Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ταῦτ̓ εἶπε, καὶ ἀφελοῦσα τὸν λύχνον, ἐπικλεισαμένη τε τοῦ θαλάμου τὰς θύρας, ἐξώρμησεν. οὔπω δὲ ἀκριβῶς ἡμέρας ἐπῃσθημένη, τῶν τε βασιλείων εὐνούχων ἕνα παραλαβοῦσα, καὶ ἄλλην θεράπαιναν ἅμα ποπάνοις καὶ ἑτέροις δή τισι θύμασιν ἕπεσθαι προστάξασα, ἐπὶ τὸ Ἴσειον ἔσπευδεν. ὡς δὲ τοῖς προθύροις ἐπέστη, θυσίαν ἄγειν τῇ θεῷ λέγουσα ὑπὲρ τῆς δεσποίνης Ἀρσάκης, ἐκ τινῶν ὀνειράτων τεταραγμένης καὶ ἐξιλεώσασθαι τὰ ὀφθέντα βουλομένης, τῶν νεωκόρων διεκώλυέ τις καὶ ἀπέπεμπε, κατηφείας τὰ περὶ τὸ ἱερὸν ἐμπεπλῆσθαι φάσκων: τὸν γὰρ δὴ προφήτην τὸν Καλάσιριν μακροῖς χρόνοις εἰς τὴν οἰκείαν ἐπανήκοντα ἑστιαθῆναι μὲν λαμπρῶς ἅμα τοῖς φιλτάτοις κατὰ τὴν ἑσπέραν, καὶ πρὸς πᾶσαν ἄνεσιν καὶ ψυχαγωγίαν ἑαυτὸν ἐκδοῦναι, μετὰ δὲ τὴν εὐωχίαν σπεῖσαί τε καὶ πολλὰ ἐπεύξασθαι τῇ θεῷ, καὶ τοῖς παισὶν εἰπόντα ὡς ἄχρι τοῦ παρόντος ὄψονται τὸν πατέρα, καὶ πολλὰ ἐπισκήψαντα τῶν σὺν αὐτῷ νέων Ἑλλήνων ἀφιγμένων ὡς ἔνι μάλιστα προνοεῖν, καὶ ἐν οἷς ἂν βουλομένοις αὐτοῖς γίνηται τὰ δυνατὰ συμπράττειν, κατακλίναντά τε αὑτόν, καὶ εἴτε διὰ τὸ τῆς χαρᾶς μέγεθος, τῶν πνευματικῶν πόρων εἰς ὑπερβολὴν ἀνεθέντων καὶ χαλασθέντων, οἷα δὴ γηραιοῦ τοῦ σώματος ἀθρόον διαφορηθέντος, εἴτε καὶ θεῶν αἰτήσαντι

