The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
  2. ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
  3. ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
  4. ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
  5. οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
  6. ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
  7. ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.