De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

7 ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς τοῖς ἀσθενῆ τὸν στόμαχον ἔχουσιν· ὑπομαλάττει γάρ τὴν κοιλίαν, οὖρα κινεῖ, στόμαχον ἀποκαθαίρει, ἁρμόζει καὶ ἀρθριτικοῖς καὶ νεφριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσι· χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις· εὐώδης γάρ ἐστι καὶ θρεπτικός.

διαφέρει δὲ τοῦ οἰνομέλιτος, 2 ὅτι ἐκεῖνο μὲν ἐξ αὐστηροῦ οἴνου καὶ παλαιοῦ καὶ ὀλίγου μέλιτος σκευάζεται, ὁ δὲ μελιτίτης πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους λαμβάνει μέλιτος χοῦν ἕνα καὶ ἁλὸς κύαθον ἔνα. σκευάζειν δὲ δεῖ ἐν μεγάλῳ ἀγγείῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ [*](4 SIM. Pl. XIV 100 (c. S. N.).) [*](4 EXC. Orib. V 13 (I 360 D. γίνεται—πεπισσωμένον); 0rib. I 360.) [*](15 SIM. pl. XIV 85; XXII 115.) [*](15 EXC. Orib. V 25 (I 398 D. ὁ δὲ καλούμενος—κεράμια)) [*](1 ἀναγκαζόμεθα δὲ E 2 νόσων Di 3 χρονίας PE2: χρονίως reliqui 4 ἀδύναμος mg. add. P ὁ addidi ex Orib. E 5 ἴσον] ἧμισυ coni. Bruns Quaest. Asclep. coll. Pl. 1. s, at cf. Dl. accipis mustu urceos Χ, ui admisces et aquae urceos X 6 πράως E ἄχρις ἂν QDi: ἄχρι ἂν οὗ 0rib. 8 ἐν ἀγ- γείω πεπισσωμένω E 10 μ QLE 11 αὐτῷ om, E μετʼ ἐνιαυτὸν πρὸς τὰ αὐτά E 12 ἀγριος σταφυλης mg. add. P: ἀγριοσταφυλίτης F (ind): om. reliqui μὲλας μαλάσσει 14 στολῆς E (συ superscr. E2)) [*](15 num. cap. χοα 0: χογ Di: cap. praec. contin. E tit. περὶ μελι τίτου HDi 16 τσ om. Di τὸν add. coll. 16, 14 17 καὶ οὖρα Orib. E 18 καὶ νεφριτικοῖς om. mg. add. E2 τὴν om, L 20 post οἰνομέλιτος del. ἢ τοῦ ὐδρομέλιτος E2 21 ἐκεί ω E: ἐκεῖνος 0Di 22 μέλιτος om. PE 22 ε EF χόας HDi:χοᾶς Orib.: χοέας E 23 λαμβάνει om. Di χοῦP 24 δὲ om. Di ἀγγείῳ μεγάλῳ Οrib.)

12
ὑπερζεῖν, παραπάσσοντας τοῦ προειρημένου ἁλὸς κατʼ ὀλίγον, ἄχρι ἂν ἐκζέσῃ παυσαμένου δὲ καταγγίζειν εἰς κεράμια.

8 οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ οἴνου καὶ αὐστηροῦ καὶ μέλιτος καλοῦ γινόμενον· ἧττον γὰρ πνευματοῖ καὶ ταχέως παρίσταται τὸ τοιοῦτον. ἔστι δὲ τὸ μὲν παλαιὸν θρεπτικόν, τὸ δὲ μέσον εὐκοίλιον, οὐρητικόν· βλάπτει δὲ ἐπὶ τροφῇ λημφθέν, πινόμενον δὲ ἐν ἀρχῇ πλήσμιον, μετὰ ταῦτα δὲ κινεῖ ὄρεξιν.

2 σκευάζεται δὲ ὡς τὸ πολὺ πρὸς δύο μετρητὰς οἴνου ἑνὸς μετρητοῦ μέλιτος μειγνυμένου. οἱ δʼ ἵνα τάχιον αὐτὸ παραστήσωσι, συναφέψουσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγίζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ζέοντος ξέστας ἓξ πρὸς ξέστην ἕνα μέλιτος μειγνύντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσι· μένει δὲ γλυκύ.

