Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(142) τὰς δὲ χρονίους φλεγμονὰς τῶν διδύμων λύει ζἄσσιος λίθος λεῖος περιαπτόμενος ἐν ἐρίῳ ξηρῷ, ἀλθαίας ῥίζα ἑφθὴ καταπλασσομένη, ἐρύσιμον ἑφθὸν λεῖον, νίτρον ὀπτὸν διεθὲν ἐν ἐλαίῳ, ὠοῦ 〈τὸ〉 λεκιθῶδες ἐπιτιθέμενον ἐν σπληνίῳ, ἄλευρον κρίθινον σὺν πίσσῃ ὑγρᾴ. πυριῶνται δὲ ὠφελίμως κυπαρίσσου ἀφεψήματι.

(143) τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ φυραθεῖσα καὶ ὕδατι ἰᾶται καταπλασσομένη.