Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(65)καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος — οὗτοι δὲ ἱκανῶς στέλλουσιν —, ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου 〈τὸ〉 τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου καὶ νίτρου 〈ἴσον〉·

ἰξὸς θερμανθεὶς σὺν Ἀσσίῳ λίθῳ ἢ ἀσβέστῳ· ἐλλέβορος μέλας μετ’ οἴνου καὶ κριθίνου ἀλεύρου· φακὸς ὁ ἐπὶ τῶν τελμάτων ἐπὶ κεραμίδος θερμῆς ἀναξηρανθεὶς καὶ οἴνῳ φυραθεὶς λεῖος· [καὶ] κοχλίαι ιε′σὺν ταῖς σαρξὶν ὠμοὶ λεῖοι· οὐ πρότερον δὲ ἀφίστανται, ἐὰν μή πως ἐξικμασθῇ τὸ ὑγρόν· νίτρον μετὰ σύκου ἢ ἀψινθίου ἢ ὑσσώπου, στυπτηρία πᾶσα σὺν στέατι, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ, σῦκα ξηρὰ ἑφθὰ ἐν οἴνῳ μετὰ κριθίνου ἀλεύρου καὶ ἀψινθίου· σῦκον, νίτρον, καστόριον, πράσιον λεῖα.

διουρεῖν δὲ ποιεῖ καλαμίνθη μετ’ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλημφθεῖσα καὶ ἐπὶ τὸν ὀμφαλὸν ἐπιτεθεῖσα· ποιεῖ δὲ τὸ αὐτὸ καὶ πρὸς ἰκτερικοὺς καὶ νεφριτικούς· ἢ κώδιον καταχρισθὲν ἀμόργῃ καὶ ἐπιτεθέν. ὠφελεῖ δὲ καὶ ἡ δι’ ἁλῶν καὶ ἐλαίου τρῖψις πολλὴ μειγνυμένου ποτὲ ὀριγάνου κεκομμένου καὶ σεσησμένου. ἐνίοτε δὲ καὶ καταπλάσσονται τούτοις, τῷ τε ἁλὶ καὶ τῷ ὀριγάνῳ ἴσοις γλοιοποιηθεῖσιν 〈σὺν〉 ἐλαίῳ παλαιῷ· καὶ θερμὰ δὲ καταπλάσσειν δεῖ. ὠφελεῖ καὶ ἡ διὰ τῶν πεφυσημένων καὶ ἀληλειμμένων κύστεων πλῆξις καθ’ ἡμέραν ἐπιτηδευομένη.

(66)τὰς δὲ πλατείας ἕλμινθας ἐκτινάσσει πινόμενα· καρδάμωμον σὺν ὕδατι, μόρων ῥιζῶν ὁ φλοιὸς ἑψηθεὶς ἐν ὕδατι, ὀνοχειλοῦς τοῦ Ἀλκιβιαδείου ἡ ῥίζα καὶ τὰ φύλλα πινόμενα, πτέρεως 〈· δ′ σὺν σκαμμωνίας ὀβολοῖς δυσὶν καὶ ἁλσίν· προσκοροδοφαγείτω δὲ ὁ μέλλων πίνειν· πεπέρεως καὶ ἐλαφείου κέρατος κεκαυμένου, ἴσα σὺν ὀξυκράτῳ, καὶ αὐτὸ 〈δὲ〉 τὸ

κέρας σὺν μέλιτι ἐκλειχόμενον· ῥοᾶς τῶν ῥιζῶν 〈τὸ〉 ἀφέψημα, σκόροδα ἐσθιόμενα συνεχῶς, ὕσσωπον μετὰ καρδάμου καὶ σὺν σκαμμωνίας ὀβολοῖς β′ ποθέν·

ἡλιοτρόπιον τὸ μικρὸν πινόμενον, κάρυα βασιλικὰ πολλὰ βρωθέντα, κορίου σπέρμα ὀλίγον ποθὲν μετ’ ἐλαίου καὶ σιραίου — προσέχειν δὲ δεῖ τῷ πλήθει —, χαμαιλέοντος λευκοῦ ὀξυβάφου πλῆθος μετὰ οἴνου 〈αὐστηροῦ〉 καὶ ὀριγάνου ἀφεψήματος, χαλκάνθου 〈· α′ σὺν μέλιτι ἐκλειχομένη· πεπέρεως, [καὶ] καρδάμου ἀνὰ 〈· α′, νίτρου, σκαμμωνίας ἀνὰ 〈· α′ δίδου προσκοροδοφαγηκότι ἐπὶ ἡμέρας γ′· ἐπιπινέτω δὲ ἅλμης κυ′ β′.

(67)τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ’ ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει 〈ἢ〉 ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ 〈καὶ〉 τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη·

καὶ ἀσκαρίδας δὲ ἐκτινάσσει κράμβης ὠμῆς χυλὸς καταρροφούμενος σὺν ὕδατι ὀμβρίῳ, πήγανον 〈ἐν〉 ἐλαίῳ ζεσθὲν καὶ ποθέν, [ἢ] ἡδυόσμου χυλὸς ῥοφούμενος, ἀειζώου χυλός, ἁβροτόνου ἀπόζεμα, κύμινον ἀντὶ ἀλφίτου ἐπιπασσόμενον ὀξυκράτῳ, ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος· σερίφου ἀπόζεμα, ὃ ἔνιοι ἀψίνθιον θαλάσσιον καλοῦσι, σὺν ἁλσὶ καὶ ἐλαίῳ καὶ πυροῖς ἢ σύκοις ἢ

μύξαις συγκαθηψημένον, ἢ ἀλεύρῳ ἢ ῥοφήματι [ἢ] ξηρὸν ἐπιπασσόμενον·

ἢ σίνηπι μετ’ ὀλίγου ἐλαίου πινόμενον, ἢ ἐλαφείου κέρατος ῥίνημα ἡδυόσμου ἀποζέματι ἐπιπασσόμενον ὡς ἄλφιτον καὶ πινόμενον, ἢ Σαντονικὸν κοπὲν σὺν σταφίσιν ἢ φοίνιξιν ἢ μετὰ σύκων βρωθέν, 〈ἢ〉 μελίας φλοιὸς ὡς ἄλφιτον ποθέν. καταπλασσόμενα δὲ ὠφελεῖ κατὰ τοῦ ἐπιγαστρίου ἐπιτιθέμενα· θέρμινον ἄλευρον σὺν μελικράτῳ, ἢ μελάνθιον, ἢ αἴρινον ἄλευρον ὁμοίως, ἢ ἰσάτις.