9 μελίκρατον δὲ τὴν αὐτὴν τῷ οἰνομέλιτι δύναμιν κέκτηται. χρώμεθα δὲ τῷ μὴ ἀφηψημένῳ ἐφʼ ὧν κοιλίαν μαλάξαι βουλόμεθα ἢ ἔμετον κινῆσαι, ὡς ἐπὶ τῶν θανάσιμον πεπωκότων, διδόντες αὐτὸ μετʼ ἐλαίου, τῷ δὲ ἀφηψημένῳ ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησσόντων καὶ περιπνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπόθετον, ὃ ἰδίως ἔνιοι ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ [*](3 SIM. Pl. XXII 113; Pall. XI 17; Geop. VIII 25.) [*](3 EXC, 0rib. V 25 (I 399 D, s, v. οἰνόμελι— πνευματοῖ, σκευάζεται— γλυκύ)) [*](15 SIM. Hipp.] π. δ. ὀξ. 53 (136) Κ): Pl. XIV 13. XXII 10, cf. XXXI 69 Gal. VI 740, XV 650 sq. ( ═ Orib. I 360);  P. Aeg. I 96; Geop. VIII 28.) [*](1 παραπάττοντας E: παραπάσσοντα 0rib. τοὺς εἰρημένους ἅλας 0rib. 2 ἄχρις ἂν QDi κομίζειν Di ἕτερον κεράμιον Οrib.: ἕτερα κεράμια HDi) [*](3 num. cap. ιοβ 0: χοδ Di: η E tit. περὶ οἰνομὲλιτος HDi ἐκ τοῦ HDi παλαιοῦ] πολλοῦ L αὐστηροῦ καὶ παλαιοῦ οἴνου E: παλαιοῦ καὶ αὐ- στηροῦ οἴνου 0rib. 4 γινόμενον] μενον P: μέλιτος L 5 τοιοῦτο Q μὲν om. P 6 πολλῇ τροφῆ E, cf, Dl pleno ventre acceptus ledet 7 πινόμενον δὲ ἐν (in ras.) E2 πληροῖ Di 8 ὄρεξιν δὲ μετὰ ταῦτα κινεῖ DiE 9 ὡς ἐπιτοπολὺ Orib. μέτρα 0rib. E τοῦ οἴνου ///// (c. 5 litt. del. E2)E 10 μέτρου Orib.: μέρους E δὲ ἵνα Οrib. Q παραστήσουσιν E 11 συναχέψουσι Οrib.: συναφεψούσιν E (συναφέψουσιν corr. E2): συνεψοῦσι (ut videtur) reliqui οὕτω Orib. HDi 12 q΄ HEDi 13 ἕνα μέλιτος om, 0rib.: ἕνα om. E) [*](15 num. cap. χογ 0: χοεDi: θ E tit. περὶ πελικράτου HDi 16 μὴ superscr. H2: om. DiE, v, 18 τῷ δὲ μὴ ἀφεψημένῳ (═Dl) habet E, at cf. D. eup II 36 (249) μελίκρατον πινόμενον ἀπεζεσμένον (sc. περιπνευμονικοὺς ὠφελεῖ) ἀφεψημένῳ libri (ut videtur): correxi 17 ἐμέτους E 21 τὴν ἡλικίαν E)

13
ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ οἴνῳ, ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι, ὅθεν ἐπὶ τῶν φλεγμαινόντων τι μέρος ἐστὶν εὔθετον μᾶλλον τοῦ δευτερία.

τὸ δὲ παλαιότερον 2 ἀδόκιμον μὲν ἐπὶ φλεγμαινόντων καὶ στεγνῶν, ἐπὶ δὲ τῶν τὸν στόμαχον πεπονθότων ἢ ῥευματιζομένων ἢ ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευάζεται δὲ πρὸς μέλιτος ἓν μέρος δύο ὕδατος ὀμβρίου παλαιοῦ μειγνυμένων καὶ ἡλιαζομένων. οἱ δὲ πηγαῖον μείξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ ἀπόμελι τὸ ἐκπλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον ὑδρόμελι καὶ ἀποτιθέμενον· δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν, οἱ δὲ καὶ τοῦτο ἕψουσιν. ἐστι δὲ ἄθετον ἐπὶ νοσούντων διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου.

