The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
  2. αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
  3. δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
  4. νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ.
  5. ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
  6. αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
  7. ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.