Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(122)καταπλασσόμενα δὲ ἁρμόζει σκορπιοπλήκτοις καὶ μελισσῶν καὶ σφηκῶν καὶ φαλαγγίων πληγαῖς ταῦτα· βόλβιτον καταπλασθέν, ἕρπυλλον, ἅλες λεῖοι σὺν ὄξει, ἄμωμον μετὰ ὠκίμου, ἀλθαίας φύλλα ἑφθὰ μετὰ ἐλαίου ὀλίγου μιγέντος, τάριχος πᾶν καταπλασσόμενον, ἡλιοτρόπιον τὸ σκορπίουρον καλούμενον, κόνυζα, ὀρίγανον, κρίνου φύλλα, κυκλαμίνου·

πάνακος Ἀσκληπιαδείου ἄνθη καὶ τὰ φύλλα Χειρωνίου, πόλιον σὺν ὄξει, δάφνης φύλλα ξηρά, ὀπὸς συκῆς ἐνσταζόμενος, μολόχης φύλλα ἑφθὰ καὶ ὠμὰ, συκαμίνου φύλλα, σισύμβριον ἡ καρδαμίνη σὺν ὄξει καταπλασσομένη, μελισσόφυλλον, φλόμος σὺν ὄξει, χαμαίδρυς ὁμοίως· κυπάρισσος μασηθεῖσα ὑπὸ νήστιός τινος καὶ ἐπιτεθεῖσα, μύες οἱ κατοικίδιοι ἀνασχισθέντες καὶ ἐπιτεθέντες, τυρὸς ἁλμυρὸς καταπλασσόμενος·

κοχλίας λεῖος σὺν τῷ ὀστράκῳ, ἀσκαλαβώτης παραχρῆμα ἀνασχισθεὶς καὶ ἐπιτεθείς, θεῖον ἄπυρον ἀναλημφθὲν ῥητίνῃ τερμινθίνῃ καὶ ἐπιτεθέν, Γεντιανῆς ῥίζα ὁμοίως· ἄγρωστις λεία ἐπιτεθεῖσα παραχρῆμα παύει. ποιεῖ καὶ αὐτὸς ὁ σκορπίος λεῖος ἐπιπλασθείς, σαῦρος ἀρουραῖος ἀνασχισθεὶς καὶ ἐπιτεθείς, σόγχου ῥίζα σὺν κράμβης χυλῷ, συκαμίνου ὀπός. καταντλεῖται δὲ ὠφελίμως θαλάσσῃ ζεστῇ, καὶ εἰς θερμὸν δὲ ἔλαιον ὁ πεπληγὼς τόπος καθιέσθω.