10 ὕδωρ τὴν μὲν καθόλου ἐπίκρισιν δυσχερῆ ἔχει διά τε τὰς τῶν τόπων ἰδιότητας καὶ ἰδιοσυγκρισίας καὶ τούς ἀέρας καὶ ἄλλα οὐκ ὀλίγα, ὡς δὲ ἐπὶ τὸ πολὺ ἄριστόν ἐστι τὸ καθαρὸν καὶ γλυκύ, ἀμέτοχον δὲ ἡσδηποτοῦν ποιότητος, κἂν τοῖς ὑποχονδρίοις μηδὲ ἐλάχιστον χρόνον ἐπιμένον, ἔτι δὲ ἀλύπως εὐοδοῦν καὶ μὴ πνευματοῦν μηδὲ διαφθειρόμενον.

11 θαλάττιον ὕδωρ δριμύ, θερμαντικόν, κακοστόμαχον, κοιλίας ταρακτικόν, ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον ἐπισπᾶται καὶ διαφορεῖ, ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ [*](6 TEST. Orib. I 365 (e. Ruf.? ) Διοσκουρίδης δὲ ὑδρόμελι τοῦτο (sc. τὸ ὐδρόμηλον) καλεῖ καὶ σκευάζεσθαί φησιν αὐτὸ πρὸς ἓν μέρος μέλιτος δύο ὅδατος ὀμβρίου παλαιοῦ μιγνυμένων καὶ ἡλιαζομένων, τινὰς δὲ πηγαῖον ὕδωρ μιγνύειν καὶ ἀφέψειν εἰς τὸ τρίτον καὶ ἀποτίθεσθαι.) [*](14 SIM. Pl. XXXI 81; Cels. II 18; Ruf. (0rib. I 324); Ath. II 46 a.) [*](20 SIM. Pl. XXXI 62 sq.) [*](1 ἀναλογεῖ δὲ L 2 τῷ] τῶν P: om. H 3 δευτερία (α in ras.) E: δευ- τερίου vulgo 4 μὲν addidi τῶν φλεγμ. QDi 5 τὸν addidi ex E ἢ ῥευματι- ζεμένων ἢ addidi ex EDl 7 ἕν μέρος μέλιτος 0rib. E: ἕν μέλιτος μέρος PDi μιγνυμένων καὶ ἡλιαζομένων 0rib: μιγνυμένου καὶ ἡλιαζομένου libri 9 a κα- λοῦσι nov. cap. (ι) incip. E (═ Dl) καὶ (alt) om. E, add. E2 τὸ ἀπὸ μέλιτος Di, corr, H2 11 πιεῖν P: πίνειν (ex ποιεῖν corr.) E2: debet enim asperum, id est mellitu fieri, non aquosu Dl) [*](14 num. cap. χοδ 0: χοq Di: ια E tit. περὶ ὕδατος HDi post μέν add ἐν τῷ EDi 15 τε] δὲ E: om. reliqui τὰς ένίων ἰδιοσυγκρισίας (in ras) καὶ τοὺς ἀέρας καὶ τόπους E 16 δὲ del. E 17 μὴ μέτοχον δὲ μηδεμιᾶς (ιᾶς in ras.) E οἱμσδηποτοῦν Di 18 post κἂν 3 litt. del. E2 ὑπομένον Q δὲ] τε Di 19 εὐο- δοῦν καὶ μὴ superscr. P ἐμπνευματοῦν E: πνευματοῦν reliqui) [*](26 num. cap. χοε 0: χοζ Di: ἰβ E tit. περὶ θαλαττίου ὅδατος HDi θερμόν, δριμύ QDi θερμαντικόν E: θερμόν reliqui 22 ἁρμόζει καὶ τοῖς E)

14
χιμέτλοις πρὸ τοῦ ἑλκωθῆναι, ὠμηλύσεσί τε ἐπιτηδείως μείγνυται, καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον, καὶ πρὸς κενώματα ἐνιέμενον χλιερόν, καὶ πρὸς στρόφους θερμόν, ψώρας τε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ

2 μαστῶν σπαργώντων κατάντλημα· διαφορεῖ καὶ πελιώματα πυριώμενον, καὶ πρὸς τὰ τῶν θηρίων δήγματα, ὅσα τρόμους καὶ ψυγμοὺς ἐπιφέρει, μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων· καὶ εἰ προσεμβαίνοι τις εἰς θερμὸν αὐτό, ὠφελεῖ καὶ τὰς χρονίας καχεξίας τοῦ σώματος καὶ τῶν νεύρων τὸ διʼ αὐτοῦ λουτρόν, ὑπατμιζόμενον δὲ θερμὸν ὑδρωπικοὺς καὶ κεφαλαλγίας καὶ δυσηκοίας παραιτεῖται.

2 ἀποτεθεῖσα δὲ ἡ ἀκέραιος θάλασσα καὶ ἀμιγὴς ποτίμου ὕδατος ἄβρωμος γίνεται· οἱ δὲ προέψουσιν αὐτὴν καὶ οὕτως ἀποτίθενται. δίδοται δὲ καὶ πρὸς κάθαρσιν καθʼ ἑαυτὴν ἢ μετʼ ὀξυκράτου ἢ οἴνου ἢ ὀξυμέλιτος, καὶ μετὰ τὸ καθαρθῆναι ἐπιδιδόασι ζωμὸν ὄρνιθος ἥ ἰχθύων πρὸς τὸ κατακεράσαι τὴν ἐκ τῆς δήξεως δριμύτητα.

12 θαλασσόμελι δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης ἴσων διυλισθέντων καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ δύο μέρη θαλάσσης ἀφηψημένης καὶ ἓν μέλιτος μείξαντες καταγγίζουσι· μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης.

13 ὄξος ψύχει καὶ στύφει, εὐστόμαχόν τέ ἐστι καὶ εὐόρεκλιτος τον, στατικόν τε αἱμορραγίας πάσης πινόμενόν τε καὶ ἐγκαθιζόμενον, [*](17 SIM. Pl. XXXI 68.) [*](23 SIM. Pl. XXIII 54 sq. Orib. I 358;  Gal. XI 413 sq.) [*](1 χιμέτλαις E: χυμέθλοις Di ὠμῆ λύσει /// (2 litt. del.) E 2 διαφορητικόν P 3 πρὸς τὰ E κενώμασιν H χλιερόν PE: χλιαρόν reliqui 7 ψύξεις E φέρει H 8 προσεμβαίνει EDi 9 χρονίους E νεύρων ὠφέλιμον Di 11 παρηγορεῖ QEDi 12 ἄβρομος PE 13 δὲ (pr.) καὶ ἐψοῦσις E 15 μέ- λιτος HDi: cum oœimelli Dl 16 ἐκ om. 0Di) [*](17 num. cap. χοq 0: χοη Di: ιγ E περὶ θαλασσομέλιτος HDi 18 δὲ ἐκ Spr. ἴσον P 19 καὶ ἡλιασθέντων om. PE:  mg. add. cum ÷ post πεπισσωμένῳ E2: post πεπισσωμένῳ in text. rec. Q 20 θαλάττης E ἀφηψημένης P: ἀφε- ψημένης reliqui 21 post καταγγίζουσι extremum fol. 149υ vocabulum aliquot cod. P folia perierunt, incipit rursus (fol. 150r ) ab extr. cap. 48 σμικτικώτε- ρον δὲ γίνεται τὸ τοιοῦτον τῆς θ, E (mg. add, E2 μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον): ista confectio flegma deponet Dl, at cf, Pl. l. s 22 τοιοῦτο L: τοιοῦτον reliqui) [*](23 num. cap. χοζ Q: χοθ Di: ιδ E tit. περὶ ὄξους HDi στύφει καὶ ψύχει E: ad rem cf. Gal. XI 418 sq. XVIII A 220 24 σταλτικόν Di τε] δὲ Ε ἔγκαθιζόμενον ex ἐσθιόμενον corr. H2)

15
ζόμενον, καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει, ἔναιμόν τέ ἐστι καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέραν καὶ ἕδραν προπεπτωκυῖαν καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορροοῦντα· ποιεῖ καὶ πρὸς νομάς, ἐρυσιπέλατα, ἕρπητας, λέπρας, λειχῆνας, πτερύγια σύν τινι τῶν ἐπιτηδείων μειγνύμενον, φαγεδαινικά τε ἕλκη

συνεχῶς ἐπαντλούμενον καὶ νομὰς ἱστησιν· ὠφελεῖ καὶ ποδαγρικοὺς 2 καταντλούμενον θερμὸν μετὰ θείου, ὑπώπιά τε αἴρει σὺν μέλιτι καταχριόμενον, πρός τε τὰς ἐγκαύσεις τῆς κεραλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ, ὑδρωπικούς τε καὶ δυσηκοίας ὑπατμισθὲν θερμὸν ὠφελεῖ καὶ ἤχους καὶ συριγμούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας, στέλλει καὶ φύγεθλα χλιερὸν καταντλούμενον ἢ διὰ σπόγγων ἐπιτιθέμενον, καὶ κνησμοὺς παρηγορεῖ, πρός τε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν, ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν ἰοβόλων.

ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πινόμενον θερμὸν καὶ 3 ἐξεμούμενον, μάλιστα πρὸς μηκωνίου καὶ ἀκονίτου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ, πρός τε μύκητας καὶ ἰξίαν καὶ σμίλακα σὺν ἁλσί, βδέλλας τε καταποθείσας καταρροφούμενον ἀποβάλλει, καὶ βῆχα χρόνιον πραύνει, τὴν δὲ πρόσφατον ἐρεθίζει· ἁρμόζει καὶ πρὸς ἀρθόπνοιαν θερμὸν καταρροφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον καὶ τὰ ἐν βρόγχῳ δεύματα καὶ συναγχικοῖς ἁρμόζει καὶ πρὸς κιονίδα κεχαλασμένην, καὶ πρὸς ὀδόντων πόνον θερμὸν διακρατούμενον καὶ διακλυζόμενον.

14 ὀ ξύμελι σκευάζεται οὕτω· λαβὼν ὄξους κοτύλας πέντε καὶ ἁλὸς θαλασσίου μνᾶν μίαν, μέλιτος μνᾶς δέκα, [*](26 SIM. Pl. XXIII 30 (e S. N.); Gal. VI 271.) [*](1 συναφεψόμενον E 3 στέλλει δὲ καὶ Ε 4 πρὸς οὖλα E αἱμορρο- ρῦντα L: αἱμορραγοῦντα  reliqui 5 καὶ ἐρυσιπέλατα HDi 10 ἐρίοις om. E τε] δὲ E 11 δυσηκόους Di 12 καὶ τοὺς ἐν αὐτοῖς σκ. E 13 χλιαρὸν QDi 15 κατ- αντληθὲν Ε 16 πρὸς τὰ θανάσιμα πάντα Di 17 καὶ κωνίου καὶ ἂκονίτου EH: καὶ κωνείου καὶ ἀκονίτου καὶ κωνείου (sic) F : καὶ ἀκονίτου om. Di 19 σμί- λακας HDi ἁλσὶν καὶ ὕδατι E ποθείσας QDi 20 ἐπιρροφούμενον E χρονίαν EDi 21 καὶ om. E 22 καὶ add. ex H 23 συναγχικοῖς τε (om. καὶ) HDi] ἁρμόζει om. E κιονίδας καὶ χαλασμένας E 24 πρός τε (om. καὶ) E πόνους E διακρατούμενον καὶ addidi ex E: tentum in ore Dl) [*](26 num. cap. χοη Q: χπ Di: ιε E tit. περὶ ὀξυμέλιτος HDi οὕτως QE 27 ε EFDi θαλαττίου E μνᾶν μίαν] minas VII Dl: libram quadrantem Pl. XXIII 60, at cf. Pl. XIV 114 δέκα] ι EF)

16
ὕδατος κοτύλας δέκα, μείξας ἕψησον, ἄχρις οὗ ἂν δεκάκις ἀναβράσῃ, καὶ ψύξας κατάγγισον.

δοκεῖ δὲ λαμβανόμενον πάχος ἄγειν, ὠφελοῦν ἰσχιαδικοὺς καὶ ἀρθριτικοὺς καὶ ἐπιλημπτικούς· ἀρήγει δὲ καὶ τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης σηπὸς δηχθεῖσι καὶ τοῖς μηκώνιον ἢ ἰξίαν πιοῦσιν, ἀναγαργάρισμά τέ ἐστι συναγχικοῖς ὠφέλιμον.

15 ὀξάλμη ὠφελεῖ καταντλουμένη νομάς, σηπεδόνας, κυνόδηκτα καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμορραγίας, εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη, καὶ ἐγκαθιζομένη καὶ ἕδραν προπεπτωκυῖαν, ἐγκλύζεταί τε ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν· δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταρροφουμένη δὲ καὶ ἀναγαργαριζομένη βδέλλας κενοῖ· σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας.

16 θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων, κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες, καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευματουμένων· ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω· θύμου λείου ῤξύβαφον, ἁλῶν ἴσον, ἀλφίτου, πηγάνου, γλήχωνος, ἑκάστου ἀλίγον, βαλὼν εἰς ἄγγος ἐπίχει ὕδατος κοτύλας ὄξους ἡμικοτύλιον, περιθείς τε ὀθόνιον ἐξαιθρίαζε.

[*](7 SIM. Pl. XXIII 61. cf. D. eup. I 224 (210).)[*](1 ὅδατος κοτύλας δέκα om. LQ: superscr. H2, at cf. Dl et aquae cotilas X: aquae sextarios quinque (═ δέκα κοτύλας), Pl. XXIII 60 ἄχρι ἂν οὗ E: ἄχρις οὗ reliqui ἀναβράσει Di 3 ἄγειν πάχος Q post ἄγειν desidero κατὰ κοιλίαν ὠψελεῖ Di ἰσχιαδικοὺς καὶ ἐπιλ. καὶ ἀρθρ. EDl: ἰσχιαδικοὺς ἀρθρ. καὶ ἐπιλ, LQDi (ἀρθρ. e mg. alieno loco in text. irrepsit) 5 καὶ τῆς Corn., at cf. Pl, l. s. profuisse tamen fatentur contra serpentes quas sepas vocant ἢ om. L 6 ἐστι add. ex E συναγχικοῖς E: συναγχικῶν (ut videtur) reliqui, cf. III 80 (96, 6))[*](7 num. cap. χοθ Q: χπα Di: ιq E tit. περὶ ῤξάλμης HDi πρὸς νομὰς Di)[*](9 ἐπὶ] ὑπὸ H τῶν om.). L λιθοτμηθέντων LF: λίθων τμηθέντων H (corr. H2) 10 καὶ ἐγκαθιζουένη addidi ex E coll. Dl fomento renocat: D. eup. I 224 (210) 11 σκευάζεται L τε] δὲ Di 12 καταρροφουμένη EDiD. eup. II 134 (325): ῥοφουμένη reliqui 13 κενοῖ L: eœcludit Dl: κτείνει EQDi: ἀποβάλλει D. eup. . s. δὲ om. Di καὶ om. QL)[*](14 num. cap. χπ Q : χπβ Di: ιζ E tit. περὶ θυμοξάλης HDi ἧ post θυμ. add. LQDi τὸν (ν add. E2) στόμαχον ἀσθενῆ E τὸν om. L 16 καὶ (alt) om. Spr. 17 δὲ (pr) om. QL: δὲ τὰ Spr οὕτωσ EF, 18 ἀλφίτων EDi: om. H πηγάνου addidi e DiDl γλήχους E 19 ὀλίγον] ἶσον E: partes singulas modicas Dl κοτύλας δ ἢ q E: seœ Dl 20 καὶ δξους E)
17

17 τὸ δὲ σκιλλητικὸν ν ὄξος σκευάζεται τὸν τρόπον τοῦτον καθάρας λευκὴν σκίλλαν καὶ κατατεμών καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τούς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ἄξους καλοῦ ιβ΄ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἐξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο.

ἔνιοι δὲ μνᾶν μίαν πρὸς 2 ὄξους ξέστας ε΄ μίσγουσιν· οἱ δὲ αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας q΄ γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον.

