Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(68) ἀσκαρίδας 〈δὲ〉 κτείνει ὀξύγγιον παλαιὸν εἰς τὸν δακτύλιον καθιέμενον ἀντὶ βαλάνου.

(69) τὰς δὲ τῆς μήτρας προπτώσεις στέλλει ἀκακίας χύλισμα, ἢ βάτου χυλὸς ἢ σχίνου, ἢ ῥοὸς τῆς ἐπὶ τὰ ὄψα ὁ χυλὸς διαχριόμενος, κνίδης κλάδος προσαπτόμενος, ἴου φύλλα καταπλαττόμενα, ἀπόπατος βοὸς νομάδος ἄρρενος ὑποθυμιώμενος· ἀριστολοχεία λεία ἐν πεσσῷ μετά τινος τῶν στυφόντων, καὶ τὸ ἀπόζεμα 〈δὲ〉 αὐτῆς εἰς ἐγκάθισμα καὶ ὑπατμισμόν, ἄσφαλτος ὑποθυμιωμένη, χαλβάνη καταπινομένη, κηκῖδος ἀφέψημα, μυρσίνης ἢ σχίνου ἢ σιδίων ἀφέψημα εἰς ἐγκάθισμα.

(70)τὰς δὲ φλεγμονὰς τῆς ὑστέρας καὶ μύσεις καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθίσματα ὠφελεῖ· ἄγνου σπέρμα, ἅλθαίας ῥίζα, Ἀρτεμισία, βακχάριδος ῥίζα, γλήχων, δάφνη, ἶρις, κασσία, κάλαμος, σχοῖνος, Κενταυρείου τοῦ μεγάλου ῥίζα, κόνυζα,

κύπερος, λευκοίων ἄνθη ξηρά, 〈μάλιστα ἐπὶ τῶν χρονίων〉· μολόχη, μελίλωτον, κρίνων ἄνθη, λευκάνθεμον, πράσου κεφαλωτοῦ κόμη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις, λινόσπερμον. ὑποθυμιώμενα δὲ ὠφελεῖ· ἄγνου σπέρμα, βδέλλιον, κασσία, κάλαμος, λάδανον, λιβανωτίδος σπέρμα καὶ ῥίζα· καὶ [τὰ] πρὸς τὰ καρκινώδη ποιεῖ ῥητίνη τερμινθίνη καὶ σμύρνα.

(71)προστίθεται δὲ πρὸς τὰς φλεγμονὰς καὶ τὰ ἀλγήματα· ἄγνου σπέρμα λεῖον, ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελικράτῳ μαλαχθεῖσα σὺν στέατι χοιρείῳ νεαρῷ καὶ τερμινθίνῃ, ἀνθυλλίου ῥίζα λεία σὺν ῥοδίνῳ, ἀρνογλώσσου χυλὸς ἐν ἐρίῳ, σόγχου χυλὸς ὁμοίως, Ἀσκληπιάδος χυλὸς ἢ τὰ φύλλα προστιθέμενα, βούτυρον ὁμοίως·

τήλεως ἀφηψημένης ὁ ἀποθλιβεὶς χυλὸς μιγεὶς στέατι χοιρείῳ ἢ βουτύρῳ προσφάτῳ, κρίνου ῥίζα ὀπτὴ σὺν ῥοδίνῳ καὶ τὰ ἄνθη σὺν κηρωτῇ καὶ μυελῷ καὶ στέατι, λινόσπερμον ἡψημένον σὺν κρόκῳ καὶ χοιρείῳ στέατι, ὕσσωπον σὺν βουτύρῳ καὶ μελιλώτῳ, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ, περιστέριον σὺν στέατι χηνείῳ καὶ τερμινθίνῃ ὁμοίως, μυελὸς ἐλάφειος σὺν σουσίνῳ, στύραξ ἀνεθεὶς σὺν κυπρίνῳ.

(71)χρίσματα δὲ ἁρμόζει πρὸς τὰ αὐτά· ἴρινον, κύπρινον, ἀμαράκινον ἔλαιον, τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃν Ῥωμαιστὶ γλῆριν καλοῦσιν.

(71) ἐνιέμενα δὲ μαλάσσει καλῶς ἀλεύρου κριθίνου χυλὸς μετὰ ὕδατος ἑψηθείς, ἄλικος ἢ ὀρύζης ἢ τήλεως ἢ λινοσπέρμου ἢ μολόχης χυλὸς ὁμοίως.

(72)πινόμενα δὲ τὰς χρονίους φλεγμονὰς καὶ τὰ ἀλγήματα τῆς ὑστέρας παύει· Αἰθιοπίδος ῥίζης ἀφέψημα, γλυκυσίδης κόκκοι ιε′ μεθ’ ὕδατος, πάνακος Ἀσκληπιαδείου φύλλα, ἀκόρου ῥίζα, Κενταυρείου τοῦ μεγάλου ῥίζα, ἄμωμον, ἀρκευθίδες, ἀριστολοχείας τῆς δακτυλίτιδος ῥίζα μετὰ σμυρνίου σπέρματος, βαλσάμου καρποῦ 〈· α′ μετὰ μελικράτου, γερανίου ῥίζης 〈· α′ ἐν μελικράτῳ, κέστρου φύλλων 〈· α′ μετὰ ὑδρομέλιτος, τριφύλλου καρπὸς καὶ τὰ φύλλα ὁμοίως.