Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἐγὼ δὲ τῷ Θεαγένει συντυχών, ποῦ τυγχάνουσιν ἐπιδημοῦντες οἱ τὴν πομπὴν αὐτῷ πληρώσαντες ἠρώτων. ὃ δὲ τὰς μὲν κόρας ἔφασκεν ἐξωρμηκέναι, τοῦ σχολαίτερον βαδίζειν ἕνεκεν προαπεσταλμένας, τοὺς δὲ ἐφήβους οὐδὲ φέρειν ἔτι δἰ ὄχλου γινομένους καὶ πρὸς τὴν ἐπάνοδον τὴν οἴκαδε συνελαύνοντας. ἅπερ ὡς

p.114
ἔγνων, παρεγγυήσας τά τε ἐκείνοις ῥητέα καὶ αὐτῷ πρακτέα, καὶ τὸ παῤ ἐμοῦ δοθησόμενον τοῦ καιροῦ καὶ τῆς ὥρας ἐνδόσιμον ἐπιτηρεῖν ἐπιστείλας, τοῦ μὲν ἀπεχώρουν, ἐπὶ δὲ τὸν νεὼν τοῦ Πυθίου τὴν ὁρμὴν ἐποιούμην, τὸν ἅμα τοῖς νέοις δρασμὸν ὑφηγήσασθαι χρηστηρίῳ τὸν θεὸν ἱκετεύσων. ἀλλ̓ ἦν ἄρα καὶ νοῦ παντὸς ὀξύτερον τὸ θεῖον, καὶ τοῖς κατὰ βούλησιν αὐτῷ δρωμένοις ἐπίκουρον γίνεται καὶ ἄκλητον, εὐμενείᾳ πολλάκις φθάνον τὴν αἴτησιν. ὡς δὴ καὶ τότε πρὸς τὴν οὐδέπω γενομένην πεῦσιν ἔφθη τὴν ἀπόκρισιν ὁ Πύθιος, καὶ τοῖς ἔργοις ἐπεσήμαινε τὴν ὑφήγησιν. ἐσπουδακότα γάρ με τὰ φροντιζόμενα, καὶ παρὰ τὴν πρόμαντιν, ὡς ἔφην, ἐπειγόμενον, ἐπεῖχέ τις βοὴ παριόντα, σύσπευδε ὦγαθέ ξένων καλούντων. ἔθυον δὲ ἄρα σὺν αὐλήμασιν Ἡρακλεῖ τὴν εὐωχίαν. ἐπέσχον τὴν ὁρμὴν ὡς τούτων ᾐσθόμην: οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἱερὰν κλῆσιν παραδραμεῖν. κἀπειδὴ τοῦ λιβανωτοῦ λαβὼν ἐπέθυσα καὶ ὕδατος ἔσπεισα, θαυμάζουσι μὲν ἐῴκεσαν τὸ πολυτελὲς τῶν ἐμῶν θυμάτων, ὅμως δ̓ οὖν καὶ τῆς εὐωχίας συμμετέχειν ἠξίουν. ὑπήκουον καὶ: πρὸς τοῦτο: καὶ κατακλιθεὶς ἐπὶ τῆς στιβάδος, ἣν μυρρίναι καὶ δάφναι τοῖς ξένοις ἐστρώκεσαν, τῶν τε ἐξ ἔθους ἀπογευσάμενος, ἀλλ̓ ὦ γαθοί, πρὸς αὐτοὺς ἔφην, δαιτὸς μὲν ἡδίστης οὐκ ἐνδεής, ἀκοῆς δὲ ἔτι τῆς περὶ ὑμῶν ἀμαθής. ὥστε ὥρα λέγειν ὑμῖν, οἵ τινες ἢ πόθεν ἐστέ. δημῶδες γάρ, οἶμαι, καὶ τῶν ἀγροικοτέρων, σπονδῶν καὶ τραπέζης κοινωνήσαντας, καὶ φιλίας ἀρχὴν ἱεροὺς ἅλας ποιησαμένους, μὴ οὐχὶ καὶ τὴν περὶ ἀλλήλων γνῶσιν ἔχοντας ἀπελθεῖν. ἔλεγον δὴ οὖν εἶναι μὲν Φοίνικες Τύροι, τέχνην δὲ ἔμποροι, πλεῖν δ̓ ἐπὶ Καρχηδόνα τὴν Λιβύων, ὁλκάδα μυριοφόρον Ἰνδικῶν τε καὶ Αἰθιοπικῶν καὶ τῶν ἐκ Φοινίκης ἀγωγίμων φέροντες. τό τε
p.115
παρὸν Ἡρακλεῖ Τυρίῳ τήνδε νικητήριον ἀποθύειν τὴν εὐωχίαν, τοῦδε τοῦ νεανίου, δείξαντες τὸν προκατακείμενον, ἀναδησαμένου τὸν ἀπὸ τῶν παλαιστῶν ἐνθαδὶ στέφανον, καὶ νικῶσαν τὴν Τύρον ἐν Ἕλλησιν ἀναγορεύσαντος. οὗτος γάρ, ἐπειδὴ Μαλέαν ὑπερβαλόντες ἀνέμοις τε ἐναντίοις χρησάμενοι τῇ Κεφαλλήνων προσέσχομεν, ὄναρ αὐτῷ προμαντεύειν τὴν μέλλουσαν πυθιονίκην τὸν πάτριον ἡμῶν τόνδε θεὸν ἐπομνύμενος, ἐκτραπῆναί τε τοῦ προκειμένου πλοῦ καὶ τῇδε κατᾶραι πείσας, ἔργοις ἐπιστώσατο τὴν μαντείαν, καλλίνικος ἡμῖν ὁ τέως ἔμπορος ἀναδειχθείς, καὶ τήνδε τὴν θυσίαν θυσίαν ἄγει τῷ θεῷ τῷ φήναντι νικητήριόν τε καὶ χαριστήριον, ἅμα δὲ καὶ ἐμβατήριον: εἰς ἕω γὰρ ἀφήσειν ὦ λῷστε μέλλομεν, εἰ τὰ ἐκ τῶν ἀνέμων τῇ βουλήσει συμπνεύσειε. μέλλετε δῆτα ἀληθῶς; ἔφην. ναὶ μέλλομεν, ἀπεκρίναντο. συνέμπορον ἄρα ἕξετέ με βουλόμενοι: πλοῦς γάρ μοι πρόκειται κατά τι χρέος εἰς Σικελίαν, ἡ δὲ νῆσος, ὡς ἴστε, παράπλους ὑμῖν ἐπὶ τὴν Λιβύων ἐσπουδακόσιν. εἰ γὰρ βουληθείης, ἔλεγον: ἀγαθὸν οὐδὲν ἀπεῖναι νομιοῦμεν ἀνδρὶ σοφῷ τε καὶ Ἕλληνι, καὶ ὡς δίδωσιν ἡ πεῖρα συμβάλλειν, τάχα που καὶ θεοῖς κεχαρισμένῳ συνόντες. βουλήσομαι, πρὸς αὐτοὺς ἔφην, εἰ μίαν ἐνδοίητε πρὸς παρασκευὴν ἡμέραν. ἕξεις, ἔφασαν, τὴν αὔριον: μόνον εἰς ἑσπέραν γοῦν ἐπὶ θάλατταν εἶναι: πολὺ γάρ τι καὶ νύκτες εἰς πλοῦν ἀνύουσι, ἀπογείοις αὔραις ἀκύμονα τὰ σκάφη παραπέμπουσαι. συνετιθέμην οὕτω ποιήσειν, ὅρκῳ πρότερον ὅτι μὴ προαναχθήσονται τὴν ἐπαγγελίαν πιστωσάμενος.