p.193
τοῦτο παρασχομένων, εἰς ἀλεκτρυόνων ᾠδὰς τετελευτηκότα γνωσθῆναι, τῶν παίδων, ἐξ ὧν προύλεγεν ὁ πρεσβύτης, παννύχιον παρατηρούντων. καὶ νῦν, ἔφη, διεπεμψάμεθα τοὺς μετακαλέσοντας τὸ λοιπὸν τῶν κατὰ τὴν πόλιν προφητικῶν τε καὶ ἱερατικῶν γένος, ὡς ἂν τὰ νομιζόμενα ἐπ̓ αὐτῷ τῆς κηδείας κατὰ τὸν πάτριον νόμον τελοῖεν. ἀποχωρητέον οὖν ὑμῖν: οὐ γὰρ θέμις μὴ ὅ τι γε θύειν, ἀλλ̓ οὐδὲ ἐπιβαίνειν τοῦ νεὼ πλὴν τοῖς ἱερωμένοις, ἑπτὰ τούτων ὅλων τῶν ἐχομένων ἡμερῶν. πῶς οὖν οἱ ξένοι διάξουσιν; ἔφασκεν ἡ Κυβέλη. καὶ ὅς, καταγώγιον αὐτοῖς εὐτρεπισθῆναι πλησίον καὶ ἔξω που περὶ τὸν νεὼν ὁ νέος προφήτης ὁ Θύαμις ἐπέστειλε: καὶ ὡς ὁρᾷς, αὐτοί γε οὗτοι προσίασι, τῷ νόμῳ πειθόμενοι καὶ ἐξοικίζοντες ἑαυτοὺς τῶν ἱερῶν τὸ παρόν. ἡ δὴ Κυβέλη τὴν ξυντυχίαν ἅρπαγμα καὶ ὥσπερ ἄγρας ἀρχὴν ποιησαμένη, οὐκοῦν, ἔφη, ὦ νεωκόρων θεοφιλέστατε, καιρὸς τούς τε ξένους καὶ ἡμᾶς ἅμα εὖ ποιεῖν, μᾶλλον δὲ Ἀρσάκην μεγάλου βασιλέως ἀδελφήν: οἶσθα γὰρ ὡς φιλέλλην τέ ἐστι καὶ δεξιόν τι χρῆμα περὶ ξένων ὑποδοχήν. λέγε οὖν πρὸς τοὺς νέους ὡς κατὰ πρόσταγμα τοῦ Θυάμιδος ἐν ἡμετέρου τὸ καταγώγιον αὐτοῖς ηὐτρέπισται. ἐποίησεν οὕτως ὁ νεωκόρος, οὐδὲν τῶν βυσσοδομευομένων ὑπὸ τῆς Κυβέλης ὑποτοπήσας, ἀλλ̓ εὐεργετήσειν τε οἰόμενος τοὺς ξένους, εἰ πρόξενος αὐτοῖς αὐλῆς σατραπικῆς γένοιτο, καὶ ἅμα τοῖς αἰτοῦσι τὴν χάριν, ἀβλαβῆ καὶ ταῦτα οὖσαν καὶ ἀζήμιον, καθικετεύσειν. κατηφεῖς δὲ καὶ δεδακρυμένους πλησιάσαντας τοὺς περὶ τὸν Θεαγένην ἰδὼν ὁ νεωκόρος, οὐκ ἔννομα μέν, ἔφη, οὐδὲ συγκεχωρημένα ἐκ τῶν πατρίων διαπράττεσθε, καὶ ταῦτα προαπηγορευμένον ὑμῖν, ὀδυρόμενοι καὶ θρηνοῦντες ἄνδρα προφήτην, ὃν χαίροντας καὶ εὐφημοῦντας ἐκπέμπειν, ὡς τῆς βελτίονος
p.194
μετειληχότα λήξεως καὶ πρὸς τῶν κρειττόνων κεκληρωμένον, ὁ θεῖος καὶ ἱερὸς παρεγγυᾷ λόγος. πλὴν ἀλλὰ συγγνωστὰ μὲν ὑμῖν, πατέρα, ὥς φατε, καὶ κηδεμόνα καὶ ἐλπίδα τὴν μόνην ἀποβεβληκόσιν, οὐ μὴν ἀθυμητέα παντάπασιν. ὁ γὰρ Θύαμις οὐ τῆς ἱερωσύνης μόνον τῆς ἐκείνου ἔοικεν εἶναι διάδοχος, ἀλλὰ καὶ τῆς περὶ ὑμᾶς διαθέσεως. τὰ γοῦν πρῶτα προνοηθῆναι ὑμῶν ἐπέστειλε, καὶ καταγώγιον ὑμῖν ηὐτρέπισται λαμπρόν, καὶ οἷον εὔξαιτ̓ ἄν τις καὶ τῶν εὐδαιμόνων καὶ ἐγχωρίων, μή τοί γε δὴ ξένων καὶ εὐτελέστερον τὰ νῦν πράττειν δοκούντων. ἕπεσθε δὴ κοινὴν ὑμῶν μητέρα τήνδε νομίσαντες, δείξας τὴν Κυβέλην, καὶ ξεναγούσῃ πείθεσθε.

ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παῤ ἐλπίδα προσπεπτωκότων βεβυθισμένοι τὴν διάνοιαν, τὸ δὲ ἀγαπῶντες ὁπουδὴ τὸ παρὸν καταγωγῆς τε καὶ καταφυγῆς τυχεῖν, φυλαξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπείδοντο. νυνὶ δὲ ἡ τὰ κατ̓ αὐτοὺς ἀθλοθετοῦσα τύχη, πρὸς ὀλίγον ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφήμερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε, καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δἰ ὀνόματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα. οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν. οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα, προπυλαίοις τε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξῃρμένοις, φαντασίας τε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύμαζον μὲν καὶ διεταράττοντο, τῆς παρούσης κατ̓ αὐτοὺς τύχης τὴν οἴκησιν

