The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·
- ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
- Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
- ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.
- ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
- καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·
- Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας
- παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,
- μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.