De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

Πολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμασίας, φίλτατε Ἄρειε, πειράσομαι παραστῆσαί σοι μὴ κενὴν μηδὲ ἄλογον ὁρμὴν ἐσχηκέναι με πρὸς τήνδε τὴν πραγματείαν διὰ τὸ τοὺς μὲν αὐτῶν μὴ τετελειωκέναι, τοὺς δὲ ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. Ἰόλλας μὲν γὰρ ὁ Βιθυνὸς καὶ Ἡρακλείδης ὁ Ταραντῖνος ἐπ᾿ ὀλίγον ἥψαντο τῆς αὐτῆς πραγματείας τὴν βοτανικὴν παντελῶς ἐάσαντες παράδοσιν, οὐ μὴν οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωμάτων πάντων ἐμνημόνευσαν. Κρατεύας δὲ ὁ ῥιζοτόμος καὶ Ἀνδρέας ὁ ἰατρὸς — οὗτοι γὰρ δοκοῦσιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι— πολλὰς ῥίζας εὐχρηστοτάτας καί τινας βοτάνας ἀπαρασημειώτους εἴασαν.

πλὴν τοῖς μὲν ἀρχαίοις μαρτυρητέον μετὰ τῆς 2 ὀλιγότητος τῶν παραδοθέντων καὶ τὴν ἀκρίβειαν προσπαραλαβοῦσι, τοῖς μέντοι νέοις οὐ συγκαταθετέον, ὧν ἐστι Βάσσος Ἰουλαῖος καὶ Νικήρατος καὶ Πετρώνιος Νίγερ τε καὶ Διόδοτος, Ἀσκληπιάδειοι πάντες, οἳ τὴν μὲν πᾶσι σύμφυλον [*](1 πεδακίου libri: correxi 2 ἰατρικῆς om. F 6 de Areo medico cf. Pauly-Wissowa s. v. πειράσομαί σοι HDiDa περιστῆσαι Da cf. Act. 24, 13 7 ἐσχηκέναι με post πραγματείαν transpos. Da 9 ἰόλλας Da: ἰόλας reliqui: iolaos Dl cf. Pl. ind. Gal. XIV 7 βυθινὸς F: βυθηνὸς Di 10 τῆσδε τῆς Da: αὐτῆς om. FDi 11 οὐδὲ μὴν (om. οὐδὲ) Da 12 πάντες DiDa: om. H ἐμνήσθησαν HDa κρατίας Di: κριτίας alii de Crateua cf. Wellm. I 13 δὲ] τε HDa de Andrea cf. Pauly-Wissowa s. v. 16 πλὴν] cf. Blaß Gr.d. N. 273 17 περιδοθέντων Da 18 ὧν εἷς ἐστι καὶ H βάσος Di: βᾶσοσ F 19 ὁ τυλαῖος QDi: ὁ τύλλιος Da: Basilius Tullius Dl: correxi cf. Herm. XXIV 546 ad. 2 de Petronio, Diodoto, Nigro cf. Herm. l. s. τε om. HDa 20 ἀσκληπιάδαι p (αι in ras.): hi omnes asclepiadii fuerunt Dl σύμφυλλον FDi)

2
καὶ γνώριμον ὕλην ήξίωσαν ἐπὶ ποσὸν ἀναγραφῆς ἀκριβοῦς, τὰς δὲ τῶν φαρμάκων δυνάμεις καὶ δοκιμασίας ἐξ ἐπιδρομῆς παρέδοσαν, οὐ τῇ πείρᾳ τὴν ἐνέργειαν αὐτῶν κανονίζοντες, τῇ δὲ τῆς αἰτίας κενοφωνίᾳ εἰς ὄγκων διαφορὰς ἕκαστον αὐτῶν ἀναφέροντες μετὰ τοῦ καὶ ἄλλα ἀντ᾿ ἄλλων γράφειν.

3 Ὁ γοῦν διαπρεπὴς δοκῶν εἶναι ἐν αὐτοῖς Νίγερ τὸ Εὐφόρβιόν φησιν ὀπὸν εἶναι χαμελαίας γεννωμένης ἐν Ἰταλίᾳ καὶ τὸ ἀνδρόσαιμον ταὐτὸ ὑπάρχειν ὑπερικῷ, ἀλόην δὲ ὀρυκτὴν ἐν Ἰουδαίᾳ γεννᾶσθαι, καὶ ἄλλα τούτοις ὅμοια πλεῖστα παρὰ τὴν ἐνάργειαν ἐκτίθεται ψευδῶς, ἅπερ ἐστὶ τεκμήρια οὐκ αὐτοψίας ἀλλὰ τῆς ἐκ παρακουσμάτων ἱστορίας. ἥμαρτον δὲ καὶ περὶ τὴν τάξιν, οἱ μὲν ἀσυμφύλους δυνάμεις συγκρούσαντες, οἱ δὲ κατὰ στοιχεῖον καταγράψαντες, διέζευξάν τε τῆς ὁμογενείας τά τε γένη καὶ τὰς ἐνεργείας αὐτῶν, ὡς διὰ τοῦτο ἀσυμμνημόνευτα γίνεσθαι.