p.195
ὑπερέχουσαν ὁρῶντες, εἵποντο δ̓ οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευομένῃ, καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ, καὶ ὡς εὔθυμα χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ. καὶ τέλος, ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατήγετο ἡ πρεσβῦτις, ἀνακεχωρηκός πως καὶ ἰδιάζον, ἐγκατέστησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακαθισαμένη, ὦ τέκνα, ἔλεγε, τῆς μὲν κατειληφυίας ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων, καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς: δίκαια δ̓ ἂν ποιοῖτε καὶ οἵ τινες ἢ πόθεν ἐστὲ λέγοντες. ὅτι μὲν γὰρ Ἕλληνες, καὶ τοῦτο ἔγνων: καὶ ὅτι τῶν εὖ γεγονότων, πάρεστι τοῖς ὁρωμένοις τεκμαίρεσθαι: βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχήμων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστησιν. ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος, καὶ τίνες ὄντες, καὶ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε, βουλομένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατείπατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην, τὴν μεγάλου μὲν βασιλέως ἀδελφήν, Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν, φιλέλληνά τε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν, ἔχοιμι τὰ καθ̓ ὑμᾶς ἐξαγγέλλειν ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι. ἐρεῖτε δὲ καὶ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν: εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνίς, καὶ Λεσβία τὴν πόλιν, ὑπ̓ αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο, πράττουσα δὲ τῶν οἴκοι βέλτιον. εἰμὶ γάρ τοι τῇ δεσποίνῃ τὰ πάντα, καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, ἀλλὰ καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν διὰ πάντων ἀπορρήτων φυλάττουσα.

p.196

τοῦ δὴ Θεαγένους τὰ εἰρημένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ̓ ἑαυτὸν ἀντεξετάζοντος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχές τε καὶ τῶν ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος, καὶ ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλοντός τε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια, τῆς ἀδελφῆς, ἔφη, μέμνησο ἐφ̓ οἷς ἂν λέγῃς.

συνεὶς οὖν τὸ δηλούμενον, ὦ μῆτερ, ἔφη, τὸ μὲν Ἕλληνας εἶναι καὶ αὐτή που μαθοῦσα τυγχάνεις, ἀδελφοὶ δὲ ὄντες πατέρων ὑπὸ λῃσταῖς ἁλόντων ἐπὶ ζήτησιν ἐξορμήσαντες χαλεπωτέραις ἐκείνων τύχαις κεχρήμεθα, ὠμοτέροις ἀνδράσι περιπεσόντες, καὶ πάντων μὲν τῶν ὄντων ʽπολλὰ δὲ ἦν̓ ἀποσυληθέντες, μόλις δὲ αὐτοὶ περισωθέντες. καὶ κατά τι δεξιὸν βούλημα δαίμονος τῇ πρὸς τὸν ἥρωα Καλάσιριν συντυχίᾳ χρησάμενοι, ἀφιγμένοι τε ἐνταῦθα ὡς τὸ λοιπὸν τοῦ χρόνου μετ̓ αὐτοῦ βιωσόμενοι, νῦν, ὡς ὁρᾷς, πάντων ἔρημοι καὶ μόνοι περιλελείμμεθα, τὸν δοκοῦντα καὶ ὄντα πατέρα μετὰ τῶν ἄλλων προσαπολωλεκότες. τὰ μὲν δὴ καθ̓ ἡμᾶς ταῦτα: σοὶ δὲ πλείστη μὲν χάρις καὶ τῆς νῦν δεξιώσεως καὶ ξεναγίας, χαρίσαιο δ̓ ἂν πλέον, εἰ καθ̓ ἑαυτοὺς ἡμῖν διάγειν τε καὶ λανθάνειν παράσχοις, τὴν εὐεργεσίαν ἣν ἀρτίως ἔφασκες καὶ τὸ γνωρίζειν ἡμᾶς πρὸς Ἀρσάκην ὑπερθεμένη, μηδὲ ἐπεισάγοις οὕτω λαμπρᾷ καὶ εὐδαίμονι τύχῃ ξένον καὶ ἀλήτην καὶ στυγνάζοντα βίον: τὰς γὰρ δὴ γνώσεις καὶ τὰς ἐντεύξεις ἐκ τῶν ὁμοίων, ὡς οἶσθα, γίνεσθαι καλόν.

