The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,
  2. Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
  3. Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
  4. οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
  5. οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
  6. ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
  7. ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,