De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

4 ἡμεῖς δὲ ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας ἄληκτόν τινα ἔχοντες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης καὶ πολλὴν γῆν ἐπελθόντες — οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον — συναγηόχαμεν τὴν πραγματείαν ἐν πέντε βιβλίοις σοῦ προτρεψαμένου, ᾧ καὶ τὴν σύνταξιν ἀνατίθεμεν, εὐχάριστον ἐκπληροῦντες πάθος δι᾿ ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν, φύσει μὲν πρὸς πάντας τοὺς ἀπὸ παιδείας ἀναγομένους οἰκειούμενος, μάλιστα δὲ πρὸς τοὺς ὁμοτέχνους, ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ οὐ [*](6 SIM. Pl. XXV 79 (cf. D. III 82). XXVII 26 (D. III 156). XXVII 15 D. III 22).) [*](3 παρέδωσαν vulgo post ἐνέργειαν add. δυνάμεις καὶ δοκιμασίας H ad κανονίζοντες schol. cod. Ambr. L 119 sup. ὁ δὲ γαληνὸς λέγει ἐν β περὶ τῶν καθ΄ ἱπποκράτην στοιχείων τῇ πείρᾳ βασανίζειν, ὅπερ ὁ διοσκουρίδης τῇ πείρφ κανονίζειν εἶπε 4 ad rem cf. Gal. XI 794 καὶ γὰρ καὶ τούτῳ (sc. Νίγρῳ) τἄλλά τε καλῶς εἴρηται χωρὶς τῶν κατὰ τὰς αἰτίας λογισμῶν ὄγκον QDa διαφορὰς — αὐτῶν om. QDa (aberr. libr.) 5 ἀναγράφειν HDa 6 ἐν αὐτοῖς δοκῶν HDa ἐφόρβιον F 7 χαμαιλέας FDa γενομένης Da ἰταλίᾳ libri: italia Dl: gallia Pl. l. s.: fort. Γαλατίᾳ 8 ταὐτὸ F: ταὐτὸν reliqui ὑπερικῷ ὑπάρχειν HDa δὲ] τε HDa 9 ἄλλα πλεῖστα ὅμοια τούτοις HDa ἐνάργειαν] ἀλήθειαν HDa 11 περὶ] παρὰ HDa 12 ἀσυμφύλλους Fv στοιχεὶα H 13 ἀναγράψαντες HDa διέξευξων HDa: διαζεύξαντες reliqui: correxi 14 ἀσυμμνημόνευτοι H: ἀμνημόνευτα Di: εὐμνημόνευτα vulgo 16 ὥς ἐστιν HDa σχόντες FDi 18 ἡμῶν HDa συναγηώχαμεν H: συνηγιόχκμεν 19 πέντε] F: εξ reliqui: quinque Dl cf. Gal. XI 794 βιβλοις Da, post βι θλίοις add. παραδεδομένην H, περιδιδομένην Da 20 ἀνατιθέαμεν Di 21 ἔσχες FDiI 22 ὠκειωμένοε HDa)

3
σμικρὸν τῆς ἐν σοὶ καλοκἀγαθίας καὶ ἡ τοῦ κρατίστου Λαικανίου Βάσσου πρὸς σὲ διάθεσις, ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν ἀξιοζήλωτον τὸ παῤ ἀμφοτέρων ὑμῶν πρὸς ἀλλήλους εὔνουν ὁρῶντες.

