The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
- κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
- Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω
- τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
- ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
- ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
- νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·