De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ἔνιοι δὲ τὸ ἁπλοῦν ἐξ ἐλαίου βαλανίνου ἢ ἄλλου καὶ 5 κρίνου σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ γινόμενον· ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων.

δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτικὴν τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν, καὶ καθόλου πάντων ἐστὶ χρησιμώτατον πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας, ἰόνθους, πίτυρα, ἐκζέματα, μώλωπάς τε ταχέως μεταβάλλει καὶ ὁμόχρους ποιεῖ, καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον, κινεῖ δὲ καὶ οὔρησιν. ἐστι δὲ κακοστόμαχον καὶ ναυτίας ποιητικόν.

53 ναρκίσσινον δὲ στύψεις οὕτως· ἐλαίου πεπλυμένου λίτρας ἐννέα οὐγγίας πέντε, ἀσπαλάθου λίτρας ἓξ οὐγγίας δύο κόψας καὶ βρέξας ὕδατι. τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε, εἶτα ἐξελὼν τὸν ἀσπάλαθον καὶ καλάμου λίτρας πέντε οὐγγίας ὀκτὼ καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύρα οἴνῳ παλαιῷ εὐώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξελὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου --- --- εἰς λουτῆρα ἀπόχει καὶ τοῦ ναρκίσσου ἔμβαλε ὡς ὅτι πλεῖστον τὸ ἄνθος, ἐπὶ ἡμέρας δύο κινῶν ὡς ἐπὶ τοῦ σουσίνου, ἐξίπου τε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται.

ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ, μαλάσσον τὰς περὶ αὐτὴν σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές.

[*](7 SIM. D. eup. II 74 (286) I 117 (151 ubi ἔλαιον corrige).)[*](14 SIM. Pl. XV 30 (cf. XXIII 6); XI 129 extr. (e S. N.); Aet I s. v. ἔλαιον ναρκίσσινον (═ Nic. M. XVI 18).)[*](1 post ἀγγεῖα add. μικρὰ HDi προκέκλυσμένα Di 2 καὶ (pr.)] ἢ HDiDa 3 τὰ δʼ αὐτὰ Di δευτέρου καὶ τρίτου ἐκπιέσματος H ἐπὶ τοῦ τρίτου p: τρίτου (om. ἐπὶ τοῦ) v 4 καὶ κρίνου ἢ ἄλλου (ἐλαίου superscr. υ) Di 5 αἰγύπῳ καὶ ἐν φοινίκη H 8 μήτρας ψύξεων Da καὶ καθόλου — ποιεῖ om. Da 13 καὶ κακοστόμαχον (dittogr.) HDiDa)[*](14 num. cap. νγ QDa: νη΄ Dl tit. ναρκίσσινον H: ναρκισσίνου σκευασία reliqui ἔλαιον ναρκίσσινον στύφεται οὕτω Di ἐλαίου καλάμου πεπλυμένου λίτρας (spatio relicto) οὐγγίας ε΄ καὶ σμύρνης ἀσπαλάθου λίτρας H 15 ἐννέα scripsi: (Ο ═ Θ) libri 17 καὶ om. Di καλάμου βάλε Di 18 διασήσας (dittogr.) Q: διασείσας Da φύρασον Di 20 ἀπείθει F: ἀπόθου H: ἀποτίθου Da ψύγειν QDa λαβὼν] βαλὼν DiDa hiatum indicavi 21 ἀπήχει Di ἔμβαλλε Q: post πλεῖστον colloc, Di 22 πλεῖστον] πλῆθος Q 24 δὲ om. QDa 25 κεφαλαλγικόν Da)
50

54 κρόκινον δὲ σκευάζων προστύψεις τὸ ἔλαιον, ὡς εἴρηται ἐπὶ τοῦ σουσίνου, πλήθει καὶ συσταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρας τρεῖς ἥμισυ βάλε κρόκου δραχμὰς πεντήκοντα καὶ ἀνακίνει πλεονάκις τῆς ἡμέρας, ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας πέντε. ἀπήθει δὲ τὸ ἔλαιον τῇ ἕκτῃ ἀπὸ τοῦ κρόκου καθαρίως, τῷ δὲ αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας δέκα, εἶτα ἀποχέας πρόσμειξον σμύρνης κεκομμένης καὶ σεσησμένης δραχμὰς τεσσαράκοντα καὶ κίνει ἐν ὅλμῳ χρηδίμως, εἶτα ἀπόθου. ἔνιοι δὲ τῷ εἰς τὸ κύπρινον ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χρῶνται. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ κατακόρως κρόκου πνέον, ὅπερ εἰς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει, δεύτερον δὲ τὸ σμύρνης παρεμφαῖνον.

2 δύναμιν δὲ ἔχει θερμαντικήν, ὑπνωτικήν, ὅθεν πολλάκις ἐπὶ τῶν φρενιτικῶν ἥρμοσεν ἐν καταβροχαῖς ἢ ἀποσφρανθὲν καὶ τῶν μυξωτήρων διαχρισθέντων. ἐστι δὲ καὶ πυοποιὸν καὶ ἑλκῶν καθαρτικόν, καὶ πρὸς τὰς ἐν τῇ μήτρᾳ σκληρίας καὶ μύσεις καὶ τὰ ἐν αὐτῇ κακοήθη σὺν κηρῷ καὶ κρόκῳ καὶ μυελῷ καὶ ἐλαίῳ διπλασίονι· συμπέττει γὰρ καὶ μαλάττει καὶ πραύνει καὶ ὑγραίνει· ποιεῖ καὶ πρὸς τὰς ἀπογλαυκώσεις μεθʼ ὕδατος ὑπαλειφόμενον. ἀναλογεῖ δὲ αὐτῷ καὶ τὸ λεγόμενον ὀνύχινον καὶ βουτύρινον καὶ στυράκινον, τοῖς ὀνόμασι μόνον διαφέροντα, τῇ μέντοι σκευασίᾳ καὶ τῇ δυνάμει παρόμοια ὄντα.