οὐκ ἐκαρτέρησεν ἡ Κυβέλη τούτων εἰρημένων, ἀλλὰ καὶ τῇ διαχύσει τοῦ προσώπου κατάδηλος ἐγεγόνει σφόδρα ὑπερησθεῖσα εἰς τὴν ἀκοὴν τῶν ἀδελφῶν, ἐνθυμουμένη μηδὲν κώλυμα μηδὲ ἐμπόδιον ἕξειν πρὸς τὰ

p.197
ἐρωτικὰ τῆς Ἀρσάκης τὴν Χαρίκλειαν. καὶ ὦ κάλλιστε νεανιῶν ἔφη, οὐκ ἂν εἴποις ταῦτα περὶ Ἀρσάκης, ἐπειδὰν εἰς πεῖραν ἔλθοις τῆς γυναικός. κοινόν τι χρῆμά ἐστι πρὸς πᾶσαν τύχην, καὶ πλέον ἐπίκουρος γίνεται τοῖς παῤ ἀξίαν ἔλαττόν τι πράττουσι. καὶ Περσὶς οὖσα τὸ γένος σφόδρα ἑλληνίζει τὴν γνώμην, χαίρουσα καὶ προστρέχουσα τοῖς ἐντεῦθεν, ἦθός τε καὶ ὁμιλίαν τὴν Ἑλληνικὴν εἰς ὑπερβολὴν ἠγάπηκε. θαρσεῖτε οὖν, ὡς σὺ μὲν ὅσα εἰς ἄνδρας καθήκει πράξων καὶ τιμηθησόμενος, ἀδελφὴ δὲ ἡ σὴ συμπαίστριά τε καὶ συνόμιλος ἐσομένη. ἀλλὰ τίνα ὑμῶν ὀνόματα χρὴ προσαγγέλλειν; ὡς δὲ ὅτι Θεαγένην καὶ Χαρίκλειαν ἤκουσεν, αὐτοῦ με περιμένειν εἰποῦσα ὡς τὴν Ἀρσάκην ἀπέτρεχεν, ἐπιστείλασα πρότερον πρὸς τὴν θυρωρόν ʽἦν δὲ καὶ αὐτὴ γραῦσ̓, εἴ τις βούλοιτο παρεισιέναι, μηδαμῶς ἐπιτρέπειν, ἀλλὰ μηδ̓ ἐξιέναι ποι συγχωρεῖν τοῖς νέοις. τῆς δέ μηδ̓ ἂν ὁ παῖς ὁ σὸς Ἀχαιμένης παραγένηται ἐρωτησάσης: ἄρτι γὰρ καὶ μετὰ τὴν σὴν εἰς τὸν νεὼν πρόοδον ἐξελήλυθεν ἐναλειψόμενος τὼ ὀφθαλμώ: οἶσθα γὰρ ὡς φέρει τι μικρὸν ἔτι κακώσεως, μηδὲ ἐκεῖνος, ἀπεκρίνατο: ἀλλ̓ ἐπικλεισαμένη τὰς θύρας, καὶ τὴν κλεῖν αὐτὴ κατέχουσα, φάσκε ἐμὲ κομίζειν.

οὕτως ἐγένετο. καὶ οὔπω τοι σχεδὸν τῆς Κυβέλης χωρισθείσης, καιρὸν ἡ μόνωσις τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ θρήνων τε καὶ ὑπομνήσεως τῶν καθ̓ ἑαυτοὺς ὑπηγόρευεν, ἀπὸ τῶν αὐτῶν τε σχεδόν τι ῥημάτων καὶ νοημάτων ἀπωλοφύροντο, ἣ μὲν ὦ Θεάγενες ὃ δὲ ὦ Χαρίκλεια συνεχῶς ἐπιστένοντες. καὶ ὃ μέν, τίς ἄρα τύχη πάλιν κατείληφεν ἡμᾶς; ἣ δέ, ὁποίοις ποτ̓ ἄρα συντευξόμεθα πράγμασι; καὶ ἐφ̓ ἑκάστῳ συνησπάζοντο ἀλλήλους καὶ δακρύσαντες ἀνάπαλιν ἐφίλουν. καὶ τέλος τοῦ Καλασίριδος ὑπομνησθέντες εἰς πένθος τὸ ἐκείνου

p.198
τοὺς θρήνους κατέστρεφον, καὶ πλέον ἡ Χαρίκλεια ἅτε καὶ πλείονι τῷ χρόνῳ μείζονος τῆς ἀπ̓ αὐτοῦ σπουδῆς τε καὶ εὐνοίας πεπειραμένη. καὶ ὦ τὸν Καλάσιριν ἀνεκάλει κωκύουσα. τὸ γὰρ χρηστὸν ὄνομα καλεῖν ἀπεστέρημαι πατέρα, τοῦ δαίμονος πανταχόθεν μοι τὴν τοῦ πατρὸς προσηγορίαν περικόψαι φιλονεικήσαντος. τὸν μὲν φύσει γεννήσαντα οὐκ ἔγνωκα, τὸν δὲ θέμενον Χαρικλέα, οἴμοι, προδέδωκα: τὸν δὲ διαδεξάμενον καὶ τρέφοντα καὶ περισώζοντα ἀπολώλεκα, καὶ οὐδὲ θρηνῆσαι τὰ νενομισμένα ἔτι κειμένῳ τῷ πτώματι πρὸς τοῦ προφητικοῦ συγκεχώρημαι. ἀλλ̓ ἰδού σοι, τροφεῦ καὶ σῶτερ, προσθήσω δὲ καὶ πάτερ, κἂν ὁ δαίμων μὴ βούληται, ἔνθα γοῦν ἔξεστι καὶ ὡς ἔξεστιν, ἀποσπένδω τῶν ἐμαυτῆς δακρύων καὶ ἐπιφέρω χοὰς ἐκ τῶν ἐμαυτῆς πλοκάμων. καὶ ἅμα ἀπεσπάραττεν ὡς ὅτι πλείστας τῶν ἑαυτῆς τριχῶν. καὶ ὁ μὲν Θεαγένης ἐπεῖχεν, ἐπιλαμβανόμενος σὺν ἱκεσίαις τῶν χειρῶν: ἣ δὲ ἐπετραγῴδει, τί γὰρ δεῖ καὶ ζῆν ἔτι, λέγουσα, εἰς ποίαν ἀφορῶντας ἐλπίδα; ὁ χειραγωγὸς τῆς ξένης, ἡ βακτηρία τῆς πλάνης, ὁ ξεναγὸς τῆς ἐπὶ τὴν ἐνεγκοῦσαν, ὁ τῶν φύντων ἀναγνωρισμός, ἡ παραψυχὴ τῶν δυστυχημάτων, ἡ εὐπορία καὶ λύσις τῶν ἀμηχάνων, ἡ πάντων τῶν καθ̓ ἡμᾶς ἄγκυρα Καλάσιρις ἀπόλωλε, τὴν ἀθλίαν ἡμᾶς ξυνωρίδα πηροὺς ὥσπερ τῶν πρακτέων ἐπὶ τῆς ἀλλοδαπῆς καταλιπών. πᾶσα μὲν ἡμῖν ὁδοιπορία, πᾶσα δὲ ναυτιλία ὑπ̓ ἀγνωσίας ὑποτέτμηται. οἴχεται ἡ σεμνὴ καὶ μείλιχος, ἡ σοφὴ καὶ πολιὰ τῷ ὄντι φρήν, τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὐδὲ αὐτὴ τέλος ἀραμένη.

καὶ τοιαῦτα ἔτι καὶ ἕτερα πρὸς τούτοις ἐλεεινῶς ὀδυρομένης, καὶ τοῦ Θεαγένους τὰ μὲν συνεξαίροντος τοῖς παῤ ἑαυτοῦ τὸν θρῆνον, τὰ δὲ φειδοῖ τῆς Χαρικλείας καταστέλλοντος, ἐφίσταται ὁ Ἀχαιμένης: καὶ

