Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Ἔτι δὲ καὶ πρὸς τὸ πεῖσαι ὑμᾶς ὅτι τῶν γραφῶν οὐδὲν συνήκατε, καὶ ἄλλου ψαλμοῦ τῷ Δαυῒδ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένου ἀναμνήσομαι, ὃν εἴς Σολομῶνα, τὸν γενόμενον καὶ αὐτὸν βασιλέα ὑμῶν, εἰρῆσθαι λέγετε· εἰς δὲ τὸν Χριστὸν ἡμῶν καὶ αὐτὸς εἴρηται. Ὑμεῖς δὲ ἀπὸ τῶν ὁμωνύμων λέξεων ἑαυτοὺς ἐξαπατᾶτε. Ὅπου γὰρ ὁ νόμος τοῦ κυρίου ἄμωμος εἴρηται [Ps. XVIII, 8]. οὐχὶ τὸν μετ᾿ ἐκεῖνον μέλλοντα ἀλλὰ τὸν διὰ Μωσέως ἐξηγεῖσθε, τοῦ θεοῦ βοῶντος καινὸν νόμον [ΙS., II, 3; LI, 4; MICH., IV, 2] καὶ καινὴν διαθήκην [JÉR., XXXI. 34, et IS., LIV, 3; Hébr., VIII, 7-8] διαθήσεσθαι.

Καὶ ὅπου λέλεκται· Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός [PS. LXXI, 4], ἐπειδὴ βασιλεὺς Σολομὼν γέγονεν, εἰς αὐτὸν τὸν ψαλμὸν εἰρῆσθαί φατε, τῶν λόγων τοῦ ψαλμοῦ διαρρήδην κηρυσσόντων εἰς τὸν αἰώνιον βασιλέα, τουτέστιν εἰς τὸν Χριστόν, εἰρῆσθαι. Ὁ γὰρ Χριστὸς βασιλεὺς καὶ ἱερεὺς καὶ θεὸς καὶ κύριος καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ ἀρχιστράτηγος καὶ λίθος καὶ παιδίον γεννώμενον καὶ παθητὸς γενό[fol. 83]μενος πρῶτον, εἶτα εἰς οὐρανὸν ἀνερχόμενος καὶ πάλιν παραγινόμενος μετὰ δόξης καὶ αἰώνιον τὴν βασιλείαν ἔχων κεκήρυκται, ὡς ἀπὸ πασῶν τῶν γραφῶν ἀποδείκνυμι.