Dialogue with Trypho

Justin Martyr

Justin Marytyr. Dialogue avec Tryphon. Archambault, Georges, editor. Paris: Librairie Alphones Picard, 1909.

Καὶ ταῦτα δὲ πάντα ἅ ἔλεγον ἐν παρεκβάσεσι λέγω πρὸς ὑμᾶς, ἵνα ἤδη ποτὲ πεισθέντες τῷ εἰρημένῳ καθ᾿ ὑμῶν ὑπὸ τοῦ θεοῦ, ὅτι Υἱοὶ ἀσύνετοί ἐστε [cf. JÉR., IV. 22], καὶ τῷ· Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτούς, καὶ ἀφελῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν αὐτῶν κρύψω [cf. Is., XXIX, 14], παύσησθε καὶ ἑαυτοὺς καὶ τοὺς ὑμῶν ἁκούοντας πλανῶντες, καὶ παρ᾿ ἡμῶν μανθάνοντες τῶν

v.1.p.144
σοφισθέντων ἀπὸ τῆς τοῦ Χριστου χάριτος.

Εἰσὶν οὗν καὶ οἱ λόγοι οἱ διὰ Δαυΐδ λεχθέντες οὗτοι· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ὲν ἡμέρᾳ τῆς δυνάμεώς σου· ἐν ταῖς λαμπρότησι τῶν ἀγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου· συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο [fol. 82] ὑψώσει κεφαλήν [Ps. CIX].