De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

7 οὐκ ἀγνοητέον μέντοι ὅτι πολλάκις τὰ τοιαῦτα παρὰ τὴν ἰδιότητα τῆς χώρας καὶ παρὰ τὴν σύγκρασιν τοῦ ἔτους τάχιον ἢ βράδιον ἀκμάζει, ἔνια δὲ καὶ παρὰ τὴν ἑαυτῶν ἰδιότητα ἐν χειμῶνι ἄνθη τε καὶ φύλλα φέρει, τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθοφορεῖ, τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν δεῖ κατά τε τὴν ἀρτιφυῆ βλάστησιν ἐκ τῆς γῆς καὶ ἀκμάζουσι καὶ παρηκμακόσι παρατυγχάνειν· οὔτε γὰρ ὁ τῇ βλαστήσει ἐντετυχηκὼς μόνον δύναται τὸ ἀκμάζον γνωρίσαι οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα τὸ ἀρτιφυὲς ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων καὶ τὰ μεγέθη τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν καί τινας ἄλλας ἰδιότητας μεγάλη πλάνη γίνεται ἐπ᾿ ἐνίων τοῖς μὴ οὕτω τὴν θέαν ποιησαμένοις.

8 παρὰ ταύτην γοῦν τὴν αἰτίαν τινὲς τῶν ἀναγραψαμένων ἐπλανήθησαν εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέρειν, καθάπερ ἐπὶ τῆς ἀγρώστεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευχὼς αὐτοῖς καὶ ἐν πολλοῖς τόποις μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέναι ὅτι ἔνια τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει, οἷον ἐλλέβορος λευκὸς καὶ μέλας, τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. τὰ μὲν οὖν ἐρνώδη, ὧν ἐστι στοιχάς, χαμαίδρυς, πόλιον, ἁβρότονον, σέριφον, ἀψίνθιον, ὕσσωπον καὶ τὰ ὅμοια τούτοις, συλλέγειν δεῖ ἐγκύμονα τῶν σπερμάτων, ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν, τοὺς δὲ καρποὺς πεπείρους ὄντας, καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραίνεσθαι πρὸ τοῦ ἀπορρεῖν·

9 χυλίζειν δὲ τὰς βοτάνας ἀρτιβλάστων ὄντων τῶν καυλῶν, ὁμοίως καὶ τὰ φύλλα, ὀποὺς δὲ καὶ δάκρυα [*](20 SIM. [Theophr] h. pl. IX 14; Pl. XXVII 143 sq.) [*](1 τόποις addidi ex H 2 μὴ om. Spr. 3 ἐφθινικυῖαι F: ἐφθκυῖαι HDa 4 πολλάκις post τοιαῦτα colloc. HDa τὰ τοιαῦτα] ταῦτα FDi περὶ Da 6 αὐτῶν HDa 8 τὴν ἐν τούτοις HDa κατά γε Ald.: κατά τε QDi: κτᾶσθαι Da 9 ἀκμάζει vel ἀκμάζειν Da παρακμάζουσι H: παρακμάζει vel παρακμάζειν Da 10 τὴν βλάστης F: τῆ βλάστη Di: ἐν τῆ βλαστήσει Da ἐντετευχὼς Da μόνον post δύναται colloc. HDa 11 ὁ om. Da τὸ ἀκμάζον HDa: τι ἀκμάζον vulgo 14 ἐνίοις Di 16 ἀναγραψόντων H 18 ἐντετυχηκὼς H 20 ἔνια] μόνα libri: τινὰ coni. Bauhinus: correxi 21 οἷον om. H ὁ λευκὸς vulgo cf. D. IV 148. 162 22 ἄχρι H post τριετίας add. ὡς ἐπὶ τὸ πλεῖστον vulgo εἰσὶν F ἄχρηστα DiDa ὧν om. FDiDa 23 ἀψίνθιον σέριφον H 24 τούτων Da 26 ὄντας om. FDiDa 27 ἄρτι θλαστανόντων H: ἀρτιβλάστων reliqui: cf. D. III 48. Theophr. c. pl. II, 1, 7 28 ὁμοίως δὲ H τὰ δάκρυα H)

5
λαμβάνειν τέμνοντας ἐν ἀκμῇ ἔτι τοὺς καυλούς, τὰς δὲ εἰς ἀπόθεσιν ῥίζας καὶ χυλίσματα καὶ φλοιοὺς ἀφαιρεῖν ἀρχομένων φυλλορροεῖν τῶν βοτανῶν· καὶ τὰς μὲν καθαρὰς αὐτόθεν ξηραίνειν ἐν τόποις ἀνοτίστοις, τὰς δὲ μετεχούσας γῆς ἢ πηλοῦ πλύνειν ὕδατι. ἀποτίθεσθαι δὲ καὶ ἄνθη καὶ ὅσα εὐώδη τυγχάνει ἐν κιβωτίοις φιλυρίνοις ἀνοτίστοις, ἔστι δ᾿ ὅτε καὶ ἐν χάρταις ἢ φύλλοις χρησίμως περιδεῖται πρὸς συμμονὴν τῶν σπερμάτων. πρὸς δὲ τὰ ὑγρὰ φάρμακα ἁρμόσει ὕλη πᾶσα ἐξ ἀργύρου ἢ ὑάλου ἢ κεράτων γεγενημένη, καὶ ὀστρακίνη δὲ ἡ μὴ ἀραιὰ εὔθετος, ξυλίνων δὲ ὅσα ἐκ πύξου κατασκευάζεται. τὰ δὲ χαλκᾶ ἀγγεῖα ἁρμόσει πρὸς τὰ ὀφθαλμικὰ ὑγρὰ καὶ ὅσα δι᾿ ὄξους ἢ πίσσης ὑγρᾶς ἢ κεδρίας σκευάζεται· στέατα δὲ καὶ μυελοὺς ἐν κασσιτερίνοις ἀποτίθεσθαι.