The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
  2. γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
  3. μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
  4. Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
  5. κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
  6. ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
  7. θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
  8. ἀνέρες ἀγρευτῆρες· ὁ δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων,
  9. λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,