Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

σκίλλα ἑψηθεῖσα ἐν ὄξει, σκόροδα ἐν ὄξει, τέφρα πᾶσα ἐν ὄξει καὶ μάλιστα 〈ἡ〉 ἀπὸ συκομόρων ἢ μελίας, καταντλεῖται δὲ ἐπὶ τῶν ἰοβόλων τριφύλλου ἀπόζεμα, ἐπὶ δὲ τῆς πληγῆς ἰδίως βούτυρον ἐπιτιθέμενον, ἁβρότονον λεῖον μετ’ οἴνου, ἄγνου φύλλα, ἀδίαντον — ἑλκοῖ δὲ τὴν ἐπιφάνειαν, ἐὰν ἐπὶ πολὺ ἐάσῃς —, ἠρύγγης φύλλα· πινέτωσαν δὲ ἐν ὀξυμέλιτι.

(118)πρὸς δὲ αἱμορροίδος καὶ πρηστῆρος δήγματα ὠφελεῖ ἀνδράχνη καταπλασσομένη, ἀρνόγλωσσον, περιστερεῶνος φύλλα, αὐτοῦ τοῦ θηρίου καεῖσα ἡ κεφαλὴ καὶ ἐπιτεθεῖσα, ὕσσωπον, ἄσβεστος, σκόροδον λευκόν, πράσον, πήγανον, κνίδη, κάρδαμον καὶ 〈τὸ〉 σπέρμα, σκόροδον λεῖον σὺν οἴνῳ ποθέν, ἀσταφίδες ἐσθιόμεναι, νεοσσοὶ ὠμοὶ ἐσθιόμενοι σὺν οἴνῳ. (119) ἐπὶ

δὲ πρηστῆρος 〈ἰδίως〉 ὠμοτάριχος θύννος πολὺς ἐσθιόμενος· δεῖ δὲ οἶνον πολὺν ἐπιπίνοντας ἐμεῖν.

(120)ἐπὶ δὲ ἀσπίδος ἢ πτυάδος κόρεις ζ′ ἢ η′ καταποθέντες ὠφελοῦσιν, ὄξος πινόμενον, συνεχὴς διέγερσις, πληγαί, κίνησις ὅλου τοῦ σώματος. καταντλεῖται δὲ ὠφελίμως θαλάσσῃ θερμῇ.