De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 τὸ δὲ φερόμενον ἀπήθει εὐθέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τῷ ἐλαίῳ· οὐ γὰρ ὑπομένει ὡς τὸ ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πλεονάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, προσπάσσων ἅλας λεπτοὺς καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπιμελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ήρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συνέμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινήσας χρησίμως ταῖς χερσὶ καὶ ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων.

3 καὶ τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει, προσεπεμβάλλων καὶ τὸ καρδάμωμον καὶ τοὺς ἅλας ὁμοίως καὶ τὰς χεῖρας μέλιτι χρίων καὶ θλίβων. καὶ ἔσται τὸ μὲν πρῶτον ἐκπιεσθὲν ἄριστον, ἐχόμενον δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξιπωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ ἐποίεις ἐπὶ τοῦ πρώτου, καρδάμωμον παραμίσγων, εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτὰ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ καρδάμωμον, καὶ ὁσάκις ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμικώτερον ἕξεις τὸ μύρον.

4 ἐπὶ τέλει δὲ ὅταν αὐτάρκως ἔχειν σοι δοκῇ, μίσγε ἐν ἑκάστῃ σκευασίᾳ σμύρνης χρηστῆς δραχμὰς δύο, κιναμώμου δραχμὰς δύο, κρόκου δραχμάς δέκα. οἱ δέ· κρόκου καὶ κιναμώμου τὸ ἴσον κόψας σήσας ἔμβαλε εἰς τὸν λουτῆρα μεθʼ ὕδατος καὶ ἐπίχει τὸ πρῶτον ἐκπιεσθὲν μύρον, [*](1 θεὶς H 2 τε om. Da 3 δὲ (alt.) om. HDiDa 4 κνρτίδα F: om. Da: πυξίδα reliqui 5 τὸ ἔλαιον FDiDa 7 πλεονάκις F: πολλάκις reliqui 8 προσπλάσσων Di ἄλες λεπτὸν (sic) F: ἅλας λεπτὸν DiDa: ἅλα λεπτὸν H: correxi 9 μεταράσσας F: μεταράσας Da: μετακεράσας H 10 ἄρωμα] μάγμα coni. Sar.: fort. recte 11 συνέμβαλλε F: ἔμβαλλε H 15 τοὺς] τὸ libri: τοὺς vulgo βρέχων μέλιτι· καὶ ἔσται] Di 16 τὸν F πρότερον Di: α F 18 διαθεὶε QDa 20 παρασμίγων F: παραμίγων p: παραμίσγων reliqui ἐξιπῶν ποίει HDi 21 καὶ ἐπὶ τρίτου (τοῦ τρ. Da) HDiDa 22 post καρδάμωμον add. εἶτα ἐξίπου καὶ ποείει τὰ αὐτά Di: εἶτα — καρδάμωμον bis habet H ὁσάκις δʼ ἂν (om. καὶ Di 23 σοι om. FDa 24 δοκῆς Da: δόζης H μίσγε om. F ἐν addidi e Da corr. in δραχμάς): δύο coll. Di καρδαμώμου libri et Dl: corr. Sar. (propter ea quae sequuntur) D. I 56 26 ἔμβαλλε Q. ἐμβάλλουσι Spr. 27 καὶ] τότε δὲ Spr.)

49
εἶτα ἐάσας μικρὸν ἀναλάμβανε εἰς ἀγγεῖα ξηρά, προκεχρισμένα κόμμει καὶ σμύρνῃ καὶ κρόκῳ καὶ μέλιτι μεθʼ ὕδατος διειμένοις· τὸ δʼ αὐτὸ ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ τοῦ τρίτου.