Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(63)πρὸς ὑδρωπικοὺς δὲ ὠφελεῖ μὲν ποτά· ἀγαρικοῦ τριώβολον μετ’ οἴνου, ἄγνου σπέρματος 〈· α′ σὺν οἴνῳ, ἀδιάντου ἀφέψημα, ἀκτῆς ῥίζης ἀφέψημα ἢ τοῦ καρποῦ λείου 〈· α′ σὺν οἴνου κυ′ β′, ἁλκυόνιον Μιλήσιον μεθ’ ὕδατος, ἀμπέλου ἀγρίας τῆς καλουμένης Ῥωμαιστὶ οὐιτίκλης τῆς ῥίζης τοῦ ἀφεψήματος κυ′ γ′ μετ’ οἴνου τεθαλασσωμένου κυ′ γ′·

ἀναγαλλίδος χυλὸς κυανῆς καθ’ ἑαυτόν, ἀνδροσάκους ἀφέψημα τῆς πόας, ἢ αὐτὴν κόψαντας διδόναι μετ’ οἴνου ἢ ὄξους ἢ ὕδατος — οὖρα δὲ ἄγει πολλά —, καὶ ὁ καρπὸς δὲ ποιεῖ ὁμοίως· ἀρνόγλωσσον μετὰ τὸ ξηροφαγῆσαι ὀλίγον ἐπεσθιόμενον καθ’ ἡμέραν, μετὰ δὲ τοῦτο ἡ λοιπὴ τροφή προσαγέσθω· χαμαιάκτης ῥίζης τοῦ φλοιοῦ 〈· α′, πέπλιον μετ’ οἴνου πινόμενον·

ποιεῖ καὶ ἄρον μετ’ οἴνου, σχοίνου 〈· α′ μετὰ ἴσου πεπέρεως, σῦκα ξηρὰ ἐσθιόμενα, σμυρνίου σπέρμα σὺν οἴνῳ, ὑπερικοῦ καρποῦ 〈· α′, κέστρου φύλλων 〈· α′ μετ’ οἴνου, ἐρέβινθοι ἑφθοὶ ἐσθιόμενοι,

ὄξος σκίλλινον καταρροφούμενον, ὀρίγανος μετὰ σύκου βιβρωσκομένη·

πηγάνου ἀφέψημα σὺν ὄξει πινόμενον· σικύου ἀγρίου ῥίζα ἐν οἴνου ἐρρητινωμένου κο′ β′· δεῖ δὲ λαμβάνειν ἐκ τούτου κυ′ γ′ ἢ δ′ παρ’ ἡμέρας γ′ ἢ δ′, ἕως ἂν ἱκανῶς ὁ ὄγκος σταλῇ· μαλακῶς 〈δὲ〉 ὑδαρὲς ὑποχωρεῖ καὶ οὔτε στόμαχον λυμαίνεται καὶ τὰς δυνάμεις τηρεῖ· καρκίνοι ποτάμιοι ξηροὶ λεῖοι χωρὶς τῶν χηλῶν καὶ ποδῶν μετ’ ὀλίγου ὀπίου καὶ ὕδατος πινόμενοι·

κουράλλιον μετὰ στυπτηρίας ἴσης καὶ χυλοῦ καλαμίνθης, σίου ἀφέψημα σὺν οἴνῳ, σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, μυττωτὸν ἐσθιόμενον καὶ σκόροδον ἑφθὸν ἀντὶ δριμυφαγίας, ἐχίνου χερσαίου σὰρξ σκελετευθεῖσα καὶ διδομένη μετ’ οἴνου, ὀπόφυλλον πινόμενον μετ’ οἴνου· οὖρον αἰγὸς μετὰ νάρδου στάχυος πινόμενον κυ’ β′ πλῆθος καθ’ ἡμέραν νήστεσιν — δι’ οὔρων δὲ [καὶ] κενωθήσεται πλῆθος ἰκανόν—, οὖρον συάγρου ὁμοίως·

σκίλλα χυλισθεῖσα μιγέντος ὀροβίνου ἀλεύρου, δίδου δὲ 〈· α′ σὺν οἴνῳ πίνειν· πόλιον σὺν οἴνῳ ζεσθέν, σαμψούχου ἀπόζεμα, πήγανον σὺν σύκῳ ἐσθιόμενον. ἐπὶ δὲ τῶν κατὰ σάρκα σταφυλίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, χαμαίδρυος ἀφέψημα, βράθυ ξηρὸν λεῖον σὺν οἴνῳ διουρεῖν ποιεῖ, τριφύλλου ῥίζης 〈· β′ ἐν ὕδατι ἢ ἐν οἴνῳ·

χαμαιλέοντος λευκοῦ ῥίζης 〈· β′ μετὰ γλυκέος, καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης λαμβανόμενον ἰσχναίνει· χρυσοκόμης 〈ῥίζης〉 δεσμίδιον ὠμὸν λεῖον σὺν οἴνῳ, ψυλλίου σπέρματος 〈· α′ μεθ’ ὕδατος κυ′ γ′, τριβόλου ῥίζης 〈· α′ μετ’ ἀκράτου κυ′ γ′ ἢ δ′ πινομένη, κνεώρου 〈· α′ μετὰ ἁλῶν 〈· α′ καὶ μελικράτου, ἠρύγγης ῥίζα ξηρὰ μετ’ οίνου, καὶ

τὸ ἀφέψημα 〈δὲ〉 αὐτῆς πινόμενον οὖρα λύει· χαλκοῦ κεκαυμένου 〈· α′ μετ’ οἴνου ἀλύπως ἄγει ὕδωρ·

κρότωνας ὡρίμους τρίψας λ′ δίδου μεθ’ ὕδατος — εἰσὶ δὲ λίαν κακοστόμαχοι —· ὠφελεῖ καὶ αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον· πίνεται δὲ ὠφελίμως ὑακίνθου σπέρματος 〈· α′ ἐν τρισὶν ἡμικοτυλίοις οἴνου λευκοῦ· ἄγει δὲ δι’ οὔρων πολλάκις ξε′ Ϙ′· δεῖ δὲ τὸν οἶνον χλιαίνειν καὶ τὸ ἄνθος κόπτειν καὶ ὡς ἄλφιτα ἐπιπάσσειν καὶ οὕτως ποτίζειν· εἰώθασι 〈δέ〉 τινες τῷ ἄνθει δέρματα βάπτειν.