Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οἶμαι φανερὰν εἶναι διὰ παντὸς τοῦ χρόνου τὴν ἐμὴν προθυμίαν καὶ ὅτι πολλὴν πρόνοιαν εἶχον περὶ ὑμῶν οὐκ ἄλλου τινὸς ἕνεκα μᾶλλον ἢ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας· νομίζω γὰρ δίκαιον εἶναι τοὺς ὄντας τῇ ἀληθείᾳ ἐπιεικεῖς καὶ πράττοντας τοιαῦτα τυγχάνειν δόξης τῆς προσηκούσης· ὅτι δὲ τὰ καιριώτατα τοῦ σώματος κάμνοντι, ἡ κεφαλὴ καὶ τὰ ἐν αὐτῇ περίεστιν, εὖ ἔχει, τῶν δὲ λοιπῶν τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῦ μετὰ τῶν ἰατρῶν καὶ αὐτὸς ἐπιβλέπων τὸ χρήσιμον· ἀνδρείᾳ γὰρ καὶ ῥώμῃ καὶ τάχει διενεγκεῖν δόξειεν ἂν χαρίεντος εἶναι.

(2) ἐγὼ δέ, καθάπερ καὶ σὺ οἶσθα, Πλάτωνα θαυμάσας, δι’ ἐκεῖνον καὶ τὴν πόλιν ὑμῶν καὶ τὴν ἐν ἀκαδημείᾳ διατριβὴν ᾑρούμην, καὶ διέμεινα πάντα τὸν χρόνον ἀνέγκλητον ἐμαυτόν, ἐφ’ ὅσον ἠδυνήθην, πρὸς τὸ ἐκείνου ἦθος διατηρήσας. ἐπεὶ δὲ κατὰ τὰ συμβαίνοντα ἐκεῖνος μὲν ἐχωρίσθη τῆς ἐν ταὐτῷ ἡμῖν συνουσίας, τὰ δὲ νομιζόμενα συνετελέσαμεν καὶ κοινῇ καὶ ἰδίᾳ τιμῶντες ἐκεῖνον, ἐχωριζόμεθα κατὰ τὰς αἱρέσεις, ἃς ἕκαστος ἡμῶν ἐδοκίμαζεν.

(3) ἐγὼ μὲν οὖν ἀεί ποτε καὶ τῇ φύσει παντελῶς οἰκεῖος ἡσυχίας καὶ σχολῆς ὑπῆρχον, ἀνυπεύθυνός τε ἀνθρώποις εἰς τὸ δυνατὸν ᾑρούμην διαγενέσθαι· καὶ γὰρ ἐφιλοσόφουν, ὅπως ἐμαυτοῦ τε, ὡς οἷόν τε ἦν, καὶ τῶν ἄλλων ἀνθρώπων διάφορος γένωμαι. δεῖ οὖν φανερὸν γενέσθαι διότι εἰμὶ οἷόσπερ φημί, ἄλλως τε καὶ ἐπεί γε, σὺν θεῷ εἰπεῖν, ρᾴδιόν ἐστιν. ἔρρωσο.