ἄνευ ὕβρεως τῆς εἰς ἡμᾶς τοὺς ὑπουργοὺς καὶ συνεργοὺς τῶν καλῶν πράξεων τὰ τοιαῦτα γίνεσθαι.

καὶ περὶ μὲν τούτων δεύτερος λόγος: τὸ δὲ παρόν, ὦ μῆτερ, τὴν μνηστὴν ἐβουλόμην, τὴν τὰ πάντα ἐμοὶ γλυκυτάτην Χαρίκλειαν, ἰδεῖν, εἴ πως τὸ δεδηγμένον τῆς ψυχῆς τῇ θέᾳ τῇ ἐκείνης διαιτῆσαι δυνηθείην. καὶ ἡ Κυβέλη, ποίαν μνηστὴν ὦ τέκνον; ἔοικάς μοι τὰ σμικρότατα τῶν κατὰ σαυτὸν ἀγανακτεῖν, τὰ μείζονα δὲ ἀγνοῶν λανθάνειν. οὐκέτι λαμβάνεις πρὸς γάμον τὴν Χαρίκλειαν. τί, ἔφη, λέγεις, ἀναβοήσας: οὐκ εἰμὶ ἄξιος γαμεῖν ὁμόδουλον ἐμαυτοῦ; διὰ τί ὦ μῆτερ; δἰ ἡμᾶς, ἔφη, καὶ τὴν ἡμετέραν παράνομον περὶ Ἀρσάκην εὔνοιάν τε καὶ πίστιν. ἐπειδὴ γὰρ ἐκείνην καὶ τῆς ἑαυτῶν ἀσφαλείας προτιμήσαντες, καὶ τὴν ἐκείνης ἐπιθυμίαν καὶ τῆς ἡμετέρας σωτηρίας ἐπίπροσθεν ἄγοντες, ἅπαντα καθ̓ ἡδονὴν συνεπράξαμεν, ἅπαξ που παρεισελθὼν εἰς τὸν θάλαμον ὁ γεννάδας οὗτος καὶ λαμπρὸς αὐτῆς ἐρώμενος, καὶ μόνον ὀφθείς, ἀναπέπεικε παραβῆναι μὲν τοὺς πρὸς σὲ γεγενημένους ὅρκους, αὐτῷ δὲ κατεγγυᾶν τὴν Χαρίκλειαν, οὐκ ἀδελφὴν ἀλλὰ μνηστὴν εἶναι διατεινόμενος. καὶ ἐπήγγελται ταῦτα ἐκείνη ὦ μῆτερ; ἐπήγγελται, παιδίον, ἀπεκρίνατο ἡ Κυβέλη, παρούσης ἐμοῦ καὶ ἀκουούσης: καὶ τοὺς γάμους αὐτῶν ἑστιάσει λαμπρῶς ὀλίγαις ὕστερον ἡμέραις. σοὶ δὲ ἄλλην συνοικιεῖν ἀντὶ ταύτης ἐπηγγέλλετο. βαρὺ δή τι πρὸς ταῦτα ἀνοιμώξας ὁ Ἀχαιμένης, καὶ τὼ χεῖρε διατρίψας, ἐγώ, ἔφη, πικρογάμους θήσω σύμπαντας: μόνον μοι σύμπραττε τὴν εἰς χρόνον σύμμετρον τῶν γάμων ὑπέρθεσιν. καὶ εἴ τις ἐπιζητοίη, κακοῦσθαί με κατ̓ ἀγρόν που συμπεσόντα ἀπάγγελλε. μνηστὴν ὁ γεννάδας

p.217
ὀνομάζει τὴν ἀδελφήν, ὥσπερ οὐ συνιέντων ἐπὶ διακρούσει μόνῃ τῇ ἐμῇ ταῦτα πράττεσθαι. εἰ γὰρ περιβάλλοι, εἰ γὰρ φιλοίη καθάπερ δίκαιον νύμφην, εἰ καὶ συγκαθεύδοι, καθαρός τι ἔλεγχος ὅτι μὴ ἀδελφή, μνηστὴ δὲ ἐστίν. ἐμοὶ μελήσει ταῦτα, καὶ ὅρκοις καὶ θεοῖς τοῖς παραβαθεῖσι.

ταῦτα εἶπε, καὶ ὑπ̓ ὀργῆς ἅμα καὶ ζηλοτυπίας καὶ ἔρωτος καὶ ἀποτυχίας οἰστρηθείς, ἱκανῶν καὶ ἄλλον τινὰ διαταράξαι πραγμάτων, μή τοί γε δὴ βάρβαρον, τὴν προσπεσοῦσαν ἔννοιαν οὐκ ἐπὶ λογισμῷ διακρίνας, ἐκ δὲ τῆς πρώτης ὁρμῆς κρατύνας, ἑσπέρας ἐπελθούσης, ἵππον τε Ἀρμένιον, τῶν εἰς πομπὰς καὶ πανηγύρεις τῷ σατράπῃ φατνιζομένων, ὑφελέσθαι δυνηθείς, ἀφιππάσατο ὡς τὸν Ὀροονδάτην κατὰ Θήβας τότε τὰς μεγάλας τὴν ἐπ̓ Αἰθίοπας συγκροτοῦντα στρατείαν, καὶ πᾶν εἶδος πολέμου καὶ χεῖρα παντοίαν ἀθροίζοντα, καὶ τὴν ἐπ̓ αὐτοὺς ἔξοδον ἤδη συσκευαζόμενον.

ὁ γὰρ δὴ βασιλεὺς Αἰθιόπων ἀπάτῃ περιεληλυθὼς τὸν Ὀροονδάτην, καὶ θατέρου τῶν ἐπάθλων τοῦ πολέμου γεγονὼς ἐγκρατής, καὶ τὴν πόλιν ἐπίμαχον τὰς Φίλας ἀεὶ τυγχάνουσαν ἐκ προλήψεως ὑφ̓ αὑτῷ πεποιημένος, εἰς πᾶσαν ἀμηχανίαν, ὥστε καὶ κατηπειγμένως ποιεῖσθαι τὴν ἐκστράτειαν καὶ αὐτοσχέδιον τὰ πολλά, κατηνάγκαζεν. ἡ γὰρ πόλις αἱ Φίλαι κεῖται μὲν ἐπὶ τῷ Νείλῳ, τῶν ἐλαττόνων καταρρακτῶν ἀνωτέρω μικρόν, Συήνης δὲ καὶ Ἐλεφαντίνης ἑκατόν που τοῖς μεταξὺ σταδίοις διείργεται. ταύτην ποτὲ φυγάδες Αἰγύπτιοι καταλαβόντες καὶ ἐνοικήσαντες ἀμφίβολον Αἰθίοψί τε καὶ Αἰγυπτίοις κατέστησαν, τῶν μὲν τοῖς καταρράκταις τὴν Αἰθιοπίαν ὁριζομένων, Αἰγυπτίων δὲ καὶ τὰς Φίλας, κατὰ τὴν προενοίκησιν τῶν παῤ ἑαυτοῖς φυγάδων, ὡς ἂν δορυαλώτους ἑαυτοῖς προσνέμειν ἀξιούντων.

p.218
συνεχῶς δὴ μεταπιπτούσης τῆς πόλεως, καὶ τῶν ἀεὶ προλαβόντων καὶ ἐπικρατούντων γινομένης, τότε δὲ ὑπὸ φρουρᾶς Αἰγυπτίων τε καὶ Περσῶν κατεχομένης, ὁ τῶν Αἰθιόπων βασιλεὺς πρεσβείαν ὡς τὸν Ὀροονδάτην στείλας ἐξῄτει μὲν καὶ τὰς Φίλας, ἐξῄτει δὲ καὶ τὰ σμαράγδεια μέταλλα, καὶ πάλαι περὶ τούτων, ὡς εἴρηται, διακηρυκευσάμενος καὶ οὐ τυχών. ὀλίγαις τε προφθῆναι τοὺς πρεσβευτὰς ἡμέραις ἐπιτρέψας ἐφείπετο, πάλαι προπαρασκευασάμενος δῆθεν ὡς ἐπ̓ ἄλλον τινὰ πόλεμον, καὶ οὐδενὶ τὴν ὁρμὴν τῆς στρατείας φράσας. κἀπειδὴ τὰς Φίλας ὑπερβεβηκέναι τοὺς πρεσβευτὰς εἴκαζεν, ὀλιγωρίαν τοῖς τε ἐνοικοῦσι καὶ φρουροῖς ἐμποιήσαντας, καὶ ὡς ὑπὲρ εἰρήνης ἢ καὶ φιλίας πρεσβεύοιεν ἀπαγγείλαντας, αὐτὸς αἰφνίδιον ἐπιστὰς τήν τε φρουρὰν ἐξήλασε, δύο μέν που καὶ τριῶν ἡμερῶν ἀντισχοῦσαν, πλήθει δὲ τῶν ἐναντίων καὶ μηχαναῖς τειχομάχοις ἐνδοῦσαν, καὶ τὴν πόλιν κατέσχεν, οὐδενὶ τῶν ἐνοικούντων λυμηνάμενος.

διὰ ταῦτα δὴ τεταραγμένον καταλαβὼν τὸν Ὀροονδάτην ὁ Ἀχαιμένης, καὶ ἅπαντα πεπυσμένον παρὰ τῶν διαδράντων, ἔτι πλέον ἐξετάραξεν ἀπροσδόκητός τε καὶ ἀπρόσκλητος ὀφθείς. καὶ μή τι δεινὸν περὶ τὴν Ἀρσάκην ἢ τὸν ἄλλον οἶκον γεγόνοι πυνθανομένῳ, γεγονέναι μὲν ὁ Ἀχαιμένης, ἰδίᾳ δὲ φράζειν βούλεσθαι ἀπεκρίνατο. κἀπειδὴ τῶν ἄλλων ἐχωρίσθησαν, ἅπαντα κατεμήνυεν, ὡς ὑπὸ Μιτράνου ληφθεὶς αἰχμάλωτος ὁ Θεαγένης ἀπέσταλτο πρὸς Ὀροονδάτην, δῶρον, εἰ δόξειεν, ὡς βασιλέα τὸν μέγαν ἀναπεμφθησόμενος ʽκαὶ γὰρ εἶναι τὸ χρῆμα τοῦ νεανίου τῆς βασιλέως αὐλῆς καὶ τραπέζης ἐπάξιον̓, ὡς ὑπὸ Βησσαέων ἀφαιρεθείη, προσανελόντων καὶ τὸν Μιτράνην, ὡς ἀφίκοιτο μετὰ ταῦτα εἰς τὴν Μέμφιν, παρενείρων ἅμα καὶ τὰ κατὰ τὸν

p.219
Θύαμιν, καὶ τέλος τὸν ἐπὶ τῷ Θεαγένει τῆς Ἀρσάκης ἔρωτα, καὶ τὸν εἰς τὰ βασίλεια τοῦ Θεαγένους εἰσοικισμόν, καὶ τὰς περὶ αὐτὸν φιλοφρονήσεις, καὶ τὰς ἐκείνου διακονίας τε καὶ οἰνοχοΐας: καὶ ὡς πέπρακται μὲν ἤδη τῶν παρανόμων ἴσως οὐδέν, ἀνθισταμένου τέως τοῦ νεανίου καὶ ἀντέχοντος, δέος δὲ πραχθῆναι βιασθέντος ἢ καὶ τῷ χρόνῳ τοῦ ξένου πως ἐνδόντος, εἰ μὴ φθαίη τις αὐτὸν προαναρπάζων ἐκ τῆς Μέμφεως καὶ τὴν ὅλην τοῦ ἔρωτος ὑπόθεσιν τῆς Ἀρσάκης ὑποτεμνόμενος: διὰ γὰρ δὴ ταῦτα καὶ αὐτὸς ἐπειχθῆναι, καὶ λάθρᾳ διαδρὰς ἥκειν μηνυτής, εὐνοίᾳ τῇ περὶ τὸν δεσπότην ἀποκρύπτειν τὰ κατὰ τοῦ δεσπότου μὴ ἐνεγκών.

κἀπειδὴ τούτοις θυμοῦ τὸν Ὀροονδάτην ἐμπεπλήκει, καὶ ὅλος πρὸς ἀγανάκτησιν καὶ τιμωρίαν ἐξῄει, δἰ ἐπιθυμίας αὖθις ἐξέκαε τὰ κατὰ τὴν Χαρίκλειαν προστιθεὶς καὶ ἐπὶ μέγα, ὥσπερ ἦν, ἐξαίρων, καὶ τὸ κάλλος παντοίως ἐκθειάζων καὶ τὴν ὥραν τῆς κόρης, ὡς οὔτε ὀφθείη πρότερον οὔτε αὖθις δυνήσεται, μικρὰ νόμιζε, λέγων, πάσας σοι τὰς παλλακίδας εἶναι παρὰ ταύτην, οὐ μόνον τὰς κατὰ τὴν Μέμφιν ἀλλὰ καὶ τὰς ἑπομένας. καὶ ἄλλα πολλὰ πρὸς τούτοις ὁ Ἀχαιμένης, ἐλπίζων, εἰ καὶ προσομιλήσειεν Ὀροονδάτης τῇ Χαρικλείᾳ, μικρὸν γοῦν ὕστερον ἐπὶ μισθῷ τῶν μηνυμάτων ἐξαιτήσας πρὸς γάμον ἕξειν.

καὶ ὅλως ἐξηρέθιστο ἤδη καὶ διακαὴς ἦν ὁ σατράπης, θυμοῦ καὶ ἐπιθυμίας ἅμα ὥσπερ εἰς ἄρκυς ἐμβεβλημένος. καὶ οὐδὲ μικρὸν ὑπερθέμενος, Βαγώαν τινὰ τῶν πεπιστευμένων εὐνούχων προσκαλεσάμενος, ἱππέας τε πεντήκοντα ἐγχειρίσας, εἰς τὴν Μέμφιν ἐξέπεμπεν, ἄγειν ὡς αὐτὸν Θεαγένην τε καὶ Χαρίκλειαν ὡς ὅτι τάχιστα, καὶ οὗπερ ἂν αὐτὸς καταλαμβάνοιτο, ἐπιστείλας.

p.220