Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(144) δοθιῆνας δὲ συμπέσσει ταχέως καὶ ῥήσσει· ὁρμίνου σπέρμα ἢ τὰ φύλλα μετὰ ἀλφίτου καταπλασθέντα, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, ἄλες σὺν στέατι βοείῳ καὶ σταφίδι, ὀρίγανον σὺν σμύρνῃ καὶ ἁλσὶν καὶ ἰξὸς σὺν ῥητίνῃ 30 καὶ κηρῷ ἴσοις τακείς· κάρδαμον σὺν ἄλμῃ, χαλβάνη καθ’ ἑαυτήν, τερμινθίνη ὁμοίως, λάδανον ὁμοίως, πρόπολις ὁμοίως·

λεοντοποδίου φύλλα σὺν ἀλφίτῳ, λινόσπερμον σὺν σικύου ἀγρίου ῥίζῃ, Ἄσσιος λίθος σὺν κηρωτῇ, νίτρον ἢ ἀφρόνιτρον σὐν ῥητίνῃ στέατι, συχῆς φύλλα ᾔ κράδαι ἁπαλαὶ σὺν χηρωτῇ,

πυκνοκόμου φύλλα σὺν ἀλφίτοις συγκεκομμένα ἢ σὺν νίτρῳ, ζύμη μεθ’ ἀλῶν ἢ νίτρου, σταφὶς μετὰ ἀλῶν, θεῖον καὶ πήγανον σὺν κηρωτῇ, ὑοσκυάμου φύλλα 〈λεῖα〉 μετὰ βουτύρου.