The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
  2. ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη
  3. δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.
  4. αὐτίκα δʼ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας
  5. πεζοί θʼ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο
  6. διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.
  7. οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
  8. ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
  9. ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο