The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
- ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
- τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
- ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
- αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
- Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην
- Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,