Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ὡς δὲ ἐγνώρισεν ἑαυτὴν καὶ τὸ φρόνημα διανιστᾶσα πλέον τῷ γένει προσέδραμε, καὶ τί οὖν χρὴ ποιεῖν ἠρώτα, τότε ἤδη συμβουλῆς τῆς φανερωτέρας ἠρχόμην, ἅπαντα ὡς ἔσχεν ἀνακαλύπτων. ἐγώ, λέγω, ὦ θύγατερ, ἦλθον καὶ εἰς Αἰθίοπας ἐπιθυμίᾳ τῆς παῤ ἐκείνοις σοφίας. ἐγενόμην καὶ Περσίνῃ τῇ σῇ μητρὶ γνώριμος: οἰκειοῦται γὰρ ἀεὶ τὸ σοφῶν γένος ἡ βασίλειος αὐλή: καὶ ἄλλως εἶχόν τι καὶ δόξης πλέον, τὴν Αἰγυπτίων σοφίαν προσθήκῃ τῆς Αἰθιόπων ἐκθειάζων. ἐπεὶ δὲ ἀπαίρειν μέλλοντά με οἴκαδε ᾔσθετο, τὰ κατὰ σέ μοι πάντα διηγεῖται, τὸ πιστὸν τῆς σιωπῆς ὅρκῳ πρότερον κομισαμένη: καὶ ἔλεγε τοῖς μὲν ἐγχωρίοις σοφοῖς οὐ θαρσήσειν εἰπεῖν, ἐμὲ δὲ ἱκέτευεν ἐρωτᾶν τοὺς θεοὺς εἰ πρῶτα μὲν ἐκτεθεῖσα διεσώθης, ἔπειτα ὅπῃ γῆς οὖσα τυγχάνεις: οὐ γὰρ πυθέσθαι κατὰ τὸ ἔθνος οὐδεμίαν τοιαύτην, πολλὰ περιεργασαμένην. ἐμοῦ δὲ ἅπαντα μαθόντος ἐκ θεῶν, καὶ εἶναί τε καὶ ὅπου φράσαντος, αὖθις ἱκέτευεν ἐπιζητεῖν καὶ προτρέπειν ἥκειν εἰς τὴν ἐνεγκοῦσαν: ἄγονον γὰρ καὶ ἄτεκνον ἐκ τῶν ἐπὶ σοὶ διατελεῖν ὠδίνων: ἑτοίμως τε ἔχειν, εἴ ποτε φανείης, ὁμολογεῖν

p.111
τῷ σῷ πατρὶ τὸ συμβεβηκός: εἰδέναι γὰρ αὐτὸν πεισθησόμενον, χρόνῳ τε τῆς συμβιώσεως τὴν ἐπ̓ αὐτῇ δοκιμασίαν ἔχοντα, καὶ τῆς ἐκ παίδων διαδοχῆς τὴν ἐπιθυμίαν ἀπροσδοκήτως λαμβάνοντα.