The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
  2. ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον
  3. γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
  4. οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
  5. θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες
  6. αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
  7. τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·
  8. οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
  9. ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,