p.199
τὰς θύρας τοῖς κλείθροις ἐναπειλημμένας καταλαβών, τί ταῦτα, τὴν θυρωρὸν ἠρώτα. ὡς δὲ καὶ τῆς αὑτοῦ μητρὸς εἶναι τὸ ἔργον ἔμαθε, προσεστὼς ταῖς θύραις καὶ τὴν αἰτίαν διαπορῶν ᾔσθετο τῆς Χαρικλείας ὀδυρομένης, καὶ διακύψας διὰ τῶν ὀπῶν καθ̓ ἃς διήνοικτο τῶν κλείθρων ἡ ἅλυσις, εἶδέ τε τὰ γινόμενα, καὶ αὖθις τὴν θυρωρόν, οἵ τινές εἰσιν οἱ ἔνδον, ἠρώτα. ἣ δὲ τὰ μὲν ἄλλα οὐκ ἔχειν εἰδέναι ἔλεγεν, ὅτι δὲ κόρη καὶ νεανίας ξένοι τινές, ὡς ἔχοι εἰκάζειν, ἀρτίως παρὰ τῆς αὐτοῦ μητρὸς ἐσῳκισμένοι. ὃ δὲ αὖθις διακύψας ἐπειρᾶτο διακριβοῦν τοὺς ὁρωμένους. τὴν μὲν δὴ Χαρίκλειαν παντάπασιν ἀγνοῶν ὅμως τοῦ κάλλους ὑπερεθαύμαζε, καὶ τίς ἂν ὀφθείη καὶ ποία μὴ θρηνοῦσα ἐνενόει, καὶ τὸ θαῦμα λανθάνον εἰς ἐρωτικὸν πάθος αὐτὸν κατέφερε: τὸν δὲ Θεαγένην ἀμυδρῶς τε καὶ ἀμφιβόλως γνωρίζειν ἐφαντάζετο. καὶ προσκειμένου τῇ σκέψει τοῦ Ἀχαιμένους ἐφίσταται ἀναστρέψασα ἡ Κυβέλη, πάντα μὲν τὰ κατὰ τοὺς νέους ὡς ἐγεγόνει διαγγείλασα, πολλὰ δὲ τῆς εὐτυχίας τὴν Ἀρσάκην μακαρίσασα, ὑφ̓ ἧς αὐτῇ τοσοῦτον ἐκ ταὐτομάτου κατώρθωται, ὃ βουλαῖς μυρίαις καὶ μηχαναῖς οὐκ ἄν τις ἤλπισεν, ὡς καὶ σύνοικον ἔχειν τὸν ἐρώμενον, ἐπ̓ ἀδείας ὁρῶντα καὶ ὁρώμενον, καὶ πολλοῖς τοιούτοις τὴν Ἀρσάκην φυσήσασα, μόλις τε ἐπειγομένην πρὸς τὴν θέαν τοῦ Θεαγένους ἐπισχοῦσα, καὶ ὡς οὐ βούλοιτο αὐτὴν ὠχριῶσαν καὶ κυλοιδιῶσαν πρὸς τῆς ἀγρυπνίας ὀφθῆναι τῷ νεανίᾳ, ἀναπαυσαμένην δὲ τὴν παροῦσαν ἡμέραν καὶ ἀναλαβοῦσαν τὸ σύνηθες κάλλος,

καὶ πολλοῖς τοιούτοις εὔθυμον αὐτὴν καὶ τῶν κατὰ γνώμην εὔελπιν παρασκευάσασα, ἅ τε προσήκει πράττειν καὶ ὅπως προσφέρεσθαι τοῖς ξένοις παρεγγυήσασα. ἐπεὶ δ̓ οὖν ἐπέστη, τί πολυπραγμονεῖς ὦ τέκνον; ἔλεγεν. ὃ δέ, τοὺς ἔνδον,

p.200
ἔφη, ξένους οἵ τινές εἰσιν ἢ πόθεν. οὐ θέμις ὦ παῖ, πρὸς αὐτὸν ἡ Κυβέλη, ἀλλ̓ ἐχεμύθει καὶ κατὰ σαυτὸν ἔχε καὶ μηδενὶ φράζε, μηδὲ ἐπιμίγνυσο τὰ πολλὰ τοῖς ξένοις: οὕτω γὰρ δέδοκται τῇ δεσποίνῃ.

