Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ταῦτα ἐκείνη μὲν ἔλεγε καὶ ποιεῖν ἱκέτευεν, ἐπισκήπτουσά μοι πολλὰ τὸν ἥλιον ὅρκον, ὃν οὐδενὶ σοφῶν ὑπερβῆναι θεμιτόν: ἐγὼ δὲ ἥκω τὴν ἐνώμοτον ἱκεσίαν ἐκτελέσων, οὐ διὰ τοῦτο μὲν τὴν ἐπὶ τάδε σπουδάσας ἄφιξιν, θεῶν δὲ ὑποθήκῃ μέγιστον ἐκ τῆς ἄλης τοῦτο κερδήσας. ἐκ πολλοῦ τε, ὡς οἶσθα, προσεδρεύω χρόνου, θεραπείας μὲν τῆς περὶ σὲ καὶ πάλαι τῆς πρεπούσης οὐδὲν ἀπολιπών, σιωπῶν δὲ τὰ ὄντα, καιροῦ λαβέσθαι καὶ τὴν ταινίαν μηχανῇ τινὶ κομίσασθαι εἰς πίστιν τῶν πρὸς σὲ ῥηθησομένων περιμένων. ὥστε ἔνεστί σοι πειθομένῃ δρασμόν τε τὸν ἐνθένδε σὺν ἡμῖν αἱρουμένῃ, πρίν τι καὶ πρὸς βίαν σε τῶν παρὰ γνώμην ὑποστῆναι, τοῦ Χαρικλέους ἤδη σοι τὸν Ἀλκαμένους γάμον ἐσπουδακότος, γένος μὲν καὶ πατρίδα καὶ τοὺς φύντας κομίζεσθαι, Θεαγένει δὲ ἀνδρὶ συνεῖναι, γῆς ὅποι καὶ βουλόμεθα συνέπεσθαι παρεσκευασμένῳ, ξένου δὲ καὶ ὀθνείου γνήσιον καὶ ἄρχοντα βίον ἀνταλλάξασθαι σὺν τῷ φιλτάτῳ βασιλεύουσαν, εἴ τι δεῖ θεοῖς τε τοῖς ἄλλοις καὶ τῷ χρησμῷ τοῦ Πυθίου καταπιστεύειν. καὶ ἅμα ὑπεμίμνησκον τὸν χρησμόν, καὶ ὅ τι βούλοιτο ἔφραζον: οὐ γὰρ ἠγνόητο τῇ Χαρικλείᾳ παρὰ πολλῶν καὶ ᾀδόμενος καὶ ζητούμενος.

ἐπάγη πρὸς ταῦτα, καὶ ἐπειδὴ θεούς, εἶπεν, οὕτω βούλεσθαι σύ τε φῂς ἐγώ τε πείθομαι, τί χρὴ πράττειν ὦ πάτερ; πλάττεσθαι, εἶπον, ὡς ἐπινεύουσαν τὸν Ἀλκαμένους γάμον. ἣ δέ, βαρὺ μέν, ἔφη, καὶ ἄλλως αἰσχρόν, τὸ καὶ μέχρις ἐπαγγελίας ἕτερον πρὸ Θεαγένους αἱρεῖσθαι. πλὴν ἀλλ̓ ἐπεὶ θεοῖς τε καὶ σοὶ πάτερ ἐμαυτὴν

p.112
ἐπέτρεψα, τίνα σκοπὸν ἔχει τὸ πλάσμα, καὶ τίνα τρόπον, ὥστε μὴ εἰς ἔργον ἀχθῆναι, διαλυθήσεται; γνώσῃ τοῖς ἔργοις, ἔφην. τινὰ προαγορευόμενα μὲν γυναιξὶν ἔστιν ὅτε καὶ ὄκνον ἤνεγκεν, ἐπιτελούμενα δὲ ἐκ τοῦ παραχρῆμα θαρραλεώτερον ἠνύσθη πολλάκις. ἕπου μόνον ταῖς ἐμαῖς ὑποθήκαις, τά τε ἄλλα καὶ τὸ παρὸν τῷ Χαρικλεῖ σύντρεχε τὰ πρὸς τὸν γάμον, ὡς οὐδὲν ἐκείνου πράξοντος ἄνευ τῆς ἐμῆς ὑφηγήσεως. ὡμολόγει ταῦτα.