Epistulae

Socraticorum Epistulae

Socraticorum Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(2) καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιούμένος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν· ἐπέσκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις ἄν τι πάθης πρὸς ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν τῆς ἀκαδημείας. διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκον εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾶν· θεῶν γὰρ δὴ καὶ γονέων καὶ εὐεργετῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. οἰκειοτάτη δὲ τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνουσία πρὸς τοὺς συνόντας· τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν.

(3) συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην κἀκείνῳ μάλιστα ἁρμόζουσαν, ἀποδῴης δ’ ἂν εἰ παραγενόμενος τὴν ἀκαδήμειαν καδηπεριπε * * * *. σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἐνδίκως βεβαιότης καὶ πίστις. προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν ἀνθρώπων διαφέρειν, σὺ δὲ καὶ δοκεῖς μεῖον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι.

Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμβεβηκότων μοι κατὰ τὸ σωμάτιον· οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν ἔτι ἐνεργεῖν δύνασθαι. κατὰ τύχην δέ τινα ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχωρισμένον καὶ διὰ τὸ θειότατα εἶναι. πάλαι μὲν οὖν ἐβουλόμην παρεῖναί σε, εὖ δὲ ποιήσεις

καὶ νῦν παραγινόμενος· καὶ γὰρ τῶν περὶ ἐμὲ προστήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ περιπάτῳ ἐπιμελήσῃ προσηκόντως.