Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

κἀπειδὴ τοῦ ἄστεος ἐκτὸς ἦσαν, ὡς τάχους εἶχον ἐπὶ τὰ Λοκρῶν ὄρη καὶ Οἰταίων ἀφιππεύσαντο: ὁ δὲ Θεαγένης καὶ ἡ Χαρίκλεια τὰ προδεδογμένα πράττοντες ὑπολείπονται μὲν τῶν Θετταλῶν, ὡς ἐμὲ δὲ λαθραῖοι καταφεύγουσι, καί μου τοῖς γόνασιν ἅμα προσπεσόντες ἐπὶ

p.117
πλεῖστον εἴχοντο, τρόμῳ τε παλλόμενοι καὶ σῶζε πάτερ συνεχὲς ἐπιφθεγγόμενοι. ἀλλ̓ ἡ μὲν Χαρίκλεια τοῦτο καὶ μόνον, εἰς γῆν τε νεύουσα καὶ τὴν πρᾶξιν ἄρτι καινοτομουμένην ἐρυθριῶσα: ὁ δὲ Θεαγένης καὶ ἕτερα προσεπέσκηπτε, σῶζε, λέγων, ὦ Καλάσιρι, ξένους καὶ ἀπόλιδας ἱκέτας, πάντων ἀλλοτριωθέντας, ἵν̓ ἐκ πάντων μόνους ἀλλήλους κερδήσωσι: σῶζε τύχης λοιπὸν ἀγώγιμα σώματα καὶ σωφρονοῦντος ἔρωτος αἰχμάλωτα, φυγάδας αὐθαιρέτους μὲν ἀλλ̓ εὐθύμους, καὶ πᾶσαν εἰς σὲ προσδοκίαν σωτηρίας ἀναρρίψαντας. συνεχύθην τοῖς εἰρημένοις, καὶ νῷ πλέον ἢ ὀφθαλμῷ τοῖς νέοις ἐπιδακρύσας, καὶ ὅσον ἐκείνους μὲν ἐλάνθανεν ἐμὲ δὲ ἐπεκούφιζεν, ἀνίστων τε καὶ ἀνελάμβανον. καὶ χρηστὰς ὑποθέμενος τῶν ἐσομένων τὰς ἐλπίδας ʽσὺν γὰρ θεῷ τὴν ἀρχὴν ἐπικεχειρῆσθαἰ, ἐγὼ μὲν ἐπὶ τὰ ἑξῆς τῆς πράξεως ἄπειμι, ἔφην, ὑμεῖς δέ με κατὰ χώραν περιμένειν, τοῦ μή τισιν ὀφθῆναι πλείστην ὅσην φροντίδα ἔχοντες.

καὶ εἰπὼν ἀπέτρεχον. ἀλλ̓ ἡ Χαρίκλεια θοἱματίου τε ἐπελαμβάνετο καὶ ἐπεῖχε: καὶ ὦ πάτερ, ἀδικίας, ἔλεγεν, ἀρχὴ τοῦτο, μᾶλλον δὲ προδοσίας, εἰ μόνην οἰχήσῃ με καταλιπών, Θεαγένει τὰ καθ̓ ἡμᾶς ἐπιτρέψας, οὐδὲ ἐννοήσεις ὡς ἄπιστον εἰς φυλακὴν ἐραστής, εἰ γένοιτο τῶν ἐρωτικῶν ἐγκρατής, καὶ οὐχ ἥκιστα τῶν καταιδέσαι δυναμένων μονούμενος. ἀναφλέγεται γάρ, ὡς οἶμαι, πλέον, ὅταν ἀπρόμαχον βλέπῃ τὸ ποθούμενον προκείμενον. ὥστε οὐ πρότερόν σε μεθίημι, πρὶν δή μοι, τῶν τε παρόντων ἕνεκα καὶ ἔτι μᾶλλον τῶν μελλόντων, ὅρκῳ πρὸς Θεαγένην τὸ ἀσφαλὲς ἐμπεδωθείη, ὡς οὔτε ὁμιλήσει τὰ Ἀφροδίτης πρότερον ἢ γένος τε καὶ οἶκον τὸν ἡμέτερον ἀπολαβεῖν, ἢ εἴπερ τοῦτο κωλύει δαίμων, ἀλλ̓ οὖν γε πάντως βουλομένην γυναῖκα ποιεῖσθαι, εἰ δὲ

p.118
μή, μηδαμῶς. ἐμοῦ δὲ τὰ εἰρημένα θαυμάσαντος, καὶ οὕτω ποιητέον εἶναι πάντως ἐπικρίναντος, τήν τε ἑστίαν ἐσχάραν εἰς βωμὸν ἀνάψαντος καὶ λιβανωτὸν ἀποθύσαντος, ἐπώμνυεν ὁ Θεαγένης, ἀδικεῖσθαι μὲν φάσκων εἰ προλήψει τοῦ ὅρκου τὸ πιστὸν τοῦ τρόπου προϋποτέμνεται: οὐ γὰρ ἐπιδείξειν ἔχειν προαίρεσιν φόβῳ τοῦ κρείττονος κατηναγκάσθαι νομιζομένην. ἐπώμνυε δ̓ ὅμως Ἀπόλλω τε Πύθιον καὶ Ἄρτεμιν καὶ Ἀφροδίτην αὐτὴν καὶ Ἔρωτας, ἦ μὴν ἅπαντα οὕτω ποιήσειν ὡς ἐβουλήθη Χαρίκλεια καὶ ἐπέσκηψε.