The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
- γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·
- αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
- ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
- αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
- ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
- λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·