εὐθετεῖ δὲ διακλυζόμενον μὲν πρὸς οὖλα μυδῶντα, στέλ. λον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ τάς περὶ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὑτάς, καταρροφούμενον δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ.

παραλαμβάνεται δὲ καὶ 3 πρὸς στομαχικούς καὶ δυσπεπτοῦντας καὶ ἐπιλημπτικούς, σκοτοδινιῶντας, μελαγχολικούς, ἀπηλιθιωμένους, ἔτι δὲ καὶ πρὸς ὑστερικὰς πνίγας καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας· ἀναλαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ εὔχρουν κατασκευάζει. ἐστι δἐ καὶ ὀξυδερκές, καὶ πρὸς δυσηκοίαν [*](1 SIM. Pl. XX 97 sq. XXIII 59; Col. r r XII 34; Gal. XI 377; Ps. Gal. XIV 567: Geop. VIII 42 (cf. Pall. VIII 8, 2).) [*](1 EXC. Orib. I 397 D. (τὸ δὲ—ἀποτίθεσο, δίδου—πλεῖον); Pall. VIII 8, 1 (e G. M. — Diosc); Paul. Aeg. VII 11 (167 ed. Bas ).) [*](12 SIM. D. eup. I 78 (133) — I 77 (132) — I 84 (136) — I 92 (139) — 17 eup. I 18 (103) — II 86 (296).) [*](1 num. cap. χπά Q: χπγ Di: ιη E tit, περὶ ὄξους σκιλλητικοῦ HDi: περὶ σκιλλ. ὄξους F σκιλλητικὸν libri: σκιλλιτικὸν F (in ind.), fort. recte 2 τοῦ- τον τὸν τρόπον 0rib.QDi 3 καὶ ξηράνας E 4 ἐπὶ om. L μίαν om. EDi 5 ιβ libri: ἕξ Οrib., at cf. Pall. l. s. in aceti acerrimi duodecim seœta- riis merges καὶ ἔα] ἄφες τε EDi ἡμέρας ξ ἒν ἡλίω E: ἡμέρας ἐν ἡλίῳ ζ΄ Di ἑξήκοντα L: ξ EF Paul. Aeg: ζ΄ (ut videthur) H: μ Col. Pall.: XL aut LX Dl: μῆνας ἕξ Οrib. 6 ἐμβρέχεσθαι E τὸ ἀγγ. ἐπιμελῶς Di 7 καὶ om. L ἐκπιάσας E 8 μίαν addidi e Paul. 9 ε] q ἢ θ E: quinque seœt tarios Dl καθάραντες EDi: καθαίροντες L: καθήραντες Q 10 τὸν σταθμὸν ἴσον Di 11 τμητικότερον τὸ τοιοῦτον Ε 12 μὲν addidi ex E 13 στερεοποιοῦν E πρὸς om. QDi 14 τὸ στόμα EDi στόμαχον LQ σηπεδόνας καὶ δυσω- δίας DiH2 κατασκευάζον Q αὐτήν H: om. Di 15 στερεοῖ LQDi (om. καὶ τυλ. π. Di) τυλώδη] σαρκώδη Serap. ποιιῖ om. E τὸν ἦχον post λαμπρὸν colloc. LQ 16 καὶ (alt.) om. Di 17 καὶ (alt.) om. Di ἐπιλήπτους Q post σκο- τοδινιῶντας add. τε καὶ E 18 post μελ. add. καὶ E ἀπηλιθωμένους LQ καί om. L 20 λίαν] ἄγαν E 21 δυσηκοίας EQ)

18
κοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηται· καὶ καθόλου δὲ πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθʼ ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραύξων ἄχρι κυάθου· τινὲς δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον.

18 ὁ δὲ ἀπὸ τῆς σκίλλης ρἶνος γίνεται οὕτω· κατατεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς.

2 ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλη ἐπιτέμνοντα αὐτὴν γογγυλοειδῶς τρόπον καὶ τὴν ὁλκὴν διπλασιάσαντα· δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μ΄ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευάζεται ὁ προειρημένος οἶνος· λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν ταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετεράσας ἀπόθου.