The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
- πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
- κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
- ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
- ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
- Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
- ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων