Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(141) τὰς δὲ τῶν διδύμων φλεγμονὰς ἰᾶται τρὺξ οἴνου μεθ’ ἀλῶν καταπλασθεῖσα, ὑοσκυάμου καρπὸς μετὰ οἴνου λεῖος ἢ Κιμωλία σὺν ὄξει καὶ ῥοδίνῳ γλοιώδης καταχριομένη· ὁμοίως ἀστὴρ Σάμιος καταχριόμενος ἢ λίθος γεώδης σύν ὕδατι ἤ ἐρεβίνθων ἄλευρον ἐν μελικράτῳ ἑψηθέν, ἐρέβινθοι ἑφθοὶ καταπλασσόμενοι, ἠριγέροντος ἄνθος σὺν γλυκεῖ καὶ ἡ πόα καταπλασσομένη καὶ οἱ πάπποι ὁμοίως·

κορίου φύλλα σὺν σταφίδι, κρίνου ῥίζα σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ, κυάμινον ἄλευρον ἑψηθὲν ἐν οἴνῳ σὺν κυμίνῳ καὶ σταφίδι

ἡ κορίῳ ἢ κηρωτῇ κυπρίνη, ἢ λινόσπερμον ἐν οἰνομέλιτι ἑφθόν, ἡ μελίλωτον ἐν γλυκεῖ ἑφθόν· μυρρίνης φύλλα σὺν κηρωτῇ, σταφὶς λευκὴ σὺν νίτρῳ ἢ ἀφρονίτρῳ, πήγανον σὺν κλάδοις δάφνης ἁπαλοῖς, βράθυος φύλλα σὺν ὕδατι καταπλασσόμενα, σπλάγχνον τὸ καλούμενον βρύον ὁμοίως ἢ τὸ θαλάσσιον βρύον· ἄγνου σπέρμα μετὰ βουτύρου καὶ ἀμπέλου φύλλων, ἀκτῆς φύλλα ὁμοίως, ἀσφοδέλου φύλλα καὶ ῥίζα ἑψηθέντα ἐν οἴνῳ.