ἐκεῖνος μὲν οὖν ἀπῄει ῥᾷστα τῇ μητρὶ πεπεισμένος, σύνηθές τι καὶ ἀφροδίσιον διακόνημα τῇ Ἀρσάκῃ τὸν Θεαγένην ὑποτοπήσας. καὶ ἀπιών, οὐχ οὗτός ἐστι, πρὸς ἑαυτὸν ἔλεγεν, ὃν ἐγὼ πρώην παρὰ Μιτράνου τοῦ φρουράρχου παραλαβὼν ὥστε ἄγειν πρὸς Ὀροονδάτην, ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὑπὸ Βησσαέων τε καὶ Θυάμιδος ἀφῃρέθην, μικροῦ καὶ τὸν περὶ τοῦ ζῆν ὑποστὰς κίνδυνον καὶ μόνος ἐκ τῶν ἀγόντων διαδρᾶναι δυνηθείς; μὴ ἄρα σφάλλουσί με οἱ ὀφθαλμοί; ἀλλὰ ῥᾷον ἔχω μὲν καὶ διαβλέπω σχεδόν τι λοιπὸν συνήθως. καὶ μὴν καὶ τὸν Θύαμιν ἀκήκοα παρεῖναι τῇ προτεραίᾳ, καὶ διαμονομαχήσαντα πρὸς τὸν ἀδελφὸν ἀνακεκομίσθαι τὴν ἱερωσύνην. οὗτος ἄρα ἐκεῖνος ἐστίν. ἀλλὰ τὸ παρὸν σιγητέον τὸν ἀναγνωρισμόν: ἅμα δὲ παρατηρητέον τίς ποτε ἡ περὶ τοὺς ξένους διάνοια τῆς δεσποίνης.

ὃ μὲν ταῦτα πρὸς ἑαυτόν, ἡ δὲ Κυβέλη πρὸς τους νέους εἰσδραμοῦσα ἴχνη τῶν θρήνων κατελάμβανε: πρὸς γὰρ τὸν ψόφον τῶν θυρῶν ἀνοιγομένων κατέστελλον μὲν ἑαυτοὺς καὶ πρὸς τὸ σύνηθες σχῆμα καὶ βλέμμα διαπλάττειν διέσπευδον, οὐ μὴν ἔλαθόν γε τὴν πρεσβῦτιν, τῶν δακρύων ἔτι τοῖς ὄμμασιν ἐπιπλανωμένων. ἀναβοήσασα οὖν, ὦ γλυκύτατα τέκνα, ἔλεγε, τί ταῦτα ἀωρὶ θρηνεῖτε, ἡνίκα προσήκει χαίρειν, ἡνίκα εὐδαιμονίζειν ἑαυτοὺς τῆς δεξιᾶς τύχης, Ἀρσάκης τὰ κάλλιστα καὶ τὰ κατ̓ εὐχὰς ἐφ̓ ὑμῖν διανοουμένης, καὶ ὀφθῆναί τε ὑμᾶς εἰς τὴν ἑξῆς ἐπινευσάσης, καὶ τὸ παρὸν πᾶσαν δεξίωσιν καὶ θεραπείαν ὑμῖν ἀποκληρωσάσης;

p.201
ἀλλ̓ ἀπορριπτέον μὲν τοὺς ληρώδεις τούτους καὶ μειρακιώδεις τῷ ὄντι θρήνους, ὁρᾶν δὲ καὶ ῥυθμίζειν ἑαυτούς, εἴκειν τε καὶ ὑπηρετεῖσθαι τοῖς Ἀρσάκης βουλήμασι. καὶ ὁ Θεαγένης, μνήμη, ἔφη, ὦ μῆτερ, τῆς Καλασίριδος τελευτῆς εἰς λύπην ἡμᾶς ἀνεκίνησε, καὶ τὸ πατρικὸν ἐκείνου περὶ ἡμᾶς βούλημα ἀποβεβληκότας εἰς δάκρυα κατήγαγεν. ὕθλοι, ἔφη, ταῦτα. Καλάσιρις καὶ πατήρ τις προσποιητός, πρεσβύτης τῇ κοινῇ φύσει καὶ τῷ χρόνῳ τῆς ἡλικίας εἴξας. πάντα σοι πάρεστι δἰ ἑνός, προστασία πλοῦτος τρυφὴ καὶ ἀπόλαυσις τῆς ἐφ̓ ἡλικίας ἀκμῆς: καὶ ἁπλῶς τύχην σαυτοῦ νόμιζε καὶ προσκύνει τὴν Ἀρσάκην. μόνον ἐμοὶ πείθεσθε, πῶς μὲν αὐτῇ προσιτέον καὶ ὀπτέον ὅταν τοῦτο ἐπιτρέψῃ, πῶς δὲ χρηστέον καὶ ὑπουργητέον ὅταν τι προστάττῃ. τὸ γὰρ φρόνημα, ὡς οἶσθα, μέγα καὶ ὑπέρογκον καὶ βασίλειον, νεότητι καὶ κάλλει προσεξαιρόμενον, καὶ ὑπεροφθῆναι, εἴ τι κελεύοι, μὴ ἀνεχόμενον.