Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ τοὺς μὲν αὐτοῦ καταλιπών, πρὸς αὐλοῖς ἔτι καὶ ὀρχήσεσιν ὄντας, ἃς ὑπὸ πηκτίδων ἐπίτροχον μέλος, Ἀσσύριόν τινα νόμον ἐσκίρτων, ἄρτι μὲν κούφοις ἅλμασιν εἰς ὕψος αἰρόμενοι, ἄρτι δὲ τῇ γῇ συνεχὲς ἐποκλάζοντες

p.116
καὶ στροφὴν ὁλοσώματον ὥσπερ οἱ κάτοχοι δινεύοντες, ἀφικόμενος δὲ παρὰ τὴν Χαρίκλειαν, ἐπὶ τῶν κόλπων ἔτι τὰ παρὰ τοῦ Χαρικλέους κειμήλια φέρουσάν τε καὶ ἐπισκοποῦσαν, καὶ παρὰ τὸν Θεαγένην μετ̓ ἐκείνην, ἅ τε δεήσει καὶ ὁπότε πράττειν ἑκάτερον ὑποθέμενος, οἴκαδε ἐλθὼν ἐφήδρευον τοῖς ἐσομένοις. καὶ εἰς τὴν ἑξῆς τοιάδε ἐγίνετο. ἐπειδὴ μέσαι νύκτες ὕπνῲ τὴν πόλιν ἐβάπτιζον, ἔνοπλος κῶμος τὴν οἴκησιν τῆς Χαρικλείας κατελάμβανεν. ἐστρατήγει δὲ Θεαγένης τὸν ἐρωτικὸν τοῦτον πόλεμον, εἰς λόχον ἀπὸ τῆς πομπῆς τοὺς ἐφήβους συντάξας: οἳ δὴ μέγα τι καὶ ἀθρόον ἐμβοήσαντες καὶ δούπῳ τῶν ἀσπίδων τοὺς καὶ κατὰ μικρὸν αἰσθομένους ἐμβροντήσαντες ὑπὸ λαμπάσιν ἡμμέναις εἰσήλαντο εἰς τὸ δωμάτιον, τὴν αὔλειον οὐ χαλεπῶς ἐκμοχλεύσαντες ἅτε τῶν κλείθρων εἰς ῥᾳδίαν ἄνοιξιν ἐπιβεβουλευμένων, καὶ τὴν Χαρίκλειαν εὐτρεπῆ καὶ ἅπαντα προειδυῖαν καὶ τὴν βίαν ἑκοῦσαν ὑφισταμένην ἀναρπάζουσιν, οὐκ ὀλίγα τῶν ἐπίπλων, ὅσα κατὰ βούλησιν ἦν τῇ κόρῃ, συνεκφορήσαντες. κἀπειδὴ τῆς οἰκίας ἐκτὸς γεγόνεσαν, οἳ μὲν τὸν ἐνυάλιον ἀλαλάξαντες καὶ βαρύν τινα πάταγον ἐκ τῶν ἀσπίδων ἐπιδουποῦντες διὰ πάσης ἐχώρουν τῆς πόλεως, εἰς ἄφραστόν τι δεῖμα τοὺς ἐνοικοῦντας ἐμβαλόντες, ἅτε νυκτός τε ἀωρίᾳ τὸ φοβερώτεροι δοκεῖν προσειληφότες, καὶ τοῦ Παρνασσοῦ πρὸς τὴν βοὴν ὑπόχαλκον αὐτοῖς συνεπηχοῦντος.

καὶ οἳ μὲν οὕτω τοὺς Δελφοὺς διεξῆλθον, ἐπάλληλόν τι Χαρίκλειαν καὶ συνεχὲς ἀναφθεγγόμενοι,