παρακαλοῦμεν δὲ σὲ καὶ τοὺς ἐντευξομένους τοῖς 5 ὑπομνήμασι μὴ τὴν ἐν λόγοις δύναμιν ἡμῶν σκοπεῖν, ἀλλὰ τὴν ἐν τοῖς πράγμασι μετ᾿ ἐμπειρίας ἐπιμέλειαν. μετὰ γὰρ πλείστης ἀκριβείας τὰ μὲν πλεῖστα δι᾿ αὐτοψίας γνόντες, τὰ δὲ ἐξ ἱστορίας τῆς πᾶσι συμφώνου καὶ ἀνακρίσεως τῶν παῤ ἑκάστοις ἐπιχωρίων ἀκριβώσαντες πειρασόμεθα καὶ τῇ τάξει διαφόρῳ χρήσασθαι καὶ τὰ γένη κατὰ τὰς δυνάμεις ἑκάστου αὐτῶν ἀναγράψασθαι. ὅτι γε μὴν ἀναγκαῖος ὑπάρχει ὁ περὶ φαρμάκων λόγος, παντί που δῆλον, συνεζευγμένος ὅλῃ τῇ τέχνῃ καὶ τὴν ἀφ᾿ ἑαυτοῦ συμμαχίαν ἀήττητον παντὶ μέρει παρεχόμενος, καὶ διότι δύναται αὔξεσθαι κατά τε τὰς σκευασίας καὶ τὰς μείξεις καὶ τοὺς ἐπὶ τῶν παθῶν πειρασμοὺς πλεῖστα συμβαλλομένης τῆς περὶ ἕκαστον τῶν φαρμάκων γνώσεως.

προσπαραλημψόμεθα 6 δὲ καὶ τὴν συνήθη καὶ σύμφυλον ὕλην, ἵνα ἡ γραφὴ γένηται τελεία.

πρὸ πάντων οὖν φροντίζειν τῆς ἀποθέσεως καὶ συλλογῆς ἑκάστου κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργῆ ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα· αἰθρίου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ κἂν τούτῳ ὑπάρχει διαφορὰ παρὰ τὸ αὐχμῶν ἢ ὄμβρων παραγινομένων τὴν συλλογὴν ποιεῖσθαι, ὡς καὶ παρὰ τὸ ὀρεινοὺς καὶ ὑψηλοὺς καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους ἰσχυρότεραι γάρ εἰσιν αἱ δυνάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς [*](19 SIM. cf. Theophr. de caus. VI 13.) [*](1 μικρὸν HDa λικιννίου HDa: λικανίου FDi: correxi cf. Prosop. I. R. II 259 2 ἐπέγνωμεν HDa 3 ἀμφοτέρους FDi ἡμῶν F 5 ἡμῶν δύναμιν Da 6 πλείστης] τῆς λουτῆς HDa 7 μὲν om. FDi πλεῖστα] λοιπὰ FDi τὰ δὲ καὶ HDa 8 τῆς] τοῖς Da καὶ om. Da τῶν] τῆς F ἑκάστης FDa 10 καὶ τὰς δυνάμεις libri: mg. cod. Ambr. L 119 sup. add. m. rec. ἢ καὶ τὰ γένη κατὰ τὰς δυνάμεις αὐτῶν ὡε ἐγὦμαι: correxi ἑκάστου om. Di 13 ἀφ᾿ ἑαυτοῦ H: ἀπ᾿ αὐτοῦ FDi: αὐτοῦ vel ἑαυτοῦ Da 14 ὅτι HDa αὔξασθαι Da τὰς (utrobique) om. Da τε καὶ F τὰς (alt.) om. H 16 ἕκαστον φάρμακον Da προσπεριληψόμεθα Da 17 ἔμφυλον H: σύμφυλλον reliqui 19 οὖν] δὲ Di τῆς συλλογῆς HDa 20 προσῆκς Da περὶ Da 21 ἐνεργεῖ HDi 22 καὶ τούτων FDiDa 23 ὃιαφορὰ ὑπάρχει HDa παρὰ om. HDa τὸ] τοῦ Da: τῶν H παραγεννομένων F: προγεγενημένων HDa: γενομένων Di: correxi 24 ὥσπερ HDiDa παρὰ om. HDiDa τὸ om. F post ὀρεινοὺς add. ποιεἴσθαι Da 25 ἀνύδρους τόπους εἶναι H 26 αὐτῶν om. HDa ad rem cf. epist. Pseudohipp. 16 (IX 344 L.), cuius auctor imitatus est D)

4
καὶ καθύγροις τόποις καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις ἀτονώτεραι κατὰ τὸ πλεῖστον, καὶ μᾶλλον αἱ μὴ καθ᾿ ὥραν εὐκαίρως συλλεγεῖσαι ἢ δι᾿ ἀσθένειαν ἐφθινηκυῖαι.