Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(121)〈πρὸς δὲ πληγὰς〉 σκορπίων καὶ φαλαγγίων καὶ σφηκῶν καὶ μελισσῶν ποτὰ σὺν οἴνῳ λαμβανόμενα· ἁβρότονον, ἀγαρικοῦ 〈· α′, ἀγηράτου σπέρμα, ἀδίαντον, ἀείζωον· σκορπιοειδὲς ἰδίως 〈ποιεῖ〉 πρὸς σκορπίου πληγήν, ἕρπυλλος, ἀλθαίας ῥίζης 〈· α′, λυχνίδος σπέρμα. ἰδίως δὲ πρὸς φαλάγγια [συκαμίνου ῥίζης ὀπὸν δὸς πιεῖν ἢ σταφίδας] ὀξαλίδος καρπὸς καὶ ἡ ῥίζα, ὀνογύρου 〈· δ′, ἄμεως 〈· β′·

ἐξόχως 〈δὲ〉 ποιεῖ ἀσφοδέλου καρπὸς καὶ τὸ ἄνθος ποθέν, ὑακίνθου ῥίζα, χαμαίδρυος ἀπόζεμα καὶ ὁ χυλός, γλήχων, ἴριδος 〈· β′, θρίδακος ἀγρίας σπέρμα, ὑπερικόν, κονία συκίνη, κισσοῦ ῥίζης χυλὸς σὺν ὄξει, κυπαρίσσου σφαιρία σὺν οἴνῳ, μολόχης ζωμὸς πινόμενος καὶ αὐτὴ ἑφθὴ ἐσθιομένη, μελανθίου 〈· α′, μελισσόφυλλον καὶ ὁ χυλὸς αὐτοῦ·

σόγχος ἐσθιόμενος, μύρτα χλωρά, μυρίκης καρποῦ 〈· α′, πηγάνου σπέρμα, πολύγονον καὶ ὁ χυλός, τερμίνθου καρπός, δαφνίδες λεῖαι, σκορπίουρον, καρδάμωμον, ἀναγαλλίδος χυλός, σκόροδα ἐσθιόμενα, ἔπειτα 〈τὰ〉 ψύξιν ἐπιφέροντα τῶν σκορπίων ἁρμόζει [πιεῖν· παλιούρου ἢ ὑοσκυάμου ἀπόζεμα ἢ ἀπόβρεγμα σὺν οἴνῳ]· ποιεῖ καὶ αὐτὸς ὁ σκορπίος ὀπτὸς βρωθείς, ἀσβόλη 〈ἡ〉 ἀπὸ τῆς καπνοδόχης μετ’ οἴνου πινομένη.