The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
  2. σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
  3. δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
  4. τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
  5. λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
  6. τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
  7. τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα