Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ τὴν μὲν ἀπολείπω δακρύουσαν, ἄρτι δὲ τοῦ δωματίου προελθὼν ὁρῶ τὸν Χαρικλέα πρὸς ὑπερβολὴν περίλυπον καὶ πάσης κατηφείας ἀνάπλεων. καὶ ὦ θαυμάσιε, πρὸς αὐτὸν ἔφην, ὅτε σε ἐχρῆν τέρπεσθαι καὶ χαίρειν, ἀποθύειν τε χαριστήρια τοῖς θεοῖς, ἐπιτυχόντα τῶν πάλαι σοι δἰ εὐχῆς, καὶ Χαρικλείας ὀψέ ποτε καὶ σὺν τέχνῃ πολλῇ καὶ σοφίᾳ τῇ ἐμῇ πρὸς ἐπιθυμίαν γάμων ἐπικλασθείσης, τότε σκυθρωπὸς καὶ σύννους, καὶ μόνον οὐ θρηνεῖς, οὐκ οἶδ̓ ὅ τι πεπονθώς. καὶ ὅς, τί δὲ οὐ μέλλω, τῆς φιλτάτης μοι τοῦ βίου τάχα πρότερον μεταστησομένης ἢ πρὸς γάμον, ὡς φῄς, συναφθησομένης, εἴ τι δεῖ προσέχειν ὀνείρασι, τοῖς τε ἄλλοις καὶ οἷς τῆς παρηκούσης ἐξεδειματώθην νυκτός, καθ̓ ἣν ἀετὸν ᾤμην ἐκ χειρὸς ἀφεθέντα τοῦ Πυθίου καὶ ἀθρόον καταπτάντα, τό τε θυγάτριον ἐκ κόλπων, οἴμοι, τῶν ἐμῶν ἀναρπάσαντα, γῆς ἐπ̓ ἔσχατόν τι πέρας οἴχεσθαι φέροντα, ζοφώδεσί τισιν εἰδώλοις καὶ σκιώδεσι πλῆθον, καὶ τέλος οὐδὲ γνῶναι ὅ τι ποτὲ καὶ δράσειε, τοῦ μεσεύοντος ἀπείρου διαστήματος συνεκδραμεῖν τῇ πτήσει τὴν θέαν ἐνεδρεύσαντος.