Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ταῦτα ὡς εἶπεν, ἐγὼ μὲν ὅποι τείνοι τὸ ὄναρ συνέβαλλον, ἐκεῖνον δὲ ἐκ τῆς ἀθυμίας ἀπάγων, καὶ ὑποψίας εἶναι πόρρω τῶν ἐσομένων παρασκευάζων, ἱερεύς,

p.113
ἔφην, καὶ ταῦτα τοῦ μαντικωτάτου τῶν θεῶν, ὀνειροπολεῖν μοι δοκεῖς οὐκ ἔχειν ἐπιτηδείως, ὃς τῶν ἐνυπνίων τοὺς ἐσομένους σοι τῆς παιδὸς γάμους προμηνυόντων, καὶ ἀετὸν μὲν τὸν ληψόμενον νυμφίον αἰνιττομένων, ταῦτα δὲ ἔσεσθαι τοῦ Πυθίου νεύοντος καὶ ὡς ἐκ χειρὸς τὸν συνοικήσοντα προσάγοντος εὐαγγελιζομένων, ἀγανακτεῖς τὴν ὄψιν καὶ πρὸς τὸ ἄθυμον ἄγεις τὸ ὄναρ. ὥστε ὦ Χαρίκλεις εὔφημον ἔχωμεν στόμα, καὶ συντρέχωμεν τῇ βουλήσει τῶν κρειττόνων, πρὸς τὸ πείθειν ἔτι καὶ μᾶλλον τὴν κόρην τραπόμενοι. τοῦ δὲ ἐρομένου τί ἂν πράττων ἔχοι πλέον πειθομένην, εἴ πῄ σοι κειμήλιον ἔστι πολυτελές, ἔφην, ἐσθὴς διάχρυσος ἢ ὅρμος ἐρίτιμος, ταῦτα ὡς ἔδνα παρὰ τοῦ νυμφίου πρόσαγε, καὶ δωρούμενος ἐξιλέου τὴν Χαρίκλειαν. ἀπαραίτητον ἔχει πρὸς γυναῖκας ἴυγγα χρυσὸς καὶ λίθος. καὶ τἆλλα δέ σοι τὰ πρὸς τὴν πανήγυριν εὐτρεπιστέον: συνέχειν γὰρ δεήσει τοὺς γάμους, ἕως τὸ κατηναγκασμένον τῆς ἐπιθυμίας ἀμετάβλητον ἔχει παρὰ τῆς τέχνης ἡ κόρη. μηδὲν ἀπολείπεσθαι νόμιζε τῶν ἐπ̓ ἐμοί φήσας ὁ Χαρικλῆς ἀπέτρεχεν, ἔργον ἀποφῆναι τοὺς λόγους ὑφ̓ ἡδονῆς ἐπειγόμενος. καὶ ἔπραξέ γε, ὡς ὕστερον ἔγνων, ἅπερ ὑπεθέμην, οὐδὲν ὑπερθέμενος, ἐσθῆτά τε ἄλλην πολύτιμον καὶ δὴ καὶ τοὺς ὅρμους τοὺς Αἰθιοπικούς, τοὺς συνεκτεθέντας ὑπὸ τῆς Περσίνης εἰς γνωρίσματα τῇ Χαρικλείᾳ, ὡς ἔδνα δῆθεν παρὰ τοῦ Ἀλκαμένους προσκομίσας.