Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ τοῦτον τὸν ψαλμὸν ὅτι εἰς τὸν Ἐζεκίαν τὸν βασιλέα εἰρῆσθαι ἐξηγεῖσθαι τολμᾶτε, οὐκ ἀγνοῶ, ἐπεῖπον· ὅτι δὲ πεπλάνησθε, ἐξ αὐτῶν τῶν λόγων αὐτίκα ὑμῖν ἀποδείξω. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, εἴρηται, καί· Σὸ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ [Ps. CIX, 4], καὶ τὰ ἐπαγόμενα καὶ τὰ προάγοντα.

v.1.p.146
Ἱερεὺς δὲ ὅτι οὔτε γέγονεν Ἐζεκίας οὔτε ἐστὶν αἰώνιος ἱερεὺς τοῦ θεοῦ, οὐδὲ ὑμεῖς ἀντειπεῖν τολμήσετε· ὅτι δὲ περὶ τοῦ ἡμετέρου Ἰησοῦ εἴρηται, καὶ αὐταὶ αἱ φωναὶ σημαίνουσι. Τὰ δὲ ὦτα ὑμῶν πέφρακται καὶ αἱ καρδίαι πεπώρωνται [cf. Is., VI, 10; JEAN, XII, 40, etc.].

Τὸ γὰρ Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ [Ps. CIX, id.]· μεθ᾿ ὅρκου ὁ θεὸς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀρχιερέα αὐτὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ εἶναι ἐδήλωσε, τουτέστιν, ὃν τρόπον ὁ Μελχισεδὲκ ἱερεὺς ὑψίστου ὑπὸ Μωσέως ἀναγέγραπται γεγενῆσθαι, καὶ οὗτος τῶν ἐν ἀκροβυστίᾳ ἱερεὺς ἦν, καὶ τὸν ἐν περιτομῇ δεκάτας αὐτῷ προσενέγκαντα Ἀβραὰμ εὐλόγησεν, οὕτως τὸν αἰώνιον αὐτοῦ ἱερέα, καὶ κύριον [Ps. CIX, 1] ὑπὸ τοῦ ἁγίου πνεύματος καλούμενον, ὁ θεὸς τῶν ἐν ἀκροβυστίᾳ γενήσεσθαι ἐδήλου· καὶ τοὺς ἐν περιτομῇ προ[fol. 82]σιόντας αὐτῷ, τουτέστι πιστεύοντας αὐτῷ καὶ τὰς εὐλογίας παρ᾿ αὐτοῦ ζητοῦντας, καὶ [cf. PHILIP., II, 8-9; LC., I, 52] αὐτοὺς προσδέξεται καὶ εὐλογήσει. Καὶ ὅτι ταπεινὸς ἔσται πρῶτον ἄνθρωπος, εἶτα ὑψωθήσεται, τὰ ἐπὶ τέλει τοῦ ψαλμοῦ δηλοῖ. Ἐκ χειμάρρου γὰρ ἐν ὁδῷ πίεται, καὶ ἅμα· Διὰ τοῦτο ὑψώσει κεφαλήν [Ps. CIX, 7].

v.1.p.148