The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες
  2. ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
  3. οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
  4. ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
  5. αὐτὴ δʼ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·
  6. γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
  7. μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.